καλόν, τό καλὸν <δὲ> ἀγαθόν, τὸ δίκαιον ἄρα ἀγαθόν' ὁμολογεῖται καὶ πρόδηλόν ἐστιν ὅτι τὸ καλὸν ἀγαθόν ἐστιν, ἢ ἀμφισβητεῖται καὶ ἔστιν ἄδηλον. ἀλλ’ εἰ μὲν ἄδηλόν ἐστιν, οὐ δοθήσεται κατὰ τὴν τοῦ λόγου συνερώτησιν, καὶ διὰ τοῦτο οὐ συνάξει ὁ συλλογισμός· εἰ δὲ πρόδηλόν ἐστιν
ὅτι πᾶν ὅπερ ἂν ᾖ καλόν, τοῦτο πάντως καὶ ἀγαθόν ἐστιν, ἅμα τῷ λεχθῆναι ὅτι τόδε τι καλόν ἐστι συνεισάγεται καὶ τὸ ἀγαθὸν αὐτὸ εἶναι, ὧς ἀρκεῖν τὴν τοιαύτην συνερώτησιν ‘τὸ δίκαιον καλόν, τὸ δίκαιον ἄρα ἀγαθόν᾿, καὶ παρέλκειν τὸ ἕτερον λῆμμα ἐν ᾧ τὸ καλὸν ἀγαθὸν
εἶναι ἐλέγετο.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.