ἰκτερικοὶ πάντα ὠχρὰ ὁρῶσιν, οἱ δ’ ὑπόσφαγμα ἔχοντες ὕφαιμα. καὶ ἐπεὶ ἡ φωνὴ ἡ αὐτὴ ἀλλοία μὲν φαίνεται ἐν ἀναπεπταμένοις τόποις, ἀλλοία δὲ ἐν στενοῖς καὶ ἑλικοειδέσι,
καὶ ἀλλοία μὲν ἐν καθαρῷ ἀέρι, ἀλλοία δὲ ἐν τεθολωμένῳ, εἰκός ἐστι μὴ ἀντιλαμβάνεσθαι ἡμᾶς εἰλικρινῶς τῆς φωνῆς· τὰ γὰρ ὦτα σκολιόπορά ἐστι καὶ στενόπορα καὶ ἀτμώδεσιν ἀποφορήσεσιν, αἳ δὴ ἀπὸ τῶν περὶ τὴν κεφαλὴν φέρεσεαι
λέγονται τόπων, τεθολωμένα.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.