τὸ δὲ ψεῦδος μετὰ μάχης τελείας, ὅπερ ἐπαγγέλλεται τὸ διεζευγμένον, ἢ ἄδηλον. καὶ εἰ μὲν ἄδηλον, οὐ δώσομεν τὸ διεζευγμένον· εἰ δὲ πρόδηλον, τεθέντος ἑνὸς ἀπ’ αὐτῶν φανερόν ἐστιν ὅτι τὸ λοιπὸν οὐκ ἔστιν, καὶ ἀναιρεθέντος ἑνὸς πρόδηλον ὅτι τὸ λοιπὸν ἔστιν, ὡς ἀρκεῖν συνερωτᾶν
οὕτως ‘ἡμέρα ἔστιν, οὐκ ἄρα νὺξ ἔστιν', ‘οὐχὶ ἡμέρα ἔστιν, νὺξ ἄρα ἔστιν, καὶ παρέλκειν τὸ διεζευγμένον.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.