κατά τε ἄλλων πολλῶν καὶ τῆς κινήσεως. ὡς οὖν ἐκβαλών ποτε ὦμον ὁ Διόδωρος ἧκε θεραπευθησόμενος ὧς τὸν Ἡρόφιλον, ἐχαριεντίσατο ἐκεῖνος πρὸς αὐτὸν λέγων ‘ἤτοι ἐν ᾧ ἦν τόπω ὁ ὦμος ὢν ἐκπέκτωκεν, ἢ ἐν ᾧ οὐκ ἦν· οὔτε δὲ ἐν ᾧ ἦν οὔτε ἐν ᾧ οὐκ ἦν· οὐκ ἄρα ἐκπέπτωκεν’,
ὧς τὸν σοφιστὴν λιπαρεῖν ἐᾶν μὲν τοὺς τοιούτους λόγους, τὴν δὲ ἐξ ἰατρικῆς ἁρμόζουσαν αὐτῷ προσάγειν θεραπείαν.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.