καὶ οὐχ ἧττον ὑπὸ τοῦ τἀς περιστάσεις ταύτας κακὰς εἷναι φύσει δοκεῖν· ὁ δὲ σκεπτικὸς τὸ προσδοξάζειν ὅτι ἔστι κακὸν τούτων ἕκαστον ὡς πρὸς τὴν φύσιν περιαιρῶν μετριώτερον καὶ ἐν τούτοις ἀπαλλάσσει. διὰ τοῦτο οὖν ἐν μὲν τοῖς δοξαστοῖς ἀταραξίαν τέλος εἶναί φαμεν τοῦ σκεπτικοῦ,
ἐν δὲ τοῖς κατηναγκασμένοις μετριοπάθειαν. τινὲς δὲ τῶν δοκίμων σκεπτικῶν προσέθηκαν τούτοις καὶ τὴν ἐν ταῖς ζητήσεσιν ἐποχήν.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.