(B 165 Diels) φησιν ὅτι ἄνθρωπός ἐστιν ὃ πάντες ἴσμεν. ὅσον δ’ ἐπὶ τούτῳ οὐ γνωσόμεθα τὸν ἄνθρωπον, ἐπεὶ καὶ κύνα ἴσμεν, καὶ παρὰ τοῦτο ἔσται καὶ ὁ κύων ἄνθρωπος. τινάς τε ἀνθρώπους οὐκ ἴσμεν· διὸ οὐκ ἔσονται ἄνθρωποι. μᾶλλον δέ, ὅσον ἐπὶ τῇ ἐννοίᾳ ταύτῃ, οὐδεὶς 1 2 61 ἔσται ἄνθρωπος· εἰ γὰρ ἐκεῖνος μέν φησι δεῖν ὑπὸ πάντων γινώσκεσθαι
τὸν ἄνθρωπον, οὐδένα δὲ ἄνθρωπον ἴσασι πάντες ἄνθρωποι, ἔσται κατ’ αὐτὸν ἄνθρωπος.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.