ὅταν οὖν χρῶμα ἤ τι παραπλήσιον ἡμῖν ὑποπίπτῃ τὰ συμβεβηκότα τῷ σώματι εἰκὸς ἡμῖν ὑποπίπτειν, ἀλλ’ οὐκ αὐτὸ τὸ σῶμα. τό γέ τοι σῶμα τριχῇ διαστατὸν εἷναι λέγουσιν· ὀφείλομεν οὖν τὸ μῆκος καὶ τὸ πλάτος καὶ τὸ βάθος καταλαμβάνειν, ἴνα τὸ σῶμα καταλάβωμεν. εἰ γὰρ
τοῦτο ἡμῖν ὑπέπιπτεν, ἐγινώσκομεν ἂν καὶ τὰ ὑπάργυρα χρυσία. οὐδὲ τὸ σῶμα ἄρα.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.