δογματικοῖς, ἐπεί τινες μέν φασιν εἶναί τι ἀληθές, τινὲς δὲ μηδὲν εἶναι ἀληθές, οὐκ ἐνδέχεται τὴν διαφωνίαν ἐπικρῖναι, ἐπειδὴ ὁ λέγων εἶναί τι ἀληθὲς οὔτε ἄνευ ἀποδείξεως τοῦτο λέγων πιστευθήσεται διὰ τὴν διαφωνίαν· ἤν
τε καὶ ἀπόδειξιν βούληται φέρειν, ἢν μὲν ψευδῆ ταύτην εἶναι συνομολογήσῃ, ἄπιστος ἔσται, ἀληθῆ δὲ τὴν ἀπόδειξιν εἶναι λέγων εἰς τὸν διάλληλόν τε ἐμπίπτει λόγον καὶ 1 2 76 ἀπόδειξιν αἰτηθήσεται <τοῦ> ἀληθῆ αὐτὴν ὑπάρχειν, ἐκείνης ἄλλην, καὶ μέχρις ἀπείρου. ἀδύνατον δὲ ἄπειρα ἀποδείξαι· ἀδύνατον ἄρα γνῶναι καὶ ὅτι ἔστι τι ἀληθές.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.