δὲ ἔστιν οὐκέτι, ἐπεὶ καὶ ἀνεπίκριτός ἐστιν ἡ ἄνωμαλία. ὁ γὰρ ἐπικρίνων ταύτην ἤτοι ἔν τισι τῶν προειρημένων διαθέσεων ἐστιν ἢ ἐν οὐδεμιᾷ τὸ παράπαν ἐστὶ διαθέσει. τὸ μὲν οὖν λέγειν ὅτι ἐν οὐδεμιᾷ διαθέσει τὸ σύνολόν ἐστιν, οἷον οὔτε ὑγιαίνει οὔτε νοσεῖ, οὔτε κινεῖται οὔτε
ἠρεμεῖ, οὔτε ἔν τινι ἡλικίᾳ ἐστίν, ἀπήλλακται δὲ καὶ τῶν ἄλλων διαθέσεων, τελέως ἀπεμφαίνει. εἰ δὲ ἔν τινι διαθέσει ὢν κρινεῖ τὰς φαντασίας, μέρος ἔσται τῆς διαφωνίας,
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.