ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΕΥΠΟΡΙΣΤΩΝ
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ.
σοι γράφειν, ὦ Σόλων τιμιώτατε, χαρίζεσθαί σοι
νενόμικα τά μοι διὰ τῆς πείρας ἐγνωσμένα γράφειν τε καί
σοι ἐπιστέλλειν, ἀπὸ τῶν τριχῶν πρὸς τὰς πόδας προβαίνων,
ὅπως ἄνθρωπος ῥᾳδίως αὐτὰ προσλαμβάνειν δύνηται.
ἀρχόμεθα μὲν οὖν πρῶτον ἀπὸ τῶν τριχῶν.
κεφαλῆς διαθέσεσι θεραπευομέναις προσηκόντων.] [Περὶ
βαμμάτων τῶν τριχῶν.] Καταχρίσεις τῶν τριχῶν, ὡς αἱ πολιαὶ μελάνοχροι γένηται. σκορίαν σιδηροῦ καὶ μόλυβδον
ἐν ὄξει ἑψήσας μέχρι τὸ τρίτον λειφθῇ ἐπιχρίου,
ἐλαίου ἀπεχόμενος τῶν τριχῶν ἅπτεσθαι. ἄλλο. καππάρεως
ῥίζα λεία σὺν γάλακτι ὀνείῳ μέχρι τὸ τρίτον λειφθῇ ἑψήσας
καὶ χρῶ. τοῦτο φύλαττε, τελέως γὰρ τὰς τῆς κεφαλῆς τρίχας
μελαίνει. ἄλλο. χολὴν τῆς χελώνης θαλασσίας διαλύσας
σὺν ἐλαίῳ καὶ τὰς τρίχας κατάχριε. ἄλλο. ἀπὸ καρύας τὰ
ὡσανεὶ βοτρύδια ἐλαίῳ ἑψήσας ὑγρὰν ἄσφαλτον μίξον καὶ
κατάχριε. ἄλλο. μόλυβδον σὺν ἐλαίῳ ἐν τῷ ἀγγείῳ ἀπολαβὼν
αὐτῷ τὰς τρίχας κατάχριε. ἄλλο. χερσαῖον ἔχινον
κατακαύσας καὶ σὺν ἐλαίῳ διαλύσας τὰς τρίχας κατάχριε
καὶ ἔα διὰ τῆς ὅλης νυκτός. ἄλλο. προφυλακτικὸν ὥστε μὴ
γενέσθαι πολιάς. κολοκυνθίδα ἀγρίαν τρυπήσας κάθαρον
τὰ ἔσω εὖ μάλα. εἶτα πλήρωσον αὐτὴν ἐλαίου δαφνίνου
καὶ πρόβαλλε ὑοσκυάμου λευκοῦ σπέρματος μὴ τρίψας·
καὶ ἄφες αὐτὸ μίαν ἡμέραν, καὶ ἄλειφε χρησίμως
ἅπαξ τοῦ ἐνιαυτοῦ. πρὸς τὸ λευκὰς ποιῆσαι τρίχας. χελιδόνος
κόπρον τρίψας σὺν χολῇ ταυρείᾳ μίσγε, καὶ γίνονται λευκαί. ἄλλο. φλόμου λευκῆς τὸ ἄνθος καύσας ὄξει σβέσον
καὶ συμμίξας καὶ σμήγματι χρῶ. πρὸς τὸ πυῤῥὰς ποιῆσαι
τρίχας. τὴν στυπτηρίαν ἐν ὕδατι ἑψήσας καὶ διάβρεχε
δυοῖν ἡμερῶν τὰς τρίχας, καὶ μετὰ τοῦτο διάκλυζε σὺν
ὕδατι, ἐν ᾧ τρυγίας κεκαυμένος διαλελυμένος ᾖ. ἄλλο. ἑψήματι
τῶν θερμῶν πικρῶν τὰς τρίχας διάβρεχε, ἢ αὐτοὺς
θερμοὺς πικροὺς τρίψας καὶ διαμίξας σὺν ὕδατι κατάχριε.
ἄλλο. τρυγίαν οἴνου παλαιοῦ κεκαυμένην καὶ σὺν ἐλαίῳ βαλανίνῳ
λειουμένην συμμίξας πρὸς τῆς κηρωτῆς πάχος καὶ
τρίχας σύγχριε, ὅταν μέλλῃς καθεύδειν. ἄλλο. κύπρου φύλλα
λεῖα τῷ στρουθίου χυλῷ ἐπίβρεχε καὶ χρῶ τούτῳ ἀποβρέγματι.
ἄλλο. ἐρυθρόδανον, στοιχάδα κιτριοειδῆ, πολύτριχον,
ἀψίνθιον καὶ θερμοὺς ἐς τὸ ὕδωρ κατάβαλλε, ἀναθήσας
ἐν τῷ ἀγγείῳ ὑαλίνῳ, καὶ ἄφησον ἡμερῶν ἐννέα, ἀνακινέων
δὶς ἐν ἡμέρᾳ· τῷ δὲ χρήσεως χρόνῳ ἀπολαβὼν τὸ προειρημένου
ὕδατος ἱκανὸν, ἐπιβάλλων εἰς τὸ τοῦτο σπογγίαν καὶ
τὴν ἀφήσας τὸ ὕδωρ ἐναποληψομένην· καὶ ὅταν ἐξηρανθεῖσαι
τρίχες ὦσιν αἱ τούτῳ ὕδατι προκαταβραχεῖσαι, αὐτὰς
μετὰ τοῦ θερμοῦ ὕδατος καὶ σάπωνος ἔκκλυζε. [β΄. Περὶ ῥεουσῶν τριχῶν.] Πρὸς ῥύσιν τριχῶν τὴν
πτελέας ῥίζαν τε καὶ φύλλων δράγμα α΄. ἐναποβρέξας τοῖς
ὕδατος κυάθοις δ΄. κατάχριε καὶ μετὰ τοῦτο τῷ ἐλαίῳ σύγχριε.
ἄλλο. ἀκτὴν καύσας καὶ μετὰ κηρωτῆς ὑγροτάτης
μίξας χρῖε. ἄλλο. ἀλόην μίξας σὺν οἴνῳ αὐστηρῷ μέλανι ἐπίχριε.
ἄλλο. σμύρναν καὶ λάδανον σὺν οἴνῳ ἢ ἐλαίῳ μυρσίνῳ
κατάχριε. ἄλλο. λαβὼν μελίσσας τὰς πλείστας καὶ
συγκαύσας καὶ μίξας ἐλαίῳ καὶ τὰς τρίχας κατάχριε, φυλάττων
ἵνα μὴ τὰ πέριξ καταχρίῃς. ἄλλο. μελάνθιον καύσας
καὶ μετὰ ὕδατος τρίψας καὶ μίξας κατάπλαττε· μάλιστα
δὲ τοῦτο τοῖς ὀφρύσιν συμφέρει.
[γ΄. Πρὸς τὰς ἐκ νόσου ἀποῤῥεούσας τοῖς ἀναλαμβανομένοις
τρίχας.] Λάδανον σὺν οἴνῳ καὶ ἐλαίῳ ῥοδίνῳ ἑψήσας
πρὸς τῆς κηρωτῆς πάχος καὶ κατάχριε. ἄλλο. ῥίζαν
τῆς μορέας φλοισθεῖσαν σύγκαιε καὶ ἕψε, ὡς εἴρηται. ἄλλο.
τὸ ψυλλίου σπέρμα τρίψας τίθετι ἐν τῇ κονίᾳ καὶ τὴν κεφαλὴν
σύγκλυζε. ἄλλο. ᾦ ἐν τῷ ἀπὸ τοῦ πυρὸς περικεκαυμένῳ
τόπῳ αἱ γίγνωνται τρίχες. φύλλα τῆς συκέας τριβέσθωσαν καὶ εἰς ἄλευρον στρεφέσθωσαν καὶ τόπῳ ἐπιτιθέσθωσαν.
[δ΄. Ψίλωθρα.] Ἐγκέφαλον νυκτερίδος τρίψας μετὰ
γάλακτος γυναικείου καὶ ἐπίχριε. ἄλλο. χολὴν θύννου κισσοῦ
τοῦ δακρύου ἢ κόμμεως καὶ κατάχριε. ἄλλο. λαβὼν τὸ
αἷμα λαγωοῦ θαλαττίου νεογενὲς ἐπιτίθετι. ἄλλο. αἷμα
τοῦ ἐλάφου συμμίξας ὄξει καὶ ἐπίχριε. ἄλλο. τὸ κνήδης
ἀγριοστέρας σπέρμα λαβὼν, σὺν ἐλαίῳ τρίψας καὶ αὐτῷ
τὸν τόπον τρῖβε. ἄλλο. νυκτερίδας πλείστας ζωὰς τίθετι ἐν
ἀσφάλτῳ καὶ ἔασας ὡς σήπωνται καὶ τόπον ὁντιναοῦ κατάχριε.
[ε΄. Πρὸς ἀλωπεκίας.] Μύα καύσας καὶ λεῖον ἀρκτείῳ
στέατι μίξας κατάχριε, προανατρίβων κρομμύῳ λευκῷ
τὸν τόπον. ἄλλο. κανθαρίδας κατακαύσας καὶ τρίψας, κόνιτρον
τῷ μέλιτι ἀναλαβὼν, κατάχριε. ἄλλο. τοῖς φύλλοις
συκίνοις τρῖψον ἀκριβῶς, ἔπειτα χρῖε σὺν τῷ ἀρκτείῳ
στέατι. ἄλλο. ἀφρὸν θαλάσσης συγκαύσας καὶ τρίψας καὶ
συμμίξας ἐλαίῳ κατάχριε. ἄλλο. βατράχιον τὸ μακροσκελές κατακαύσας καὶ λεῖον μετὰ πίσσης ὑγρᾶς καὶ προανατρίβων
τὸν τόπον αὐτὸν κατάχριε. ἄλλο. ἵππου ποταμίου τὸ δέρμα
συγκαύσας κατάχριε. τὸν τόπον. ἄλλο. τῷ αἵματι χελώνης
θαλασσίας τὸν τόπον κατάχριε. ἄλλο. λαβὼν μυόχοδον καὶ
τρίψας καὶ συμμίξας τῷ ὄξει πρὸς τῷ μέλιτος πάχος καὶ
προανατρίβων τὸν τόπον κατάχριε. ἄλλο. ἀσφόδελον τρίψας
καὶ μίξας τῷ ὄξει ἢ τῷ οἴνῳ, καὶ προξυρεύσας, τόπον τρῖβε
τοῖς συκέας φύλλοις ἢ τῷ πανίῳ ὑφάσματι τραχεῖ καὶ κατάχριε.
ἄλλο. ῥίζαν καλάμου καύσας καὶ μίξας τῷ ἀρκτείῳ
στέατι καὶ κατάχριε. ἄλλο. τιθύμαλλον τρίψας κατάχριε τὸν τόπον.
[στ΄. Περὶ πιτυριάσεως.] Κιμωλίαν προβρέξας ὕδατι,
μῖξον χυλὸν τεύτλου καὶ κατάχριε καὶ ἔα ἕως ἂν ἀποξηρανθῇ·
εἶτα ἀποπλύνας λεῖον λιβανωτὸν σὺν οἴνῳ καὶ ἐλαίῳ κατάχριε
καὶ ἔα ἕως ἂν ἀποξηρανθῇ· τῇ ὑστεραίᾳ ἡμέρᾳ σταφίδα
ἀγρίαν βοτάνην σὺν ἐλαίῳ κατάχριε. ἄλλο. λαβὼν
νίτρου καὶ τρυγὸς οἴνου καὶ μυροβαλάνων, ἀνὰ λίτραν α΄.
βοτάνης σταφίδος ἀγρίας λίτραν α΄. καὶ (S"). μίξας ἐλαίῳ παλαιῷ κατάχριε. ἄλλο. πρὸς δὲ τὰς ὑγροτέρας πιτυριάσεις
ἅλμῃ ἀπόκλυζε, ἢ θερμῶν ἀποβρέγματι· πεπείραται
γάρ. ἄλλο. τῷ τῆς ἀνδράχνης χυλῷ τὴν κεφαλὴν ἀπόκλυζε.
ἄλλο. κατάχριε τὴν κεφαλὴν χυλῷ τεύτλου ἑψηθέντι, ἢ ὠμῷ
τῷ μέλιτι μεμιγμένῳ. ἄλλο. κιμωλίαν μίξας τῷ τήλεως
ἑψήματι κατάπλασσε. ἄλλο. σικύου ἀγρίου ῥίζαν ἑψήσας
τῷ ἀφεψήματι χρῶ. ἄλλο. σκίλλαν ὀπτήσας καὶ ὅταν μαλακὴ
γένηται, ἐκπιάσας τὸν χυλὸν, καὶ μίξας ἐλαίῳ, κατάχριε.
[ζ΄. Πρὸς ψυδράκια καὶ ἐξανθήματα γιγνόμενα ἐν
τῇ κεφαλῇ.] Ψυδράκιά εἰσι μικραὶ τῆς κεφαλῆς ὑπεροχαὶ
φλυκτίσιν ὅμοιαι, ὑπερκείμεναι τῆς ἐπιφανείας. τὰ δὲ ἐξανθήματα
κατὰ τὴν ἐπιφάνειαν ἐπιπόλαιαι ἑλκώσεις ὑπέρυθροι
καὶ τραχεῖαι. ἀμφότερα δὲ θεραπεύονται δυνάμεσι
ταῖς ὑποτεταγμέναις. πρῶτον λαβὼν τὸ λείωμα καὶ προσβαλὼν
ἐν τῷ οἴνῳ καὶ ᾧ κηρωτὴν προστιθέντι. ἄλλο. ποίει
κηρωτὴν ἐκ κύπου καὶ τοῦ ψιμυθίου καὶ κατάχριε. ἄλλο.
προσλαμβάνων ἀμύλου, ψιμυθίου, στυπτηρίας, πηγάνου φύλλων χλωρῶν ἀνὰ δραχ. δ΄. σὺν ὄξει μίξας καὶ ἐλαίῳ μυρσίνῳ
κατάχριε. ἄλλο. προσλάμβανε λιθαργύρου, ψιμυθίου
ἀνὰ δραχ. αβ΄. θείου ἀπύρου δραχ. η΄. ἐλαίῳ μυρσίνῳ ἀναλάμβανε
καὶ κατάχριε.
[η΄. Περὶ ἀχώρων καὶ κηρίων.] Ἀχὼρ πάθος ἐστὶν
ἐν τῇ κεφαλῇ γινόμενον, τὸ λεπτοῖς πάνυ τρήμασι τὸ δέρμα
κατατήρον, δι᾿ ὧν ἰχὼρ ἀποδίδοται γλίσχρος. ὅμοιον δὲ
αὐτῷ πάθος κηρίον, ἀλλὰ τὰς κατατρήσεις ἔχει μείζονας
ὑγρότητος μελιτώδους περιεκτικάς. οὕτω δὲ θεραπεύονται.
ξυρήσας τὰς τρίχας πυρία δὶς ἢ καὶ τρὶς ἢ καὶ πλεονάκις
ὕδατι θερμῷ ἐναφηψημένης μυρσίνης ἢ βάτου ἢ φακοῦ
ἢ πικρῶν θερμῶν ἢ ἀσπαράγου ῥίζης· ὅταν δὲ πλείονες
ἰχῶρες ῥέωσι, κατάπλασσε φύλλοις ἰτέας μεθ᾿ ὕδατος, ἢ
φακῷ ἐν ὕδατι ἑψηθέντι. συμφέρει δὲ τὴν κεφαλὴν τῷ
θείῳ τε καὶ περδικιάδος καὶ σάπωνι προχρίειν. λαβὼν λιθαργύρου
δραχ. ιστ΄. πηγάνου φύλλων δραχ. η΄. σταφίδος ἀγρίας
δραχ. δ΄. χαλκάνθου δραχ. β΄. ὄξει καὶ μυρσίνῳ ἐλαίῳ ἀναλάμβανε.
τρυμοῦ τῆς κεφαλῆς.] Στοιχάδα δίδου πίνειν σὺν ὕδατι.
ἄλλο. ἀρτεμισίας λεπτοφύλλου χυλὸν μίξας ἐλαίῳ ῥοδίνῳ καὶ
τὰ τῶν νεύρων ῥίζια κατάχριε. ἄλλο. ἀκάνθας λευκῆς σπέρμα
δίδου πίνειν. ἄλλο. καστόριον ὕδατι διακλύσας δίδου πίνειν.
[β΄. Περὶ κεφαλαλγίας.] Κέρας ἐλάφου καύσας καὶ
τρίψας καὶ μίξας ἐλαίῳ ῥοδίνῳ κατάχριε τὸ μέτωπον καὶ
κροτάφους. ἄλλο. ἐγκέφαλον γύπειον τρίψας τὴν κεφαλὴν
κατάχριε καὶ κροτάφους. ἄλλο. ψύλλιον κατάχεε ἐλαίῳ ῥοδίνῳ
μίξας καὶ χρῶ. τοῦτο δὲ συμφέρει καὶ πρὸς τὴν ἡμικρανίαν.
ἄλλο. στύρακα τὴν ὑργὰν μίξας ἐλαίῳ παράπλεκε.
ἄλλο. ὀνίσκους τοὺς ὑπὸ ὑδρίαις διαγομένους ἐν ἐλαίῳ ἑψήσας
τὴν κεφαλὴν κατάχριε. ἄλλο. κυτίνους ἢ τὰ βαλάντια
ἐν οἴνῳ ἑψήσας ἢ ὕδατι θαλασσίῳ μέχρι τῆς τρίτου τοῦ μέρους
καταναλώσεως, καὶ τρίψας καὶ μετὰ κηρωτῆς μίξας
κατάχριε. ἄλλο. τῷ γλήχωνι καὶ μαράθρου ῥίζῃ σὺν ἀλεύρῳ κριθίνῳ τοὺς κροτάφους κατάχριε. ἄλλο. ἡδύοσμον ἢ σίνηπι
σὺν ὄξει μίξας κατάχριε κροτάφους δὶς ἐν ἡμέρᾳ.
[γ΄. Πρὸς τῆς κεφαλῆς τε καὶ τῶν κροτάφων ἀλγήματα.]
Προσλάμβανε ὀπίου τὸ κυάμου μέγεθος καὶ γλήχωνος
καὶ σχίνου μερίδας ἓξ, καὶ ἀναλαβὼν ὄξει καὶ ἐλαίῳ
ῥοδίνῳ κατάχριε. ἄλλο. ὀξυλάπαθον καὶ τὴν κικίδα τρίψας
τὸ μέτωπον καὶ κροτάφους κατάχριε. ἄλλο. καστόριον διαλύσας
ἐλαίῳ ῥοδίνῳ καὶ ὄξει κατάχριε μέτωπον καὶ κροτάφους.
ἄλλο. ἴριδα ξηρὰν καὶ καρδάμωμον ἔλαττον ὄξει ἀναλύσας
χρῖε τρίχας ὡς γυναῖκες ποιοῦσιν αὐτὰς καταχρίουσαι.
ἄλλο. χυλὸν πευκεδάνου ἐλαίῳ ἰρίνῳ διαλύσας ἐπιτίθετι.
ἄλλο. νεοττείαν χελιδόνων μὴ συγχωρέῃς εἰς γῆν πίπτειν
καὶ πηλὸν τὸν τῷ κόπρῳ μεμιγμένον λαβὼν καὶ τῷ ὄξει ἐν
ἀγγείῳ ξυλίνῳ συμβρέξας καὶ ὑπάξας τὸ μέτωπον κατάχριε.
ἄλλο. τὸ κόμμι κισσοῦ τῷ ὄξει τε καὶ ἐλαίῳ ῥοδίνῳ διαλύσας
τοὺς κροτάφους κατάχριε. ἄλλο. βοήθημα σπυράθους,
τουτέστιν ἀφοδεύματα αἰγὸς σὺν ὄξει καὶ ἐλαίῳ ῥοδίνῳ
λειοτριβήσας κατάχριε τὸ μέτωπον καὶ κατάδησον φασκίᾳ· ποίει δὲ πρωῒ καὶ δείλης καὶ ἰάσῃ τὸν κεφαλαλγοῦντα. ἄλλο.
εὐφόρβιον καὶ μέλαν γραφικὸν λειώσας μετ᾿ ὄξους κατάχριε
τὸ μέτωπον. ἄλλο. παῖς ἄφθορος οὐρησάτω ἐπὶ τὴν οὐδὸν
τῆς θύρας τοῦ πάσχοντος. σὺ δ᾿ ἐπιβάλλων ὄξος τρῖβε
ἀμφότερα εἰς ἓν ἐπὶ τὴν οὐδὸν, ὡς γλοιοῦ γίνεσθαι πάχος,
καὶ κατάχριε τὸ μέτωπον αὐθωρόν. ἄλλο. ἐάν τις τίκτουσα
κεφαλὴν πονῇ, σποδὸν ὄξει φυράσας κατάχριε. ἄλλο. δάκρυον
κισσοῦ, μετ᾿ ὄξους καὶ ῥοδίνου λειώσας, κατάχριε τὸ
μέτωπον καὶ κροτάφους. ἐπίθεμα πρὸς ταυτά. κάρδαμον
φυράσας ὄξει καὶ ῥοδίνῳ καὶ ποιήσας κηρωτῆς τὸ πάχος
ἐπιτίθει ἀπὸ κροτάφου ἐπὶ κρόταφον. παραχρῆμα τὴν ὀδύνην παύει.
[δ΄. Πρὸς ἑτεροκράνιον.] Ἀκακίαν λαβὼν κηρωτῇ
ῥοδίνῃ χρῶ. ἄλλο. κιχώριον ἐπιτιθέμενον καὶ πόνους κεφαλῆς
καὶ τὰς ἐγκαύσεις τὰς γινομένας ἀφ᾿ ἡλίου παύει.
[ε΄. Πρὸς ἐπιληπτικοὺς πότημα.] Ἰκτῖνον
καύσας ζῶντα ἐν χύτρᾳ, δίδου πίνειν τὴν τέφραν καὶ ὑγιάσεις.
ἄλλο. ἧπαρ αὐτοῦ καύσας καὶ τρίψας δίδου δι᾿ ὕδατος. ἄλλο. κόπρον ὀνείαν φρῦξον καὶ λάμβανε ἀπ᾿ αὐτῆς
ὅσον κοχλιάρια β΄. καὶ πότιζε καθ᾿ ἡμέραν, καὶ ἀπαλλαγήσεται
τοῦ πάθους· τοῦτο τῶν λίαν πεπειραμένων ἐστίν.
ἄλλο. οὖρον κάπρου ἐν κάπνῳ ξηρὸν ποίει, ποτιζόμενον δι᾿
ὀξυμέλιτος· ἔστω δὲ τοῦ οὔρου τὸ μέγεθος κυάμου Αἰγυπτίου,
μάλιστα δὲ συάργου. ἄλλο. κόπρος τράγειος ποιεῖ διδομένη
ἕως πεντεκαίδεκα σπυράθων. ἄλλο. μαλάχης ἀγρίας
χυλὸν δίδου ἐπὶ ἡμέρας λ΄. πίνειν νηστικῷ, καὶ ἰάσῃ. ἄλλο.
γαλῆς αἷμα κατάξηρον δίδου δι᾿ ὕδατος. τοῦτο δὲ ποίει,
ὅταν ᾖ παραύτικα πεσούμενος ὁ κάμνων. ἄλλο. ὀλίγον ἐλαίου
τῇ λαγώῃ πητύᾳ κατάχεε καὶ καταπότια ποίεε, ἐξ ὧν |ὅθ᾿
ἓν, ὁτὲ δύο δίδου. ἄλλο. γαλῆς αἷμα περίχριε καὶ τὴν γαλῆν
δίδου φαγεῖν, ἀποκόπτων αὐτῆς τοὺς πόδας καὶ τὴν
κεφαλήν· ποιεῖ ὁμοίως καὶ πρὸς χοιράδας διδομένη γαλῆ.
ἄλλο. μῦν ἀνατεμὼν ἐν ληγοσεληνίῳ δέξαι αὐτοῦ τὸ ἧπαρ
καὶ ὀπτήσας δὸς φαγεῖν τῷ πάσχοντι. ὠφελεῖ καὶ τὸ ὀξύμελι
σκιλλιτικὸν καὶ τὸ Ἰουλιανοῦ καὶ ἡ θηριακή. [στ΄. Ἄλλο ὀσφραντικὸν πρὸς ἐπιληπτικούς.] Τιθύμαλλον
τρίψας μετὰ ὄξους καὶ ἀλφίτων, μαζία ποιήσας δίδου
ὀσφραίνεσθαι τῷ ἐπιληπτικῷ καὶ οὐ πεσεῖται. καὶ συμφέρει
τοῦ πευκεδάνου τε καὶ πίσσης ὀσφρᾶσθαι.
[ζ΄. Ἐπιθυμίαμα τῷ γνῶναι εἰ ἔστιν ἐπιληπτικός.]
Λίθον ἐπιθυμίασον τὸν γαγάτην, αὐτῷ συμπεριβαλὼν, ὡς
μὴ διασκίδνασθαι τὴν ὀσμὴν καὶ καταπεσεῖται εἴπερ ἑάλῳ
τῷ πάθει.
[η΄. Πότημα πρὸς τὸ γνῶναι εἰ ἀθεράπευτοί εἰσιν
οἱ ἐπιληπτικοί.] Ἀκακίας δραχμὴν ὕδατι διεὶς πότιζε· ἐὰν
ἐμέσῃ, ἀνίατόν ἐστιν· ἐὰν δὲ πυρέξῃ, πότερον συμφέρει αὐτῷ.
[θ΄. Ἀστροπλήκτων θεραπεία.] Ὄνου οὖρον κατάχεε
αὐτοῖς καὶ θεραπεύονται.
[ι΄. Ἐὰν πεπτωκότα ἐπιληπτικὸν θέλῃς ἐγεῖραι παραχρῆμα.]
Θύμον ἢ γλήχωνα τρίψας προσένεγκε αὐτοῦ τοῖς μυκτῆρσι.
[ια΄. Καθαρτικὸν διὰ μυκτήρων.] Ἀναγαλλίδος τῆς τὸ κυανοῦν ἄνθος ἐχούσης τὸν χυλὸν εἰς τοὺς μυκτῆρας
ἐνθεὶς κέλευε ὕπτιον ἀνανεύσαντα. τοῦτο δὲ βοηθεῖ πᾶσι
τοῖς περὶ κεφαλὴν ὀχλουμένοις. ἄλλο. χυλὸν τοῦ κισσοῦ λευκοῦ
ἔγχει εἰς μυκτῆρας. ἄλλο. μελάνθιον χυλίσας μετὰ ὑδρομέλιτος
καὶ ἶριν, οὕτως χρῶ, ἔλαιον παλαιὸν μίξας. ἄλλο.
σεύτλου ῥίζαν χυλίσας ἔγχει εἰς μυκτῆρας καὶ καθαίρει.
διαθέσεις τὰς ἐν τοῖς ἀκουστικοῖς πόροις.] Ἐγκλύσας οἴνῳ
κεκραμένῳ ἢ ὑδρομέλιτι τὸ οὖς ἔνσταζε λύκιον, λεάνας ἐν λεπυρίαις.
[β΄. Πρὸς φλεγμονὰς καὶ πόνους.] Σκορόδου
τὸ ἐντὸς ἀμυγδαλοειδὲς θλάσας μετὰ ἐλαίου εἰς ξύστραν
θερμάνας, ἔγχει τὸ ἔλαιον εἰς οὖς καὶ ἄπονος ἔσται.
[γ΄. Πρὸς περιωδυνίαν,] Ἧπαρ χήνειον τεταριχευμένον
τήξας μετὰ νάρδου καὶ ἀπομάξας εἰς τὸ οὖς ἐντίθει.
[δ΄. Πρὸς ὦτα πυοῤῥοοῦντα.] Στυπτηρίαν ὑγρὰν ἀνεὶς
ὕδατι ἔμβαλον εἰς ὑέλινον ἀγγεῖον καὶ λειάνας ἔνσταζε. [ε΄. Πρὸς τὰ πυοῤῥοοῦντα καὶ περιωδυνῶντα.] Πράσου
χυλὸν μέλιτι διεὶς χρῶ. ἄλλο. ὄπιον ἀνιεὶς γλυκεῖ
εἰς τὸ οὖς ἔνσταζε χλιαίνων. ἄλλο. κεδρίαν ἐν ὀλίγῳ νάρδῳ
ἔνσταζε. ἄλλο. μέλι καὶ ἔλαιον ἐν κενώμασι προχλιάνας ἔνσταζε.
[στ΄. Πρὸς τερηδόνας καὶ πυοῤῥοοῦντας.] Στυπτηρίαν
σχιστὴν μετ᾿ ὄξους καὶ γλυκέος ἑψήσας ἔνσταζε ποιῶν μέλιτος
πάχος, ἐνεργὲς ἐπὶ προσφάτου καὶ ἐπὶ χρονίου.
[ζ΄. Πρὸς ἤχους καὶ περιωδυνίας.] Κεδρίαν μέλιτι
μίξας ἔνσταζε. ἄλλο. ἀλόην ἡπατικὴν μετὰ οἰνομέλιτος,
ποιῶν γλοιοῦ πάχος, ἔνσταζε. ἄλλο. ἀλώπεκος στέαρ ἀνειμένον
ἔνσταζε. ἄλλο. νάρδον χλιαρὰν ἔνσταζε. ἄλλο. κασίαν
μετὰ ῥοδίνου ἔνσταζε. ἄλλο. σίλφας τὰς κατοικιδίους μετὰ
ῥοδίνου θερμαίνων ἔνσταζε.
[η΄. Πρὸς τὰς κατὰ μικρὸν περιωδυνίας.] Ἔρια οἰσυπηρὰ
περιζέσας ὄξει ἐγχυμάτιζε καὶ ἐξ αὐτοῦ τοῦ ἐρίου
ἐντίθει εἰς τὸ οὖς. ἄλλο. ῥοιᾶς ἀώρου τῷ χυλῷ μετὰ μέλιτος
χρῶ, ἢ σχίνου τῷ χυλῷ ἢ περδικίου βοτάνης ἢ κύπρου ἢ βάτου. τούτων τὸν χυλὸν κατ᾿ ἰδίαν ἑκάστου ἢ
καὶ μετὰ μέλιτος μίσγων καὶ ἑψῶν χρῶ. ἢ ἀρνογλώσσου
ἢ θριδακίνης ἢ πολυγόνου χυλοῦ ὁμοίως χρῶ.
[θ΄. Πρὸς πόνους χωρὶς ἑλκώσεως.] Θεῖον ἄπυρον
ἐμφύσα διὰ συριγγίου. ἄλλο. ὄπιον ἀνιεὶς γυναικείῳ γάλακτι ἔνσταζε.
[ι΄. Πρὸς δυσηκοοῦντας.] Ἀψίνθιον ἀφέψων διὰ
ὕδατος κλύζε τὸ οὖς τῷ ἀφεψήματι.
[ια΄. Πρὸς τοὺς ἐκ γενετῆς κωφούς.] Αἰγὸς νεωστὶ
ἐσφαγμένης τὸ κέρας πλῆσον οὔρου αἰγὸς καὶ κρέμασον εἰς
καπνὸν ἐπὶ ἡμέρας θ΄. καὶ χρῶ.
[ιβ΄. Πρὸς τοὺς ἐκ βάθους ἤχους.] Ὄξος καὶ ῥόδινον,
πήγανον, κύμινον λεάνας μετὰ μέλιτος χρῶ.
[ιγ΄. Πρὸς βόμβους καὶ ἤχους ἐξαπίνης γινομένους.]
Ὄξος δριμὺ χλιαίνων ἔνσταζε. ἄλλο. βρυωνίας, μέλιτος καὶ
ἐλλεβόρου λευκοῦ καὶ ῥοδίνου λεάνας ἔνσταζε. [ιδ΄. Πρὸς ἀλγοῦντα καὶ πυοῤῥοοῦντα.] Ὄξος καὶ
μέλι καὶ ῥόδινον μίξας χλιάνας χρῶ.
[ιε΄. Πρὸς περιωδυνίας.] Εὐθύπαστον ἐλαίῳ στέαρ
ἔνσταζε, καὶ σπόγγῳ τόπον ἔπεχε· ποιεῖ καὶ πρὸς τὰ νευρώδη
μισγόμενον καὶ μετὰ ἀλωπεκίου στέατος καὶ ἴου, ἴσα ἴσοις.
[ιστ΄. Πρὸς ἀλγηδόνας καὶ φλεγμονάς.] Ἀσφοδέλου
ῥίζαν καθάρας βάλλε εἰς ἔλαιον ἐν ἀγγείῳ ὑελίνῳ καὶ
ἡλίαζε ταῖς ὑπὸ κυνὸς καύμασιν ἡμέραις μ΄. καὶ χρῶ.
[ιζ΄. Πρὸς τὰ ἡλκωμένα καὶ πυοῤῥοοῦντα.] Σαύρας
τὰς μικρὰς λαβὼν τῆξον ἐλαίῳ καθαρῷ, καὶ οὕτως ἐγχυμάτιζε
καὶ ἐὰν σκώληκας ἔχῃ, ἰᾶται.
[ιη΄. Πρὸς τὰ ἐν ὠσὶ σκωλήκια παρεισδυόμενα εἰς τὰς
ἀκοάς.] Κρόμμυα καὶ ὕσσωπον τρίψας οὔρῳ παλαιῷ ἐγχυμάτιζε.
ἄλλο. κολοκυνθίδος τοῦ σπέρματος τῆς ἐντεριώνης,
στυπτηρίας Αἰγυπτίας ἴσα, μετὰ κεδρίνου ἐλαίου λειώσας ἐγχυμάτιζε. [ιθ΄. Πρὸς τὸ ῥύπον ἐξελεῖν.] Κροκίδα βρέξας μυροβαλάνῳ
ἔνθες καὶ εὑρήσεις τὴν κροκίδα πλήρη τοῦ ῥύπου.
ἄλλο. νίτρον λεπτὸν ἔμβαλλε εἰς τὸ οὖς καὶ ἐπίσταξον ὄξος
καὶ πρόσθες ἔριον, ἔασον ἐννυκτερεῦσαι· τῇ δὲ ἐπιούσῃ
κλύσον ὑδρελαίῳ θερμῷ.
[κ΄. Πρὸς ὠταλγίαν.] Ἁλὸς ἄνθος μετὰ ῥοδίνου καὶ
ὄξους ἔνσταζε.
[κα΄. Πρὸς τὰ πυοῤῥοοῦντα καὶ περιωδυνῶντα.] Νίτρον
μετὰ ῥοδίνου διεὶς ἐγχυμάτιζε τὸ οὖς. ἄλλο. ἐλλέβορον
λευκὸν μετὰ οἴνου ἢ ὄξους ἔνσταζε σὺν στυπτηρίᾳ· καὶ
χυλὸν καλαμίνθης ῥίζης συλλειοτριβήσας μετ᾿ ὄξους ἐγχυμάτιζε.
[κβ΄. Πρὸς τὰ χρόνια.] Λύκιον καὶ μέλι ἴσα μίξας χρῶ.
[κγ΄. Πρὸς φλεγμαίνοντα.] Σκωδειῶν κελύφη κόψας
εἰς ὠμὴν λύσιν ἕως τρίτου μέρους, καὶ ἑψήσας ἐν γλυκεῖ
κεκραμένῳ κατάπλασσε. [κδ΄. Πρὸς τὰ πυοῤῥοοῦντα καὶ περιωδυνῶντα.] Μυελὸν
μόσχειον χυλίσας ἔνσταζε. ἄλλο. σκωρίαν σιδήρου τρίψας
ἐν τῷ ὄξει δριμυτάτῳ ἔνσταζε.
[κε΄. Πρὸς χοιράδας καὶ παρωτίδας.] Χοιράδας κοινῇ
μὲν θεραπείᾳ τὰ τῶν σκιῤῥῶν διαφορητικὰ διαφορέουσι·
ἰδίᾳ δὲ οὕτως. ἄλευρον θερμῶν πικρῶν ἑψήσας ἐν τῷ ὀξυμέλιτι
κατάπλασσε. ἄλλο. βοείαν κόπρον ἢ αἰγείαν ἐν ὄξει
ἑφθὴν ἐπιτίθετι. ἄλλο. ἄσβεστον μέλιτι ἢ ἐλαίῳ ἢ στέατι
χοιρείῳ ἀναληφθεῖσαν ἐπιτίθετι. ἄλλο. ἄλευρον ἴριδος καὶ
κόπρον περιστερᾶς ἑψήσας οἴνῳ κατάπλασσε. ἄλλο. λαβὼν
στέατος παλαιοῦ καὶ σπέρματος ὑοσκυάμου καὶ πίσσης καὶ
ἐλαίου παλαιοῦ καὶ κόπρου ἀλεκτόριδος μελίνης τὰ ἴσα συμμίξας κατάπλασσε.
πάθη.] [α΄. Πρὸς ὀφθαλμίαν ἀρχομένην.] Χυλὸν
ἡδυόσμου ἔνσταζε, διαλύει γάρ· ἔστι δὲ βέλτιον τὸ περιστερᾶς
αἷμα. ἄλλο. μαράθρου χυλὸν ἐκπιέσας καὶ χρῶ· παλαιὸς
μέν ἐστιν ἀμείνων. αὐτὸν δὲ τῷ ὕδατι μίξας χρῶ. ἄλλο. ἐκ τοῦ πηγάνου προσφάτου χυλὸν ἐκπιέσας τίθετι ἐν
τῇ πυξίδι τοῦ χαλκοῦ ἐρύθρου καὶ χρῶ. ἄλλο. ἐκ κυδωνίων
ἑψηθέντων καὶ ἀλφίτου καὶ οἴνου λευκοῦ κατάπλασμα ποίει.
ἄλλο. φύλλα μήκωνος καὶ σιδία σὺν παιπάλῃ κριθίνῃ ἐπιτίθετι.
ἄλλο. ῥόδα ἑψήσας καὶ τρίψας κατάπλασσε. ἄλλο.
ἀφέψημα μελιλώτου ἔνσταζε. ἄλλο. ἐκ φύλλων
κοκτόνου τετριμένων ποίει κατάπλασμα σὺν οἴνῳ καὶ ἀλεύρῳ.
[β΄. Πρὸς ὄνυχα.] Ὄνυξ μὲν λέγεται ἡ ὀφθαλμοῦ
νόσος, ὅταν κερατοειδὴς ποτὲ μὲν διὰ βάθος, ποτὲ δὲ ἐπιπολῆς,
ὄνυχι προσεοικότος τοῦ πύου κατὰ τὸ σχῆμα, διὸ
καὶ τὸ πάθος ὄνυχα προσαγορεύουσι. πρὸς τοὺς μὲν οὖν
μετρίους ὄνυχας συντέλει μελίκρατον καὶ τῆς τήλεως ὁ χυλὸς
καὶ κολλούριον τὸ διὰ λιβάνου γινόμενον· πρὸς τοὺς
δὲ μείζονας λαβὼν ἀλόης, σμύρνης, κρόκου ἀνὰ μέρος α΄.
οἴνου μέρει γ΄. μέλιτος μέρει στ΄. λειοῦται ὁ κρόκος σὺν
ὀλίγῳ οἴνῳ, εἶτα ἀλόη καὶ σμύρνα καὶ ἐπειδὰν παχυνθῇ
ἐπίβαλλε τὸ μέλι καὶ ἑνώσας ἀπόθου ἐν ὑέλῳ ἀγγείῳ, χρῶ δὲ δὶς τῆς ἡμέρας· ὀφθαλμὸν γὰρ ἅμα καθαίρει, σαρκὶ ἀπουλοῖ.
[γ΄. Πρὸς ὑπώπια.] Σίνηπι λεῖαν κηρωτῇ ἀναλαβὼν
ἐπιτίθετι. ἄλλο. ὄστρακα τῆς σηπίας λεάνας καὶ ὄξει
μίξας νυκτὸς κατάχριε· ἀφαίρει γὰρ αὐτά. ἄλλο. ῥίζαν σίκυος
ἀγρίου μέλιτι συμμίξας ἐπιτίθετι.
[δ΄. Πρὸς τῶν ὀφθαλμῶν πελιώματα.] Ὕσσωπον
τρίψας, εἰς ῥάκος ἐνδήσας καὶ εἰς ζέον ὕδωρ ἀποβάπτων
ἡσυχῇ ἀποπυρία καὶ πελιώματα θίγε. ἄλλο. ἄλευρον ἴριδος
μίξας τῷ μέλιτι καὶ κατάπλασσε. ἄλλο. κύμινον τετριμμένον
συμμίξας γάλακτι γυναικείῳ ἐπιτίθετι· ἢ ὀρίγανον ἐπιτίθετι
ὁμοίως. ἄλλο. εὐζώμου σπέρμα τρίψας σὺν χολῇ
βοείᾳ ἐπιτίθετι.
[ε΄. Πρὸς τὰ πτερύγια.] Τὸ πτερύγιον νευρώδης
ἐστὶ τοῦ ἐπιπεφυκότος ὑμένος ὑπεροχή· ἐκφυομένη μὲν ἀπὸ
τοῦ κανθοῦ, προϊοῦσα δὲ μέχρι τῆς στεφάνης. ὅταν δὲ
ὑπεραυξηθῇ, καὶ τὴν κόρην καλύπτει. τὰ μὲν οὖν μεγάλα
καὶ χρόνια τῶν πτερυγίων διὰ μόνης χειρουργίας ἐκτέμνεται· τὰ δὲ νεώτερα καὶ σύμμετρα τῷ μεγέθει τὰ σμηκτικὰ
δαπανᾷ, ὡς χαλκὸς κεκαυμένος ἢ χάλκανθος ἄμα χορείᾳ
χολῇ. ἄλλο δραστικώτερον. χαλκάνθου μέρος α΄. κόμμεως
Ἀραβικοῦ μέρος (S"). οἴνῳ ἐκλείων κατάχριε. τινὲς δὲ χολὴν
αἰγὸς μέλιτι μίξαντες ἐγχρίουσιν. ἄλλο. λύκιον καὶ κύπρον
καὶ σὺν ὕδατι ποίει τὸ κολλύριον καὶ ἐπίχριε.
[στ΄. Πρὸς τὰς ἐν ὀφθαλμοῖς οὐλὰς καὶ λευκώματα.]
Τὰς ἐπιπολῆς μὲν γινομένας ἐν τοῖς ὀφθαλμοῖς τὰ νεφέλια
καλοῦσι, τὰς δὲ διὰ βάθους, λευκώματα. τούτων δὲ τὰ ῥυπτικά
τε καὶ σμηκτικὰ λεγόμενά εἰσιν ἰάματα. τὰ μὲν οὖν
νεφέλια τῆς ἀνεμώνης ὁ χυλὸς ἀποσμήχει καὶ τοῦ μικροῦ
κενταυρίου ὁ χυλὸς μετὰ μέλιτος. ἄλλο. ἀναγαλλίδος τῆς τὸ
κυανοῦν ἄνθος ἐχούσης χυλὸν σὺν μέλιτι ἔγχριε· τὰ δὲ
χρονιώτερα ἡ κεδρία λεπτύνει καὶ ὁ χαλκὸς μόνος ὕδατι
λειούμενος ὡς κολλύριον. τὰ δὲ λευκώματα νίτρον μετὰ
ἐλαίου παλαιοῦ λειωθὲν ἐπιμελῶς καὶ ἐγχρειόμενον καλῶς
ἀποσμήχει. ἄλλο. ἐπιλαβὼν δρακουντίου χυλὸν καὶ μίξας
μέλιτι ἀπέπτῳ ἐπίχριε. ἄλλο. χολῇ τραγείῳ κατάψηχε τὸν ὀφθαλμόν. ἄλλο. τῆς σηπίας τὸ ὄστρακον καυθὲν μετὰ μέλιτος
καὶ λειωθὲν ἐπιτίθετι. ἄλλο. ἐκ κόπρου τῆς σαύρας
ποιήσας κολλύριον σὺν ὕδατι προστίθετι. ἄλλο. χολῇ κυνὸς
θαλασσίας κατάχριε, ἢ ῥαφάνου χυλῷ ἢ χολῇ τοῦ ἀλέκτορος.
ἄλλο. λαβὼν χυλὸν τῆς ῥοίας καὶ ἐν τῷ κεραμίῳ τήσας
καὶ τῷ ῥακέει κατακαλύψας ἡλίαζε ἕως ἔχῃ τὸ μέλιτος
πάχος, καὶ τούτῳ ἴσον τοῦ μέλιτος καὶ τήρει. πεπαλαιωμένον
γάρ ἐστι δραστικώτερον· καὶ ὅταν καθευσόμενος
ᾖ ὁ κάμνων, ὀφθαλμοὺς κατάχριε. ἄλλο. χολὴν λέοντος
μετὰ μέλιτος ἐντίθετι. ἐὰν δὲ παιδίῳ σμικρῷ λεύκωμα
γένηται, εἰς τὸν ὀφθαλμὸν ἡ μήτηρ τοῦ παιδίου ἀμμωνιακὸν
μασησαμένη, ἐμφυσάτω εἰς τὸν τοῦ παιδίου ὀφθαλμόν·
ὁμοίως χριέτω ὀφθαλμὸν καταμηνίῳ τῆς τινὸς ἐκ τῇ
ἰδίᾳ συγγενείᾳ· καὶ ὁμοίως τούτου μήτηρ ἐντεμνέτω μικρὸν
δάκτυλον ὃν, καὶ τῷ αἵματι ῥευθέντι τὸν ὀφθαλμὸν καταβρεχέτω.
[ζ΄. Πρὸς τὰ νεφέλια καὶ ἀχλύας τῶν ὀφθαλμῶν.]
Ὀφθαλμοὺς χυλῷ φύλλων τοῦ δρακοντίου κατάχριε. ἄλλο.
χυλὸν τοῦ κέστρου σὺν μεμιγμένῳ οἴνῳ ἔνσταζε. [η΄. Περὶ κριθῆς.] Τῷ ὕδατι ἀφεψήματος τῆς κριθῆς
πυρία τοὺς ὀφθαλμοὺς, ἢ τῷ κήρῳ λευκῷ. ἄλλο.
μυίας τὴν κεφαλὴν ἀπολαβὼν τῷ λοιπῷ σώματι παράτριβε
τὴν κριθήν.
[θ΄. Πρὸς μαδάρωσιν.] Μαδάρωσις καὶ μίλφωσις
τοῦ βλεφάρου τριχῶν ἀπόπτωσις. θεραπεύονται δὲ τούτοις.
προσλάμβανε πυρήνων τῶν φοινίκων κεκαυμένων δραχ. γ΄. στάχυος
δραχ. β΄. τρίψας χρῶ. ἄλλο. στίμμεως κεκαυμένης πεπέρεως
ἀνὰ δραχ. α΄. ναρδοστάχυος δραχ. γ΄.
[ι΄. Ἄλλο ποιέον πρὸς ἀπόπτωσιν τριχῶν τῶν βλεφάρων.]
Λεπτοκάρυα συγκαύσας καὶ μίξας στέατι ἀρκτείῳ ἢ αἰγὸς κατάχριε.
[ια΄. Ἄλλο καὶ τὸ συμφέρον πρὸς ἀλωπεκίαν τοῦ πώγωνος.]
Ὑοσκυάμου δραχ. β΄. μυοκόου δραχ. α΄. πολυτρίχου δραχ.
β΄. ἐλαίου ἰρίνου κυάθους δ΄. τρίψας καὶ διαμίξας ἐλαίῳ
καὶ προπυριάσας ἐπίχριε. ἄλλο. ὄφεος γῆρας συγκαύσας
ἐπίπασσε· γένεσιν γὰρ τῶν τριχῶν ποιεῖ. ἢ μελανθίου τρίψας
καὶ ποίει ὁμοίως. [ιβ΄. Πρὸς τὴν τῶν ὀφρύων τριχίασιν.] Ὀρίγανον
συγκαύσας καὶ τρίψας προεκτίλας τρίχας ἐπιτίθετι. ἄλλο.
σαῦραν χλωρὰν ἐν ἐλαίῳ ἑψήσας καὶ τρίχας προεκτίλας τόπον
κατάχριε. ἄλλο. χαμαιλέοντος λευκοῦ ἢ τῆς χαμελαίας
ῥίζαν διαμίξας τῷ αἵματι τοῦ βατραχίου τόπον κατάχριε.
[ιγ΄. Πρὸς γλαυκοφθάλμους ὥστε μέλανας ἔχειν τὰς
κόρας.] Τὰς γλαυκοφθάλμους γυναῖκας ποιεῖ ὑοσκυάμου τὸ
κυανοῦν ἄνθος ξηραινόμενον ἐν σκιᾷ, ἐπὶ δὲ τῆς χρήσεως
οἴνῳ αὐστηρῷ μεμιγμένον καὶ καταχρισθέν.
[ιδ΄. Πρὸς ὑποχύματα.] Θηριακὴν τὴν ἐξ ἔχεων
παρασκευαζομένην τῷ μέλιτι διαμίξας ἄνευ καπνοῦ ἐπιτίθετι.
συμφέρουσι καὶ οἱ ἀποφλεγματισμοὶ καὶ κάθαρσις
σὺν ἱερᾷ καὶ πυρία σὺν ἀφεψήματι τοῦ μαράθρου καὶ σαγαπηνοῦ
καὶ ἑλλέβορος λευκὸς σὺν μέλιτι παρατεθειμένος, ἢ
τὸ μέλι σὺν χυλῷ τοῦ μαράθρου.
[ιε΄. Πρὸς τοὺς αἰγίλωπας.] Ὁ μὲν αἰγίλωψ ἀπόστημά
ἐστι σμικρὸν μεταξὺ τοῦ μεγάλου κανθοῦ καὶ τῆς
ῥινὸς, καὶ εἰ ἀμεληθείη συριγγούμενον ἕως ὀστέου, πρινὴ δὲ εἰς ἕλκος ἐκραγῇ τὸ ἀπόστημα, ἀνχίλωψ καλῶ. ποιεῖ καὶ
γλαύκιον καὶ κρόκος ἅμα χυλῷ περδικιάδος ἐπιτιθέμενα·
συνεχῶς δὲ ἀλλάσσειν χρή. ἄλλο. κοχλίους μετὰ τῶν ὀστράκων
λειώσας ἐπίθες· ἔνιοι δὲ μιγνῦσι καὶ ἀλόην ἢ σμύρνην.
ἄλλο. χολὴν χοιρίαν ξηράνας ἐπίθες. ἄλλο. ἐκ περδικιάδος
τὸ κατάπλασμα ποίει. ἄλλο. ἐξ αἰγίλωπος βοτανίου κατάπλασμα
ἐπίθες. ἄλλο. ἀνδράχνην ἀγρίαν καὶ λίβανον ἐπίθες.
ταῦτα δὲ προμασσάου προμασσήση νῆστις. ἄλλο. κράνιον
ἀνθρώπινον τρίψας ἐπιτίθετι.
[ισ΄. Πρὸς νυκτάλωπας.] Ἧπαρ τράγου
καῦσον καὶ τῷ ἀποῤῥέοντι ἰχῶρι ὀφθαλμὸν ἔγχριε. ὠφελεῖ
γὰρ ὁ δωδεκάκις καταχρισθείς.
[ιζ΄. Πρὸς τοὺς ἐν βλεφάροις φθεῖρας.] Θαλάσσῳ τῷ
ὕδατι χλιαρῷ πυρία.
[α΄. Πρὸς πολύποδας καὶ ὀζαίνας.] Χάλκανθον τρίψας
σὺν ὄξει ἐπίθες· ἢ χάλκανθον ἀναλαμβανομένην μέλιτι
ἑφθῷ ἐπίθες. ἄλλο. σιδίων δραχ. ιστ΄. χολῆς ταύρου, ἀμώμου, σμύρνης, καλαμίνθης, πρασίου, ἀνὰ δραχ. η΄. κρόκου δραχ. β΄.
ἐλλεβόρου λευκοῦ δραχ. β΄. χρῶ ξηρῷ.
[β΄. Πρὸς δυσωδίαν μυκτήρων.] Ἀμώμου, σμύρνης,
κασίας, ῥόδων ξηρῶν ἑκάστου τὸ ἴσον μέρος κόψας καὶ μετὰ
νάρδου μύρου ἀνέσας κατάχριε· συμφέρει δὲ καὶ κατάχρισις
σὺν ἡδυχρόῳ μαλάγματι.
[γ΄. Πρὸς τὰ ἐν μυκτῆρσιν ἕλκη.] Λιθαργύρου δραχ.
δ΄. πηγάνου νεαροῦ δραχ. δ΄. στυπτηρίας σχιστῆς δραχ. β΄. ἐλαίῳ
μυρσυνίνῳ καὶ ὄξει διάκλυζε. ἄλλο. ψιμυθίου δραχ. α΄. λιθαργύρου
δραχ. γ΄. σκωρίας μολίβδου ἢ μολίβδου κεκαυμένου
δραχ. γ΄. πάντα δὲ πεπλυμένα καὶ ἀναλαμβανέσθω ἐλαίῳ μυρσυνίνῳ.
[δ΄. Πρὸς τὸ ἐφέλκειν αἷμα ἀπὸ μυκτήρων.] Ἀγρώστεως
ἄνθος ἐντίθετι. ἄλλο. ἐρυθρόδανον τρίψας σὺν ἐλαίῳ
ἀναλαβὼν τὰς μυκτῆρας κατάχριε.
[ε΄. Πρὸς τὰς ἐκ ῥινῶν αἱμοῤῥαγίας.] Κέλυφος ὠοῦ
συγκαύσας καὶ λαβὼν μέρος α΄. καὶ κηκίδος μέρος ἥμισυ
καὶ ἐμφύσα. ἄλλο. λύκιον ἐπίθες. ἄλλο. ὀνείαν κόπρον
καύσας ἐμφύσα τὴν σποδόν· ἢ χυλὸν ἐκπιέσας ἔνσταζε. ἄλλο. λίθον μυλίτην πυρώσας σβέννυε ἐν ὄξει δριμυτάτῳ καὶ
πρόσαγε ταῖς ῥισὶ τὴν ἀτμίδα, καὶ στήσεται. ἄλλο. λίβανον
καὶ τὴν ἀλόην ὠοῦ τῷ λευκῷ ἀναλαβὼν καὶ ποίει τὸν μοτὸν
καὶ ἐπιτίθετι, προστίσας τὰς τοῦ λαγόου τρίχας. ἄλλο.
σικύαν εὐμεγέθη πρόσβαλλε τῷ ὑποχονδρίῳ κατ᾿ ἴξιν τῆς
ῥινὸς πασχούσης· χρηστέον δὲ τοῖς στύφουσί τε καὶ τοῖς
τὴν αἱμοῤῥαγίας ὁρμὴν κωλύουσι.
[στ΄. Πρὸς μυκτῆρας ἡλκωμένους καὶ πολύποδας καὶ
ὀζαίνας.] Ἀφρονίτρῳ παράπτου διαστέλλων τοὺς μυκτῆρας·
καὶ πρὸς εὐωδίαν λευκοίου ἄνθους μήπω ἐκπεπτωκότος
τοῦ βλαστοῦ ἐπιμύων, τρίβων τε μεθ᾿ ὕδατος, πάχος ποιῶν
μέλιτος ἀφάπτου τῶν ἡλκωμένων. ἄλλο. ἴον ἑφθὸν μετὰ
μέλιτος παράπτου.
[ζ΄. Πρὸς τὰς ἐνδοτέρω φλεγμονάς.] Στέαρ χήνειον
χυλῷ πράσου καὶ στρύχνου διεὶς ἴσον διάχριε τῆς ἡμέρας.
[η΄. Πρὸς τὰ ἐν μυκτῆρσι ἕλκη σκληρώδη.] Μόλιβδον
λεάνας ἐπίχεε οἶνον ἀπαράχυτον καὶ μυρσινελαίου τὸ ἀρκοῦν, ἵνα ἔχῃ μέλιτος πάχος. ἄλλο. λεπίδα ἑψήσας μετὰ
μέλιτος χρῶ.
[θ΄. Αἷμα ἀπὸ μυκτήρων ἀποσπᾶσαι.] Ἡδύοσμον
ἀναλαβὼν μέλιτι καὶ κολλύρια ποιήσας θὲς εἰς τοὺς μυκτῆρας.
[ι΄. Πρὸς τοὺς ἀπὸ μυκτήρων αἱμοῤῥαγοῦντας.]
πήγανον τρίψας ἀναλάμβανε ἐλαίῳ καὶ εἰς τοὺς
μυκτῆρας ἐπιτίθει. ἄλλο. κόμμι καὶ λιβανωτὸν λεάνας καὶ
δεύσας ἐν ὄξει τίθει. ἄλλο. σποδὸν κυπρίαν μετὰ πράσου
χυλοῦ δεύσας χρῶ. ἄλλο. σπόγγον κεκαυμένον μετὰ πίσσης
ξηρῷ χρῶ. ἄλλο. ὀξυσχοίνου ἄνθος ἐντίθει τοῖς μυκτῆρσιν.
[ια΄. Πρὸς τὰς ἀκαταχέτους αἱμοῤῥαγίας καὶ μάλιστα
ὅταν χρονίως πυρέξαντες αἱμοῤῥαγῶσιν.] Πυρίον ἐντίθει
ὁτὲ μὲν ξηρὸν, ὁτὲ δὲ κολλύριον ποιῶν ἰσομέγεθος τοῖς
μυκτῆρσι καὶ οὕτως ἐπιτίθει· κατάπλασσε τούτοις καὶ τοὺς
μυκτῆρας καὶ τὰς παρειὰς καὶ τὸ μέτωπον. ἄλλο. διφρυγὲς
καύσας καὶ λειοτριβήσας μετὰ ὄξους κατάπλασσε. ἄλλο.
ἔριον βρέξας εἰς τὸ λευκὸν τοῦ ὠοῦ ἐντίθει. ἄλλο. πολυγόνου χυλῷ βρέχων ἔριον ἐπιτίθει· ἢ στρύχνου χυλῷ. ἄλλο.
πήγανον τρίψας λεῖον μετ᾿ ὄξους κατάπλασσε καὶ ἐπιθυμία·
δεῖ δὲ χρῆσθαι τοῖς δυναμένοις ἐπιστύφειν καὶ ἐπουλεῖν
τὴν φορὰν τοῦ αἵματος, τοιούτοις οὖσιν, οἷον κώνιον
ὑποθυμία τοῖς μυκτῆρσι καὶ τὴν ἀποφορὰν ἕλκε· προσπιέζειν
δὲ καὶ τοῖς δακτύλοις τοὺς μυκτῆρας. μύε δὲ τὰς
ἀκοὰς κηρωτῇ ἢ ἄλλῳ τινὶ ἐπιμελῶς. ἢ καὶ τὴν ἀκροποσθίαν
ἐπιδεσμεῖν παπυρίῳ, ἐπὶ δὲ γυναικῶν θηλὴν τοῦ
μαζοῦ ὁμοίως. χρῆσθαι δὲ καὶ τοῖς ψύχειν δυναμένοις κατὰ
τοῦ μετώπου καὶ τῆς κεφαλῆς. εὔθετον δὲ σικύαν τῇ κεφαλῇ
προσάγειν ἢ καὶ τὴν ἐν μετώπῳ φλέβα λύειν. ποιοῦσι
δὲ καὶ οἱ πταρμοὶ πολλάκις στῆναι· ἢ βούγλωσσον τὴν
βοτάνην ὁμοίως ἢ ὀνίδα δεύσας ἐν ὄξει προστίθει τοῖς μυκτῆρσιν.
[ιβ΄. Πρὸς τοὺς ῥέγχοντας.] Ἄνηθον ὑποτίθει ὑπὸ
τὴν κεφαλὴν μὴ γινώσκοντος, ποιεῖ δὲ τοῦτο καὶ πρὸς τοὺς
ἐκ σκιμπόδων ἐξαλλομένους.
[ιγ΄. Πρὸς στίγμα καὶ αἶραν χωρὶς οὐλῆς καὶ ἕλκους.] Ἀποσμήξας τὸν τόπον νίτρῳ ῥητίνῃ | τερεβινθίνῃ κατάπλασσε
καὶ ἔασον ἡμέρας ε΄. καὶ οὕτως λύσας κατακέντησον
τὰ στίγματα γραφείῳ, ἔπειτα λιβάνῳ χρῶ μετὰ νίτρου
καὶ μετὰ μέλιτος ἴσον ἑκάστου κατάπλασσε, ὡς πάχος κηρωτῆς
ὑγρᾶς, λῦε δὲ καὶ κατάντλει. ἄλλο. ἑλλέβορον λεῖον
μετ᾿ ἄρτου κατάπλασσε ἢ ὀξύγαλα καθ᾿ ἑαυτὸ κατάπλασσε.
ἄλλο. συκῆς φλοιὸν λεῖον κατάπλασσε. ἄλλο. σταφίδα ἀγρίαν κατάπλασσε.
καὶ τὰ τοιαῦτα προσώπου πάθη.] Σικύου ἀγρίου ῥίζης
χυλοῦ κεκομμένου καὶ σεσησμένου σμῆχε τὸ πρόσωπον. ἄλλο.
ἀλκυόνιον μετὰ οἴνου τρίψας κατάπλασσε. ἄλλο. ἀγρίαν
ἄμπελον κόψας μετὰ οἴνου Αἰγυπτίου κατάχριε λειοτριβήσας.
ἄλλο. εὐζώμου ἀγρίου ῥίζαν τρίψας καὶ ἀναλαβὼν
χολῇ προβατείᾳ κατάχριε τὸ πρόσωπον νίτρῳ. ἄλλο. ἐλατήριον
λειοτριβήσας μετὰ ὄξους καὶ ποιήσας μέλιτος πάχος,
κατάχριε, μετὰ κηρωτῆς μίξας. ἄλλο. κιννάβαρι μετὰ μέλιτος
χρῖε τὸ πρόσωπον. ἄλλο. κάγχρυος σπέρμα λειώσας αὐτοὺς τοὺς φακοὺς κατάχριε καὶ ὅταν ξηρανθῇ, ἔκκλυζε.
ἄλλο. σικύου ἀγρίου τὴν ῥίζαν καὶ συκῆς τοὺς ἀκρέμονας
ἕψει ἐν ὄξει καὶ λείοις κατάπλασσε. ἄλλο. κοτυληδόνος ῥίζας
λειώσας μετὰ μέλιτος κατάχριε τὸ πρόσωπον. ἄλλο.
ἐρυθρόδανον ποιεῖ πρὸς ἔφηλιν καὶ ἀλφοὺς ἤγουν κόψας
μετὰ ἐλαίου κατάχριε. ἄλλο. ζόγχον πικρὸν λειώσας μετὰ
μέλιτος κατάχριε. ἄλλο. ἀνήθου σπέρμα τρίψας μετὰ οἴνου
παλαιοῦ καὶ ποιῶν μέλιτος πάχος ἐπίχριε τὸ πρόσωπον καὶ
ἐννυκτέρευε· πρωῒ δι᾿ ἑτέρων μεμασημένου δὲ αὐτοῦ πρὸς
ἔφηλιν καὶ φακούς. ἄλλο. τῷ λευκῷ ἴῳ μετὰ ὕδατος κατάχριε.
ἄλλο. ἀφρόνιτρον λειώσας μετὰ κηρωτῆς ἐσκευασμένης
διὰ κηροῦ Τυῤῥηνικοῦ κατάχριε τὸ πρόσωπον.
[β΄. Πρὸς ἀλφοὺς καὶ χρῶμα λευκόν.] Ἀλκυόνιον
καύσας μῖξον μέλιτι καὶ κατάχριε καὶ ἀλεύρῳ μίξας ὀροβίνῳ
καὶ σιτίνῳ σμηχέσθω θερμῷ ὡς τὰ μάλιστα. ἄλλο.
ἀμύγδαλα πικρὰ λελεπισμένα ὄξει δριμεῖ ἀναλαβὼν κατάπλασσε. ἄλλο. ὠκίμου σπέρμα τρίψας μετ᾿ ὀρνιθείου στέατος
ἢ χηνείου κατάχριε. ἄλλο. τῆλιν μετ᾿ ὄξους λείαν κατάχριε,
ἀφίστησι λεπίδας.
[γ΄. Πρὸς ἔφηλιν καὶ φακούς.] Σμύρναν καὶ κρόκον
μεθ᾿ ὕδατος λεάνας κατάχριε. ἄλλο. πορφύρας ἢ κήρυκας
λαβὼν εἰς πολταρίδιον δὸς εἰς κάμινον ὀπτηθῆναι καὶ λειάνας
μετὰ μέλιτος χρῶ.
[δ΄. Ποιοῦν λευκὸν καὶ τεταμένον τὸ πρόσωπον.]
Σικύου ἀγρίου τὰς ῥίζας τεμὼν ψῦξον καὶ ἑψήσας δι᾿ ὕδατος
τρῖψον λεῖον κατάπλασσε.
[ε΄. Στίλβον ποιοῦν τὸ πρόσωπον.] Ὀρόβους οἴνῳ εὐώδει
λειώσας κατάπλασσε. ἄλλο. σεμιδάλεως χυλὸν καταστήσας ἀπόχεε
τὸ ὑγρὸν καὶ τῇ ὑποστάθμῃ πρόσμιξον ὠοῦ τὸ λευκὸν, ποιῶν μέλιτος
πάχος, καὶ τούτῳ χρίων τὸ πρόσωπον ἐλαίῳ διάτριβε.
ἀπὸ δὲ τοῦ ἡλίου γενόμενος ψυχρῷ πρόσκλυζε πολλῷ, ὥστε εὔχρουν
ποιεῖν εἰς μίαν ἡμέραν. φῦκος ἑψήσας ἔμβαλλε στυπτηρίαν
ὀλίγην, εἶτα κονίαν προσμίξας, τρίψας χρῶ, πολλῷ χριόμενος
ἐλαίῳ, ὥστε εὔχρουν τὸ πρόσωπον καὶ τὸ χρῶμα ποιῆσαι ἡδὺ ὄζον. πελεκήματι κυπαρίσσου καὶ πρίνου ἐν τῷ
αὐτῷ ζέσας ἄλειφε ὅλον τὸ σῶμα. ἄλλο. λιβανωτὸν καὶ
παιδέρωτα ἴσα μίξας μετὰ μέλιτος τρίψας χρῖε τὸ πρόσωπον
καὶ ἔα δι᾿ ὅλης ἡμέρας, εἶτα ἀπόκλυζε. ἄλλο. λίνου
μίξας τρύγα σύγχριε εἰς τὸν ἥλιον, μέλλων πορεύεσθαι προεκνιτρώσας
τὸ σῶμα.
[στ΄. Πρὸς τὸ μὴ ὑπὸ ἡλίου ὑποκαίεσθαι, ἀλλὰ καὶ
τὴν ἐκκαυθεῖσαν ὄψιν ἰάσασθαι.] Βολβὸν λευκὸν λεῖον
μετὰ μέλιτος κατάχριε. ἐὰν οἰδῇ τὸ πρόσωπον χωρὶς φλεγμονῆς,
γῆν μέλαιναν τρίψας δι᾿ ὕδατος κατάχριε. ἄλλο. ἀλκυόνιον
μετὰ νάρδου Κελτικῆς λείοις ἅμα.
[ζ΄. Πρὸς φύγεθλον καὶ φακούς.] Δρακοντίου ῥίζαν
σὺν μέλιτι κατάπλασσε. ἢ μελάνθιον σὺν ὄξει· ἢ πενταφύλλου σπέρμα.
[η΄. Πρὸς ποιεῖν τὸ πρόσωπον ἐρυθραῖον.] Ἐρυθρόδανον
τρίψας καὶ διαμίξας ἐλαίῳ κατάχριε. ἄλλο. βυλβὸν
πικρὸν τρίψας καὶ μίξας ἐλαίῳ κατάχριε. ἄλλο. λαβὼν κρόκου, ἐρεβίνθου, λιβάνου, σμύρνης, ἐρυθροδάνου ῥίζης
ἀνὰ δραχ. β΄. ἀναλάμβανε στέατι μοσχίῳ καὶ μαστιχίνῳ ἐλαίῳ,
εἶτα ἐπίχριε· καὶ διαστήσας περίματτε σπόγγῳ θερμῷ.
πρῶτον πρὸς τὰ χείλη κατεῤῥωγότα.] Κηκίδα ὀμφακίνην
λείαν ἀναλάμβανε καὶ ῥητίνην τερεβινθίνην σὺν ὑσσώπῳ
καὶ μέλιτι καὶ ἐπίχριε.
[β΄. Πρὸς τὰς βαθυτέρας ἐπιῤῥήξεις.] Ἐνάλειφε
αἰγείῳ τεθεραπευμένῳ λίπει. ἄλλο. στέαρ χήνειον, μετὰ
μέλιτος τερεβινθίνης ἴσα, ῥόδων ἄνθους, ὑσσώπου ξηροῦ,
μαστίχης γένηται ἔνχρισις.
[γ΄. Πρὸς τὸ εὐωδεῖν τὸ στόμα.] Ἶριν ἀποβρέξας
οἴνῳ παλαιῷ εὐώδει διακλύζου συνεχῶς, κατέχων ὀλίγον ἐν
τῷ στόματι χρόνον. ἄλλο. ἕρπυλλον ἀποβρέχων οἴνῳ διακλύζου
ἐπ᾿ ὀλίγον.
[δ΄. Πρὸς δυσφόρους ὀσμὰς χωρὶς ἑλκῶν γινομένας.]
Τινὲς ἀκράτῳ διακλύζονται μετὰ σμύρνης· καὶ τοῦ σχοίνου
δὲ ἄνθος λεάναντες παρατρίβουσι τὰ αὐτὰ καὶ κιμωλίαν ποιήσαντες μεθ᾿ ἁλὸς παρατρίβουσιν, ὁμοίως καὶ μαρμάρῳ
ὀπτῷ μετ᾿ ἀνίσου. ὁμοίως δὲ καὶ κριθὰς μετὰ ἁλὸς καὶ μέλιτος.
τινὲς δὲ καὶ ὀθόνιον καίουσι καὶ οἴνῳ ἐμβάλλουσι
καὶ οὕτω λείῳ χρῶνται καὶ κισσήρει καὶ νάρδῳ καὶ σμύρνῃ
μετὰ μέλιτος. καὶ σεμίδαλιν καὶ ἶριν μέλιτι μίξαντες καίουσι
καὶ τούτῳ χρῶνται. καὶ τῶν ὀστρέων τῇ πορφύρᾳ
καὶ κήρυκι καὶ σμύρνῃ καὶ ὅταν πρὸς κοίτην ἀπέρχωνται,
ὄξει δριμεῖ διακλύζονται. διαμασῶνται δέ τινες καὶ τὰ
τῆς πίτυος φύλλα, ὅταν ἐκπορεύωνται. καὶ ὕδατι διακλύζονται.
τινὲς δὲ καὶ ἄνισον διαμασῶνται ἢ γλυκύῤῥιζον ἢ
ἶριν ἤ τι τοιοῦτον ἐκπορευόμενοι.
[ε΄. Πρὸς τὰ ἐν τῷ στόματι ἕλκη καὶ σηπεδόνας.]
Μελαντηρία κεκομμένη ὠφελεῖ. ποιεῖ πρὸς ταῦτα καὶ τὸ
ὀμφάκινον κατ᾿ ἰδίαν καὶ μετὰ μέλιτος πινόμενον. ποιεῖ δὲ
καὶ ἡ γλαύκουρις. θλασθεῖσα μετὰ μέλιτος καὶ ὕδατος ἴσου
διδομένου τοῦ χυλοῦ ἀναγαργαριζέσθω.
[στ΄. Πρὸς αἱμοῤῥαγίαν ἐκ τοῦ στόματος.] Συγκλύζηται
τὸ στόμα ἀφεψήματι τῶν ῥόδων ἐν ὀξυκράτῳ, ὅταν καταψυχθῇ καὶ καταπίνηται. ἄλλο. γαργαριζέτω ὁ πάσχων
καὶ συγκλυζέτω τὸ στόμα ἑψήματι τῶν ῥόδων ψυχρῷ, ἢ
ἑλίκων ἀμπέλου ἢ σχίνου φύλλων ἢ βάτου ἢ μήλων κυδωνίων
ἢ ῥόδων ἢ γιγάρτων ἢ ῥοιᾶς. ἄλλο. σπέρμα ῥόδου
σὺν μαστίχῃ δίδου σὺν οἴνῳ στυπτικῷ πίνειν ἢ σὺν οἴνῳ
ἑψήματος τῆς βάτου ἢ ῥόδων.
[ζ΄. Πρὸς τὰ τοῦ στόματος ἕλκη.] Κηκίδα ἐν τῷ
οἴνῳ ἑψήσας σύγκλυζε τὸ στόμα, ἔπειτα προστίθετι κηκίδα
τετριμμένην τὴν σὺν μέλιτι διαμεμιγμένην ἢ τὸ ῥόδων
ἄνθος· σύγκλυζε καὶ στόμα ἑψήματι τῶν τῆς ἐλαίας φύλλων.
πάθη αὐτῶν.] Χρῶνται δὲ καὶ ὀδοντοτρίμμασι τοιούτοις
τισὶ, ποιοῦσιν ἅμα πρὸς τὰ οὖλα καὶ ὀδόντας λευκαίνουσι
καὶ στεροῦσι, γῆν ἐρετριάδα καύσαντες καὶ λειώσαντες
χρῶνται· λευκαίνει τοῦτο τοὺς ὀδόντας σφόδρα καλῶς.
ὀροβίνῳ βρέχων ἐν οὔρῳ λεῖον κατάχριε. ἄλλο. δασύποδος
κεφαλὴν καύσας μίξον τῷ μαράθρῳ ὡς λευκοτάτῳ καὶ σηπίας
ὀστράκοις λείοις χρῶ. ἄλλο. ἐλάφειον ὀστοῦν καύσας καὶ λειώσας χρῶ. τοῦτο καὶ τοὺς πόνους τῶν ὀδόντων ἰᾶται
καὶ μετὰ ῥοδίνου χριόμενον κεφαλαλγίας παύει. ἄλλο.
γλήχωνα καὶ ἁλὸς πεφρυγμένον μίξας εἰς τὰ αὐτὰ λείοις
χρῶ. ἄλλο. ἀστράγαλον προβάτειον καύσας ὁμοίως χρῶ.
ἄλλο. κριθὰς ὀπτήσας μεθ᾿ ἁλὸς λείοις χρῶ.
[β΄. Διάκλυσμα πρὸς ἕλκη καὶ ὀδόντας σειομένους καὶ
ἀστατοῦντας.] Ἀλυκακάβου ῥίζαν καθεψήσας μετὰ σιδίων
λιπαρῶν κατάχριε. ἄλλο. λευκῆς ῥίζαν καὶ περιστερεῶνος
βοτάνης τὴν ῥίζαν ἢ ἠρυγγίου ῥίζαν ἢ αὐτὸ τὸ ἠρύγγιον
ἢ πολίου ῥίζαν λειώσας κατάχριε.
[γ΄. Πρὸς κινουμένους ὀδόντας.] Ὄνου χηλήνιον καύσας
τρῖψον ὄξει ἀναλάμβανε καὶ ποιῶν κυκλίσκια ἀπόθου
καὶ χρῶ, ἀνιὼν ὄξει, ἕνα κυκλίσκον δίδου διακλύζεσθαι,
παύει παραχρῆμα τοὺς πόνους καὶ ἵστησιν. ἄλλο. χαμαιλέων
μέλας διακλυζόμενος παύει ὀδονταλγίας. τοῦτο καὶ μῦς
κτείνει. ἄλλο. σεύτλου διακλυζόμενος χυλὸς ὀδονταλγίας
παύει παραχρῆμα. ἄλλο. ὑοσκυάμου ῥίζαν διάκλυζε θερμοτέρως
καὶ ἄπονος ἔσται. ἄλλο. πήγανον καὶ ὕσσωπον καὶ σμύρναν μετ᾿ οἴνου λεάνας διακρατείτω. ἄλλο. φλόμου ῥίζαν
ἑψήσας μετ᾿ ὄξους ἢ οἴνου ἢ ὀξυκράτου δίδου διακλύζεσθαι.
ἄλλο. νίτρον σὺν ἐλαίῳ δίδου διακλύζεσθαι, καὶ
ἄπονον ποιεῖ. ἄλλο. σφαιρία κυπαρίσσου ἑψηθέντα διὰ οἴνου
καὶ ῥόδου διακλυζέσθω. ἐὰν δὲ ὅλοι πονῶσιν οἱ ὀδόντες,
κεδρίαν διακλύζων, ἄπονον ποιεῖς παραχρῆμα. ἄλλο.
μύλη ἐὰν ἀλγοῦσα εἴη, μονοκλώνου μαλάχης ῥίζαν ἐφάπτου
καὶ ἄπονος ἔσται. δίδου διαμασήσασθαι τοῖς ἀλγοῦσι τοὺς
ὀδόντας, περδικίου τῆς βοτάνης ῥίζαν, εἰσερχομένοις εἰς τὸ
βαλανεῖον, καὶ διακρατείτω τὴν μύλην μέχρις ἂν ἐξέλθῃ, καὶ
ἄπονος ἔσται. ἄλλο. πυρέθρου ῥίζα διαμασηθεῖσα αὐθήμερον
τὸν πόνον παύει. ἄλλο. βοτάνης ποντίτιδος ῥίζα διαμασηθεῖσα
παύει τὸν πόνον.
[δ΄. Ὑποθυμίαμα τοῖς ἀλγοῦσιν ὀδοῦσιν.] Ἀλκυόνιον
ὑποθυμία καὶ εὐθέως ἄπονος ἔσται. ἄλλο. ὑοσκυάμου σπέρμα
ὑποθυμιασθὲν ἄπονον ποιεῖ.
[ε΄. Πρὸς εὐωδίαν ὀδόντων.] Κιμωλίαν μεθ᾿ ἁλὸς διάτριβε, χρίσας τοὺς ὀδόντας. ἄλλο. ὀδόντα κυνὸς λαβὼν
ἐπὶ πῦρ ἐπίθες καὶ ὑποθυμία· ἅμα γὰρ τῷ καίεσθαι στερεοῦται.
[στ΄. Πρὸς βεβρωμένους ὀδόντας.] Πρὸς τοὺς δὲ βεβρωμένους
ὀδόντας ἔμβαλε πέπερι λευκὸν λείῳ ἀνειμένον χαλκάνθῳ
ἢ κηκίδα. ἢ μετὰ μέλιτος σχιστὴν ἐντίθει εἰς τὸ βρῶμα καὶ
ἄπονον ποιήσει. ἄλλο. τὸν τοῦ λίμακος λίθον θραύσας εἰς σησαμοειδῆ
μεγέθη καὶ ἐπίθες εἰς τὸ βρῶμα τοῦ ὀδόντος καὶ
παραχρῆμα ἄπονον ποιεῖ, ἐπιπωμάτιζε δὲ κηρῷ. ἄλλο. ἧπαρ
ταύρου ἡσύχως πεφρυγμένον καὶ ἐντιθέμενον εἰς τὸν ὀδόντα
ἅμα τῇ θίξει ἄπονον ποιεῖ. ἄλλο. ὄνυξ χελώνης ἐντιθέμενος τῇ
βεβρωμένῃ μύλῃ ποιεῖ καλῶς. ἄλλο. χολὴ ἄρκτου ἐντεθεῖσα
αὐτίκα ἀπόνους ποιεῖ, θεραπεύει δὲ καὶ πάντα τρόπον ἐπιχριομένη.
[ζ΄. Πρὸς κινουμένους ὀδόντας.] Τὸ τῆς χελώνης
αἷμα διακρατούμενον ἐν τῷ στόματι στερεοῖ. ἄλλο. ἀλκυόνιον
Ἰνδικὸν ἐν οἴνῳ τριπτὸν διακλυζέσθω καὶ ἵστησι τὴν κίνησιν. [η΄. Πρὸς τοὺς ἐκ πληγῆς κινουμένους ὀδόντας.] Κοράλλιον
ἐπιτίθει καὶ κράτει ἐπὶ ἱκανὸν χρόνον.
[θ΄. Πρὸς αἱμωδίαν.] Ἄῤῥωστος διαμασαέσθω| τὴν
ἀνδράχνην· ἢ ἐλαίῳ ὠμοτρίβει παρατριβέσθω ἢ ἀμόργῃ ἐν
χαλκῷ ἑψηθείσῃ μέχρι μελιτώδους στάσεως· ἡ γὰρ παλαιωθεῖσα
διαχριομένη πάνυ ποιεῖ.
[ι΄. Χωρὶς σιδήρου ἀπόνως ἆραι ὀδόντας.] Περιπλάσας
ζύμην ἔασον αὐτὸν ὀλίγον· εἶτα περίχυσον αὐτὸν
σαύρας αἵματι, καὶ ἐκπεσεῖται.
[ια΄. Ὥστε αὐτόματον ἐκεπεσεῖν.] Πύρεθρον ἐν ὄξει
φυράσας καὶ ταριχεύσας ἐπὶ ἡμέρας λ΄. ἐν τούτῳ περίπλασσε
τὸν ὀδόντα καθάρας. ἄλλο. ἀρτεμισίαν τὴν βοτάνην ἐν ὄξει
τρίψας περίπλασσε. ἄλλο. περιχαράξας τὸν ὀδόντα κάμπαις
ταῖς εὑρισκομέναις ἐπὶ ταῖς ἀκρέμοσι τῶν βοτανῶν καὶ
κραμβῶν κατάχριε, φυλασσόμενος τοὺς ἄλλους ὀδόντας· εἰ
δὲ τοὺς κάτω ἆραι θέλεις, ταῖς εὑρισκομέναις ὑποκάτω χρῶ.
ἄλλο. σανδαράχην ἐν ὄξει τρίψας χρησίμως ἔασον ξηρανθῆναι καὶ χρῶ ξηρῷ αἱμάξας τὴν μύλην, ἐάσας γὰρ βραχὺ
ἑλκύσεις τοῖς δακτύλοις αὐτὴν, ἢ κολοκυνθίδος ἀγρίας ἐντίθει
ῥίζαν τῷ ὀδόντι. ἄλλο. μοίδου ὀμφακίτου ῥίζαν ξηράνας
ἐν σκιᾷ καὶ κόψας καὶ σήσας περίπασσε τὰς ῥίζας καὶ
μετ᾿ ὀλίγον ἐπιλαμβάνου τοῖς δακτύλοις καὶ ἀκολουθεῖ, ἢ τῷ
τῆς Αἰθιοπικῆς ἐλαίας δακρύῳ παράπτου τοῦ πεπονθότος
ὀδόντος. ἄλλο. σαῦραν ἀγρίαν ξηράνας καὶ ἀνασχίσας καὶ
κόψας ἀπόθου. ὅταν περικαθάρῃς τὸν ὀδόντα, ἐντίθει καὶ
μετ᾿ ὀλίγον ἕλκε καὶ ἀκολουθήσει. ἄλλο. κόκκους κνίδης μίξας
μετὰ χαλβάνης περίπλασσε τῷ πάσχοντι, καὶ παραχρῆμα πεσεῖται.
[ιβ΄. Ἀπόνως ἆραι ὀδόντας.] Ἡ τῆς ξανθοῦ βοτάνης
ῥίζα θερμαινομένη καὶ πρὸς τῷ ὀδόντι εὐθέως θεῖσα αἴρει
τοῖς δακτύλοις.
[ιγ΄. Ὥστε τοῖς δακτύλοις αἴρειν.] Κολοκυνθίδας ἀγρίας
κόψον καὶ ὄξει ἀπόβρεξον, ὥστε πάχος σχεῖν μέλιτος, καὶ ἀπόβαπτε
εἰς τὸ φάρμακον τὸ περιχαρακτήριον περιχάρασσε· καὶ κέλευε συμμῦσαι τὸ στόμα ἐπ᾿ ὀλίγον. εἶτα ἐπιλαμβανόμενος
τοῖς δακτύλοις ἕλκε τὸν ὀδόντα, ἀπόνως ἀκολουθεῖ.
ἄλλο. ἄλευρον μετὰ ὀποῦ τιθυμάλλου ἐπιθὲς καὶ ἐπάνω
κισσοῦ φύλλον, καὶ ἔασον ὥραν· αὐτομάτως γὰρ θρυβήσεται.
[ιδ΄. Πρὸς τὸ λευκαίνειν ὀδόντας.] Τὸ νίτρον, σηπίας
ὄστρακον καὶ φοινίκων ὀστοῦν τρίψας χρῶ. ἄλλο καλόν.
κοράλλιον ἐρυθρὸν, κίσσηριν, φοινίκων ὀστᾶ, σηπίας
ὄστρακα καὶ τοὺς ἅλας κεκαυμένους τρίψας χρῶ.
[ιε΄. Πρὸς ὀδονταλγίαν.] Σκινελαίῳ μὴ παλαιῷ ὀδόντας
σύγκλυζε. ἄλλο. συγκλυζέσθω τὸ στόμα σὺν τοῖς πηγάνου
φύλλοις ἐν ὀξυμέλιτι ὠπτημένοις, ἢ συγκλυζέσθω σὺν
ὄξει σκιλλιτικῷ· ἢ ἑψέσθω ἐν ὄξει πύρεθρον καὶ ὕσσωπον.
χρὴ δὲ καὶ τὸ ὑγρὸν καὶ τὸν χυμὸν κενοῦν.
[α΄. Πρὸς διαβεβρωμένα οὔλη.] Ῥόδων ἄνθους δραχ. η΄.
κηκίδων δραχ. δ΄. σμύρνης δραχ. β΄. καὶ μίξας πρόσθες. ἄλλο.
γάλακτι ὀνίῳ τὰ οὔλη διάκλυζε. ἄλλο. ἐλαίας φύλλων ἀφεψήματι στόμα διάκλυζε. ἄλλο. ὄξει σκιλλιτικῷ οὔλη ἔκκλυζε.
ἄλλο. ἰὸν σιδήρου καὶ βαλαύστια ξηρὰ προσθές.
[β΄. Πρὸς τὰ οὔλη οἰδοῦντα καὶ ἐκσαρκοῦντα.] Ὠφελεῖ
ἀνδράχνης χυλὸς διαβρατούμενος ἢ ἅλμη κολυμβάδων
ἐλαιῶν, ἢ ἔλαιον θερμὸν ὠμοτριβὲς, ἢ σχίνινον, ἢ ἀμόργη.
ξηρὰ δὲ προσαπτόμενα συμφέρουσι, ἰὸς σιδήρου ἢ χαλκοῦ,
ἀριστολοχίας ῥίζα, ἀρνογλώσσου σπέρμα, διφρυγὲς, χάλκανθος
ὀπτὴ, κύτινοι.
[γ΄. Πρὸς παρουλίδας.] Ἀφεψήματι φύλλων ἐλαίας
διάκλυζε καὶ προσθὲς κηκίδα. ἄλλο. ἕψε ἐν ἑψήματι φύλλα
ἐλαίας καὶ κηκίδα.
[δ΄. Πρὸς οὖλα ἀπομελανθέντα καὶ σαπρά.] Ποιεῖ
τρίψις ἐξ οἴνου τρυγὸς κεκαυμένης· ῥύπτει γὰρ, καθαρίζει
καὶ ἀπολευκαίνει.
[ε΄. Πρὸς αἱμασσόμενα οὖλα.] Ποιεῖ ἡ τοῦ αἵματος
ἀφαίρεσις ἐκ τῆς κεφαλικῆς καὶ ὁ τῶν οὔλων σχασμός· ποιεῖ
καὶ ὑοσκυάμου φύλλων χυλὸς ἢ τὸ αὐτοῦ ἀφέψημα σὺν ἑψήματι ἢ στάγματι θερμὸν διακρατούμενον ἐν τῷ στόματι.
ἄλλο. σχίνου ἀκρεμόνας καὶ τὰ βαλαύστια ἑψήσας ἐν
ὀξυκράτῳ σύγκλυζε. ἄλλο. ῥίζαν βάτου ἑψήσας ἐν οἴνῳ τὸ
στόμα σύγκλυζε· ἢ ῥοῦν καὶ κηκίδα ἐν οἴνῳ ἑψήσας
ὁμοίως χρῶ.
προσάπτου, βρέχων τὸν δάκτυλον εἰς ἔλαιον ἢ εἰς κοχλιάριον
βαλὼν παράπτου. ἄλλο. ἀκάνθης Αἰγυπτίας τὸ
σπέρμα λειώσας ξηρῷ παράπτου. ἄλλο. ἰσχάδας νήστει μετὰ
φύλλων ἐλαΐνων δὸς φαγεῖν. ἄλλο. ὀπὸν Κυρηναϊκὸν μεθ᾿
ἁλὸς λεάνας ξηρῷ προσάπτου, πρότερον ἀναγαργαρίσας ὕδατι
θερμῷ· ἢ σχιστὴν καύσας ἐπιμελῶς παράπτου· ἢ ἀσκαλαβώτην
ἐπ᾿ ἀμπελίνοις ξύλοις παράπτου, ποιεῖ καλῶς. ἄλλο.
βάτου τοὺς καυλοὺς μετὰ μέλιτος καὶ πίσσης ὑγρᾶς λειώσας
κατάπλασσε. ἄλλο. λίθου ἀγηράτου ἄνθος μίξας δίδου ἀναγαργαρίζειν
ἢ κράμβης χυλῷ μίξας στυπτηρίαν σχιστὴν
ἀναγαργαριζέτω, ὠφελεῖ καλῶς.
[Καυστικὸν κιονίδος.] Μίσυ καὶ ἄσβεστον ἀναλαβὼν ἴσα ῥητίνῃ τερεβινθίνῃ ὑποτίθει καὶ ἔα ὑποκρατεῖν· αἴρει
ἐντὸς ὡρῶν τριῶν. ποιεῖ δὲ καὶ πρὸς σταφυλὰς καλῶς τὸ
ἀπόῤῥυμμα τῆς πίσσης, τὸ φερόμενον ἀπὸ Κιλικίας λαμβανόμενον
εἰς κοχλιάριον καὶ ὑποτιθέμενον. καὶ ὀμφάκιον μετὰ
μέλιτος ἢ γλυκέος λίαν. λέγεται δὲ ἀπαθῆ φυλάσσειν τὴν
κιονίδα, ἐάν τις ῥᾶγας σταφυλῆς καταπίνῃ νῆστις ἑκάστου
ἔτους, καὶ οὐδέποτε ἕξει τὸ πάθος. καὶ τοῖς ἐπὶ τῶν
παρισθμίων τεχθησομένοις ἀναγαργαρίσμασι χρηστέον, ἐπὶ
σταφυλῆς πασχούσης. πρῶτον καὶ ἐν ἀρχῇ κέλευε ὕδωρ
θερμὸν διακρατεῖν καὶ ἀναγαργαρίζεσθαι ψυχρῷ, ἢ ὀξυκράτῳ
ἢ ῥοιᾶς γλυκείας χυλῷ καθηψημένῳ, μέχρις ἂν
σχῇ πάχος μέλιτος, ἀνεθέντι μετ᾿ ὀξυμέλιτος ἢ ὀξυκράτου
ἢ δρακοντίου χυλῷ, καὶ ποιήσουσι καλῶς.
[Πρὸς σταφυλὴν τῇ φλεγμονῇ ἐπιληφθεῖσαν.] Σκευαζέσθω
γαργάρισμα σὺν χυλῷ τῆς ῥοιᾶς μετὰ μελικράτου,
ἢ σὺν ὕδατι τῶν ἀφεψήματος ῥόδων, ἢ σὺν τῷ διάμβαρ ἐξ
ὕδατος θερμοῦ. ποιεῖ καὶ ὁ τῆς γλυκυῤῥίζης χυλὸς σὺν μέλιτι παρατεθειμένος καὶ γῆ σφραγὶς, τῆς τε Αἰγυπτίας
ἀκάνθου ὁ καρπός. ἀδηκτότερά ἐστι κόμμι Ἀραβικὸν, τραγάκανθα,
σαρκόκολλα προστεθειμένα. ἄλλο. τὸν τῆς Αἰγυπτίας
ἀκάνθου καρπὸν καὶ ὀπὸν προσθές· ἢ βάτου ἀκρέμονας
τρίψας σὺν μέλιτι κατάπλασσε.
Ποιεῖ δὲ τοῦτο καλῶς ἐπὶ παρισθμίων. οἱ τὰ μύρτα
κατασκευάζοντες εἰώθασιν ἐν μέλιτι χρίειν καὶ ἀψινθίῳ·
τοῦτο οὖν διαχριόμενον ἢ μετά τινος ἀναγαργαριζόμενον
θαυμαστῶς ποιεῖ. ἐὰν ἐπιμένῃ τι τῆς φλεγμονῆς μετὰ τοῦ
τετραχύνθαι τὰ παρίσθμια, χρηστέον γάλακτι πάντῃ θερμῷ
καθ᾿ ἑαυτὸ καὶ μετά τινος τῶν εἰρημένων. ἢ πιτύροις ἀφηψημένοις
δι᾿ ὕδατος ἢ ὑδρομέλιτος ἢ πιτύρων ἀποβρέγματι
ἢ τράγου ῥᾶγας, ὀρύζης βρέξας ἐν ὕδατι θερμῷ ἄλευρον,
δὶς ἢ τρὶς χρῶ τῷ χυλῷ. ἢ ζωμῷ ὀρνιθείῳ ἢ ἐριφείῳ
ἢ πτισάνην ἕψει μετὰ σταφίδος καὶ τῷ χυλῷ, ἢ
μαλάχης ἀφεψήματι καθ᾿ αὑτό. ἢ καὶ μετὰ μέλιτος ἕψει τὴν
μαλάχην ἢ καὶ μετὰ θερμῶν καὶ μετὰ γλυκέος χρῶ. [Πρὸς παρίσθμια καὶ συναγχικούς.] Γλυκυῤῥίζης χυλὸν
ἀνεὶς χρῶ· ἐὰν δὲ ἐσχάραι γένωνται, πρὸς τὸ ταύτας
σχολάσαι, ὑδρομέλιτι ἀναγαργαρίζεσθαι δεῖ. ἢ φακῆς ἀφεψήματι
καθ᾿ αὑτὸ καὶ μετὰ ὑσσώπου ἢ ἴρεως ἢ κολυμβάδων
ἐλαιῶν ὕδατι ἀναγαργαριζέσθω, ἢ κρόκου βραχὺ καὶ
σμύρνης μετὰ βραχέος γλυκέος ἀναζεσθέντα. ἢ σῦκα παρεψήσας,
παρέμπλασον αὐτοῖς ὠμήλυσιν καὶ χυλώσας διήθησον
καὶ τῷ χυλῷ χρῶ ἢ τῷ τῶν σύκων ἀφεψήματι μίξας
νᾶπυ ὀλίγον, δίδου ἀναγαργαρίζεσθαι· φλέγμα γὰρ ἄγει
καὶ λύει τὴν φλεγμονήν.
[Πρὸς δὲ τὰς ἀποστάσεις τὰς ἐν παρισθμίοις.] Συμφέρει
τι τῶν εἰρημένων· ἀφρονίτρῳ λείῳ παράπτου, ἐνίοτε
δὲ καὶ ἄνθος νίτρου μίσγε. ἀποχύει γὰρ τὰς ἐσχάρας καὶ
τήκει τὰς ἀποστάσεις ἐν διακλύσματι διδόμενον. καὶ στακτῇ
κονίᾳ πρασίου χυλὸς διηθείς· ἢ αὐτὸ τὸ πράσιον τὴν βοτάνην
ἐν ὑδρομέλιτι ἑψηθεῖσαν· ἢ πηγάνου ἀφέψημα μετὰ
πρασίου ἢ καθ᾿ ἑαυτὸ ἢ ἐν ὑδρομέλιτι καθεψηθὲν ποιεῖ.
καὶ ὁ χυλὸς ἀναγαργαριζόμενος καὶ ὀρόβων ἀφεψήματι ἀναγαργάριζε ἢ μίσυ μίσγων μετὰ κηκίδος ὀμφακίνης καὶ μυρσίνης
ἐξ ἴσου λειοτριβήσας μετὰ στυπτηρίας ὑγρᾶς καὶ μέλιτος
ἴσον μίσγων διάχριε. τοῦτο οὐ μόνον ἐσχάρας ἐκβάλλει,
ἀλλὰ καὶ τὰς ἀντιάδας τήκει θαυμαστῶς. ἢ δέλφακος
αἵματι χρίσας τὰς χεῖρας καθάψου τοῦ τραχήλου τρίς.
ἄλλο. κοχλίας γυμνοὺς βάλε εἰς πολτάριον καὶ καῦσον
καὶ λειώσας τὴν τέφραν ἀναλάμβανε μέλιτι λείῳ, διάχριε·
ἀπαράβατόν ἐστιν.
[α΄. Πρὸς παρεκκοπὰς καὶ ἐλαττώσεις τῆς φωνῆς.] Βολβοὺς
δύο μετὰ μέλιτος δίδου φαγεῖν ὠμούς. ὠφελεῖ δὲ καὶ
τὸ σῦκον ἑψόμενον καὶ ἀναγαργαριζόμενον μετὰ λιβάνου καὶ
σμύρνης. ποιεῖ δὲ καὶ τὸ θεῖον ἄπυρον μετὰ ὠῶν λαμβανόμενον
κοχλιάρια β΄. ἢ γ΄. ἄλλο. λαβὼν ἀμύγδαλα πικρὰ
κ΄. σπέρματος λίνου κεκαυμένου δραχ. δ΄. τραγακάνθης τῆς ἐν
ὕδατι βεβρεγμένης δραχ. β΄. στροβίλους λ΄. τῷ μέλιτι ἀναλαβὼν
χρῶ. ἄλλο. τοῦ γλήχωνος δραχ. δ΄. σπέρματος λίνου, πεπέρεως, καλαμίνθης ἀνὰ δραχ. β΄. πετροσελίνου δραχ. α΄. μέλιτος
λίτρ. α΄.
[β΄. Πρὸς τοὺς ἤδη πνιγομένους.] Ἀνθρωπείαν κόπρον
εἰς ῥάκος ἐνδήσας καὶ καύσας δίδου πιεῖν· τοῦτο τοῖς
ἤδη πνιγομένοις βοηθεῖ. ἄλλο. ποιεῖ δὲ καὶ κόπρος αἰγεία
σὺν μέλιτι καὶ πίσσῃ ὑγρᾷ διαχριομένη ἐπὶ τῆς συναγγικῆς
ἅκρως. ἢ πηγάνου χυλῷ καὶ γάλακτι κλύζε διὰ κλυστῆρος
τὸν φάρυγγα τοῦ συναγχικοῦ· κατασπᾷ γὰρ δάκρυον πολὺ
καὶ κουφίζει. ἄλλο. οὖρον συνεχῶς ἀναγαργαριζόμενον ὑγιάζει·
δεῖ δὲ συναναγαργαρίζεσθαι καὶ χυλὸν κράμβης.
[γ΄. Πρὸς τὰς τῶν παίδων ἐσχάρας.] Τὰς ἐν τῷ
φάρυγγι γιγνομένας διάχριε· εἶτα δίδου ἀριστολοχίαν ἐν
οἴνῳ ἑψήσας ἀναγαργαρίζεσθαι. τάχιστα θεραπεύει.
[δ΄. Πρὸς ὀστᾶ ἀκαφθέντα καὶ πάντα ἐκ τοῦ βρόγχου
ἐκβαλεῖν.] Ὕδατος καὶ ἐλαίου τὸ ἴσον εἰς τὸ στόμα ἐγχέας
κατεχέτω ἕως ἐκβάλῃ τὸ καταποθέν. ἐάν τις ἐσθίων καὶ καταπίνει
καὶ πνίγεται, ἐκ τοῦ αὐτοῦ οὗ τρώγει εἰς ἑκάτερον ὠτίων ἐπάνω ἐπιτιθέτω καὶ ἐπὶ τὴν κεφαλήν· ὑποβιβάζεται
γὰρ τὸ καταποθὲν καὶ πνῖγον.
[ε΄. Πρὸς βδέλλας ἐκ βρόγχου ἐκβαλεῖν.] Ἀναγαργαριζέσθω
θαλασσίαν ἅλμην. ἄλλο. ἐλαίου ἢ ὀποῦ Κυρηναϊκοῦ
τὸ μέγεθος ὀρόβου τρίψας μετὰ ἀκράτου δίδου πιεῖν
θερμόν. ἢ χυλὸν ἀναγαλλίδος πότιζε ἢ ὄξος μετὰ θύμου
δριμύ· μετὰ δὲ ταῦτα ἀναγαργαριζέσθω θερμῷ ὕδατι.
πάθη καὶ πρῶτον πρὸς κατάῤῥους.] Τυρὸς παλαιὸς λαμβανόμενος
ὠφελεῖ, ἀναξηραίνει γὰρ αὐτούς. ἐν ἐλαίῳ παλαιῷ
διάχριε τοὺς μυκτῆρας συνεχῶς, ἢ θείῳ καὶ σμύρνῃ
τετριμμένῃ μετ᾿ οἴνου καὶ μέλιτος καὶ ἐλαίου.
[Πρὸς βῆχας.] Σῦκα βαπτόμενα εἰς ἄκρατον καὶ
λαμβανόμενα ὠφελεῖ. ἄλλο. ῥητίνην τερεβινθίνην σὺν μέλιτι
ἑψῶν δίδου ἐκλείχειν· καὶ οἶνον κεκραμένον γλυκεῖ δίδου ἐπιῤῥοφεῖν.
[Ἄλλο παιδίοις μᾶλλον ἁρμόζον.] Πητυὰν
καθαρὰν ἀναλάμβανε μέλιτι ἑψηθέντι καὶ δίδου. ἄλλο. λυκοῦργον τὸν λεγόμενον κυνὰ ψιλὸν δίδου φαγεῖν. ἄλλο.
σκόροδα ἑφθὰ μετὰ μέλιτος ὠφελεῖ. ἄλλο. σκίλλαν λαβὼν περιόρυξον
αὐτῆς τὴν κεφαλὴν καὶ βαλὼν ἐκεῖ ὠὸν, περιπήλωσον
τὸν τόπον καὶ ὀπτήσας δὸς φαγεῖν.
[Πρὸς τοὺς διηνεκῶς πυρέσσοντας.] Ὑσσώπου δεσμίδιον
μετὰ ὕδατος εἰς τρίτον ἐκζέσας δὸς πιεῖν νήστει ἐπὶ
ἡμέρας λ΄. εἰς θερμὸν, παιδίοις δὲ καὶ μετὰ ἰσχάδων. ἄλλο.
πτερίνην κόψας καὶ σήσας ἐπίπασον ὡς ἄλφιτα εἰς τὸν
τόπον. ποιεῖ δὲ τοῦτο καὶ πρὸς αἱμοπτοϊκοὺς καλῶς. ἄλλο.
σίνηπι κόψας καὶ λειοτριβήσας δίδου κοχλιάριον α΄. μετὰ
οἴνου κυάθων β΄. πίνειν ἑξῆς ἐπὶ ἡμέρας γ΄.
[Πρὸς τὰς νυκτερινὰς βῆχας.] Ἡδύοσμον τρίψας βάλε
εἰς ὄξος καὶ δίδου ῥοφεῖν.
[Ὑποκαπνισμὸς πρὸς τὴν βῆχα.] Στύρακος, μαστίχης,
πεπέρεως, πετροσελίνου ἀνὰ δραχ. α΄. σανδαράχης δραχ. στ΄.
ἀκρόδρυον τῆς δάφνης α΄. τοῖς ἄνθραξιν ἐναπτομένοις ἐπιθὲς
καὶ καλάμῳ τὸν παπνὸν ἐν τῷ στόματι δέχηται ὁ πάσχων. [Πρὸς ἀσθματικούς.] Σκίλλαν ἑψήσας ἐν οἴνῳ ἢ μελικράτῳ
πίνειν δίδου. ποιεῖ καὶ πνεύμων ἀλώπεκος ξηρὸς
καταξυόμενος εἰς οἶνον μέλανα καὶ πινόμενος. ἄλλο. κάρδαμον
λευκὸν κόψας καὶ μίξας μέλιτι δὸς ἐκλείχειν.
[Πρὸς δυσπνοοῦντας.] Λαβὼν προβάτων τὰς κατὰ τὸν
δακτύλιον τρίχας καὶ καύσας καὶ τρίψας ἐν γλυκεῖ δὸς πιεῖν.
ἄλλο. θεῖον ἄπυρον δὸς πιεῖν μετὰ οἴνου κοχλιάρια δ΄.
[Πρὸς ὀρθοπνοϊκούς.] Στρούθιον ἐν ὕδατι θερμῷ
δὸς πιεῖν. ἄλλο. ἀείζωον μετὰ μέλιτος δίδου λεῖον ἐκλείχειν
ἢ βολβὸν ἢ ἀβρότονον, ὡς χόνδρον δίδου μεθ᾿ ὑδρομέλιτος
ἢ ὑσσώπου ἑφθῶν δίδου σὺν ὑδρομέλιτι, ἢ στοιχάδα τὴν
βοτάνην, ἢ καστόριον μετὰ γλυκέος πινόμενον, ἢ σκίλλης
τὸ ἐντὸς μετὰ ὀξυμέλιτος.
[Πρὸς αἱμοπτοϊκούς.] Συμφύτου ῥίζαν δὸς φαγεῖν
ὅσον δύναται καὶ τῇ αὐτῇ ἡμέρᾳ ὄξος μὴ ἁπτέσθω. ἄλλο.
Σαμίας γῆς ἀστέρα δίδου, ὁτὲ μὲν μετὰ πολυγόνου χυλοῦ,
ὁτὲ δὲ καθ᾿ ἑαυτό. ἔλεγε δὲ Ἱππίων ὁ Κενταύριος πρὸς αἱμοπτοϊκούς· καλῶς ποιεῖ κνίδης χυλὸς διδόμενος σὺν οἴνῳ
κυάθων γ΄. ποιεῖ δ᾿ ἐπὶ τούτῳ καὶ ὄξος ῥοφόμενον καὶ μάλιστα
ὁ σκιλλίτης. ἔτι δὲ χυλὸς ἡδυόσμου καὶ τραγακάνθης
ὑπὸ τὴν γλῶσσαν κατεχόμενος.
[Πρὸς τοὺς ἔκ τινος βίας εἰς τὰ ἔνδον αἱμοῤῥαγοῦντας.]
Λαβὼν ἀμπελίνην σποδὸν ὄξει κατάσβεσον καὶ ἐπιχέας
πλεῖον ὄξος δεῦσον καὶ διήθησον διὰ ῥάκους, καὶ μίξας
ὕδατι ὀλίγῳ δὸς πιεῖν ὅσον κοχλιάρια στ΄. τοῦτο καὶ στύφει
τὸν αἱμοῤῥαγήσαντα τόπον καὶ τὸ πηχθὲν αἷμα καὶ
βρωθὲν ἐκκρίνει καὶ ἵστησι τὴν αἱμοῤῥαγίαν. ἴσχαιμον γάρ
ἐστι τῶν ἐντὸς αἱμοῤῥαγιῶν.
[Πρὸς πᾶσαν αἱμοῤῥαγίαν.] Συμφύτῳ μετ᾿ ὄξους κατάπλασσε
τὸ πρόσωπον, ἐὰν μὲν ἀπὸ μυκτῆρος ᾖ· ἐὰν δὲ
ἀπὸ θώρακος τὸ στέρνον· ἐὰν δὲ ἀπὸ κύστεως ἢ μήτρας
ἢ νεφρῶν καὶ τὰ ἰσχία κατάπλασσε.
[Πρὸς ἀναφορικοὺς καὶ φθισικούς.] Κόμμεως
τὸ μέλαν καθεψήσας διὰ γλυκέος δίδου ὑπὸ γλῶσσαν κατέχειν καὶ καταπίνειν· ποιεῖ γὰρ πρὸς ἀναφορικοὺς κόμμεως
τὸ μέλαν καὶ πρὸς βῆχα καλῶς.
[Φθίσιν μὴ τελείαν παῦσαι.] Πνεύμονα ἐλάφου καλάμῳ
ἐξελὼν καὶ ξηράνας λειοτρίβησον καὶ δίδου κοχλιάρια
γ΄. μετὰ μέλιτος κυάθων γ΄. εἶτα διαστήσας ὀλίγας ἡμέρας
δὸς πάλιν πιεῖν.
[Ἐπὶ τῶν φθισικῶν καὶ τῶν ἀγόντων αἱμόπυα.] Χρώμεθα
τῷ ταρίχῳ μετ᾿ ἄρτου διδόντες ἐσθίειν, οὕτως βρέχοντες
αὐτὸ εἰς ὕδωρ τρὶς ἢ τετράκις, ἕως οὗ πλυνόμενον
τὸ ὕδωρ μὴ ἐνδιδοῖ ἅλμην εἰς αὐτὸ, ἐνδεσμεύοντες αὐτὸν
εἰς χάρτην ὀπτῶμεν καὶ δίδομεν χωρὶς οἰνομέλιτος ὀλίγον
ἐπιχέοντες. Ἡρόφιλος δὲ ἐπ᾿ αὐτῷ χωρὶς τινὸς δίδωσι
ταρίχους σὺν ἄρτῳ καὶ ἐπιπίνειν ὕδωρ κελεύει, λέγων ὅτι
ἐπείπερ ἅλες ἐπὶ ταρίχῳ συστρέφουσι τὴν κοιλίαν, οἶνος δὲ
δοθεὶς λύει. χρώμεθα δὲ καὶ σκίλλῃ ὀπτῇ καὶ μετὰ ταρίχου
ἐν αὐτῇ καὶ ἀνακαθαίρονται ἰσχυρῶς. καὶ πράσοις δὲ
μετὰ ἄρτου. εἶτα ὅταν δόξωσιν ἀνακεκάρθαι ἐπιμελῶς καὶ
εἰ ἀσθενέστεροι ὦσιν, ἀνατρέφομεν αὐτοὺς κρέασι καὶ τοῖς ὁμοίοις, τῇ αὐτῇ δ᾿ ἀγωγῇ χρώμεθα καὶ ἐπὶ τῶν συῤῥαγέντων
ἀποστημάτων ἐν τοῖς πρὸς κάθαρσιν. καὶ ἰχθὺς δὲ ἡ
βοτάνη μετὰ ἀξουγγίου ἀνάλου διδομένη τρώγειν τοὺς ἀναφορικοὺς
καὶ βήσσοντας ποιεῖ καλῶς.
[Πρὸς τὴν αἵματος πτύσιν ἢ ἀναγωγήν.] Ποιεῖ καὶ
γῆ σφραγὶς καὶ οἱ τροχίσκοι ἐκ τοῦ ἠλέκτρου καὶ τροχίσκοι
ἐκ κοραλλίου καὶ ἡ θηριακὴ ἐν κλίνῃ διδομένη.
δίδου πίνειν. κυμίνου ἐπὶ τὰ ὄψα ἐπίπασον ὕδατι καὶ δὸς
πιεῖν. ἄλλο. πηγάνου κλωνία ε΄. δίδου λειάνας καθ᾿ ἡμέραν.
ἢ στοιχάδος βοτάνης τρισὶ δακτύλοις δίδου. τριφύλλου σπέρμα
πότιζε. πάνακος ῥίζαν πότιζε. χαμαιπίτυν ὁμοίως.
[β΄. Πρὸς πλευρίτιδα.] Εἰ μὲν οὖν ἄχρι κλειδὸς ἡ
ὀδύνη διατείνῃ, φλεβοτομητέον αὐτούς. εἰ δὲ εἰς ὑποχόνδριον
κάτω, καθαρτέον καὶ κλυσμοῖς δριμέσι χρηστέον. καὶ
εἰ μὲν μέτριον ᾖ τὸ ἄλγημα, μετὰ τὸ κλύσμα δοτέον αὐτοῖς
μελίκρατον καὶ τὸν πτισάνης ἢ τοῦ χόνδρου χυλόν· παρακμάσαντος δὲ τοῦ πάθους, ἐμβλητέον τοῖς χυλοῖς καλαμίνθην
ἢ πράσιον. ποιεῖ καὶ τῆς κνίδης σπέρμα σὺν μέλιτι.
πρὸς τὰ δὲ σφοδρὰ τῶν ἀλγημάτων μετὰ τὴν κένωσιν παρηγορητέον,
ὡς ταῖς διὰ κέγχρον καὶ πιτύρων ἐν μαρσίππῳ
πυρίαις ἢ διὰ θερμοῦ ὕδατος ἢ ἐλαίου ἐν κύστῃ ἢ |διὰ
ἐρίου οἰσυπηροῦ σὺν ἐλαίῳ καὶ οἴνῳ τεθαλασμένῳ ἐπιτιθεμέναις.
περὶ δὲ τὴν τετάρτην ἡμέραν θρέψον τοῖς ῥοφήμασι
σὺν ὀλίγῳ μέλιτι. μετὰ δὲ τὴν ἑβδόμην καὶ τῇ πηγανερᾷ
ἐμπλάστρῳ κατὰ τῶν ὀδυνωμένων χρησώμεθα τόπων. καὶ
βολβοὶ δὲ σὺν ὀξυγγίᾳ τεθέντες πολλάκις ἤρκεσαν. δοτέον
ἔκλεγμα διὰ στροβιλίων καὶ ἀμυγδάλων πικρῶν καὶ λινοσπέρμου
καὶ ἀμύλου.
[γ΄. Τὸ χρίσμα καλόν.] Λαβὼν βδέλλιον, κόστον,
κράμβης καυλοὺς καυθέντας τῇ τέφρᾳ καὶ στέατι μιγισμένα.
διαφορητικὸν καὶ ἰσχυρῶς ἐστὶ τὸ φάρμακον.
Πρὸς τοὺς μαστοὺς κεκλιμένους ὀρθῶσαι.] Λαβὼν γῆν
γραφικὴν, μετὰ μέλιτος ἑψήσας εἰς ῥάκος ἐπιτίθει ἀπὸ ὄρθρου ἕως ἑσπέρας. εἶτα σπόγγον ἐκ χύτρας ἐπιτίθει, ἕως
ἀποσπάσῃς τὸ κατάπλασμα. ποιεῖ δὲ τοῦτο καὶ ὀρθοὺς
καὶ τεταμένους. κατάπλασσε δὲ ἐπὶ πάχος, ἐὰν θέλῃς ἐνεργότερον
αὐτὸ ποιῆσαι κηκίδος ὀμφακίτιδος γο. ι΄.
[β΄. Μαστοὺς μένειν ἁπαλοὺς ἐπὶ πολλὰ ἔτη.] Κωνείῳ
κατάπλασσε καρυϊστίῳ.
[γ΄. Μαστοὺς μείζονας μὴ γίνεσθαι.] Χοῖρον ἐκτεμὼν
τῷ αἵματι κατάχριε τοὺς μαστοὺς καὶ οὐκ αὔξονται.
[δ΄. Πρὸς τὸ ξηραίνειν τὸ γάλα.] Κρητάριον λειωθὲν
ὄξει καὶ καταχρισθὲν καὶ ἐπιτιθέμενα τὸ γάλα ἵστησι.
[ε΄. Πρὸς φλεγμονὴν ἢ ἀπόστημα τῶν μαστῶν.] Κιμωλίαν,
λίβανον καὶ ἔλαιον ῥόδινον διαμίξας ἐπιτίθει. ἄλλο.
κατ᾿ ἀρχὰς μὲν σπόγγον ἁπαλὸν ὀξυκράτῳ χλιαρῷ βρέξας
καὶ ἐκπιάσας ἐπιτίθει καὶ ἐπιδέσμει. ἄλλο. φοίνικας καὶ
ἄρτου ψίχιον συντρίψας ὀξυκράτῳ καὶ χλιαρὸν ἐπιτίθει. ἄλλο.
κορίαννον, στυπτηρίαν καὶ ψύλλιον μετὰ κηρωτῆς ἐπιτίθει.
ἄλλο. ἄρτον μετὰ περδικιάδος χλωρᾶς ἅμα κηρωτῇ ἐπιτίθετι
τὴν ἡμέραν. ἄλλο. ἄρτον σὺν μελικράτῳ ἢ μέλιτι ἢ οἴνῳ κατάπλασσε. εἰ δὲ μὴ φέροιεν τὸ βάρος καταβροχῇ διὰ
γλυκέος ἐλαίου χρηστέον θερμοῦ δι᾿ ἐρίων τρυφερῶν. πυριατέον
δὲ αὐτοὺς ἀτμῷ θερμοῦ ὕδατος ἢ ἀφεψήματι τήλεως
ἢ ἀλθαίας ἢ σελινοσπέρμου.
[στ΄. Πρὸς ἐφέλκειν τὸ γάλα.] Ῥάφανον σὺν πιτύροις
ἐν οἴνῳ ἑψήσας καὶ ἠθήσας δίδου πίνειν. ἄλλο. σήσαμον
σὺν οἴνῳ γλυκεῖ δίδου πίνειν. ἄλλο. ἄνητον ἢ αὐτοῦ
σπέρμα ἑψήσας σὺν σαρξὶ ἢ τοῖς τὴν γάλακτος εὐπορίαν
ποιέουσιν. ἄλλο. πίτυρα σὺν ῥίζαις τοῦ μαράθρου ἑψήσας
ἐν ὕδατι δίδου πίνειν. ἄλλο. μελανθίνου δραχ. α΄. τίθετι ἐν
μελικράτῳ καὶ δίδου. ἄλλο. πράσον ἑψήσας ἐν ὕδατι καὶ
δίδου πίνειν αὐτοῦ ἀφέψημα. ἢ πράσον τρίψας καὶ ἠθήσας
δίδωτι τὸ ὕδωρ πίνειν. ἄλλο. χυλὸν μαράθρου δίδου
πίνειν. ἄλλο. ῥίζαν μαράθρου καὶ ῥηθὴν κεκαυμένην ἑψήσας
ἐν ὕδατι καὶ τὸ βούτυρον διαμίξας δίδου πίνειν. ἄλλο.
ἀφέψημα ἱππομαράθρου δίδου πίνειν. ἢ δίδου καὶ κατεσθίειν
αὐτὸν ἱππομάραθρον. ἄλλο. καρδάμωμον σὺν οἴνῳ
δίδου πίνειν. ἄλλο. σπέρμα τοῦ ἄγνου δίδου σὺν οἴνῳ πίνειν. ἄλλο. χυλὸν τεύτλου δίδου πινόμενον. δεῖ δὲ τοῖς δριμέσι
καὶ ἀλμυροῖς καὶ ὀξέσι καὶ λαχάνοις ἀπέπτοις ἀπέχεσθαι.
[ζ΄. Πρὸς κωλύειν τὸ γάλα.] Μαστοὺς τῷ ὕδατι
θαλασσίῳ πυριάσας καὶ αὐτοῖς τὰ στυπτικά τε καὶ ξηραντικὰ πρόσθες.
[η΄. Διαφυλακτικὰ μαστῶν, οἷς αὐταὶ διὰ πολλοῦ τεταμέναι
καταμένουσι.] Κιόνιον λεάνας μαστῷ ἐπιτίθει ἐπὶ
ἡμέρας θ΄. καὶ τὸ σπόγγον ἔξωθεν τῷ ὀξυκράτῳ βρεχόμενον.
ἄλλο. κύμινον σὺν ὕδατι τρίψας κατάπλαττε τοὺς τιτθοὺς,
εἶτα ἔξωθεν ἐπιθεὶς σπόγγον ἀπὸ ὀξυκράτου σφίγγε τὸ στῆθος
δεσμίδι· μετὰ δὲ τρεῖς ἡμέρας τὸ κύμινον ἄρας κατάπλαττε
τοὺς τιτθοὺς κρίνου βολβῶν μετὰ μέλιτος· καὶ δήσας
πάλιν ἔα τρεῖς ἡμέρας. καὶ τοῦτο ποίει τρεῖς τοῦ μηνός.
μασχάλας.] Ἀσάρῳ χρῖε τὰς μασχάλας ἀπὸ βαλανείου καὶ
πρωῒ καθ᾿ ἡμέραν. ἢ στυπτηρίαν ὑγρὰν κατάχριε καθ᾿ ἡμέραν.
ἢ ὠκίμου σπέρμα δι᾿ οἴνου καὶ μέλιτος κατάχριε· τοῦτο
αἴρει τὰς δυσωδίας τῶν μασχαλῶν. ἢ κονίαν πρόσπλασσε
λεπτήν. ἄλλο. μολύβδαινον καύσας καὶ οἴνῳ εὐώδει κατασβέσας τρῖβε μετ᾿ οἴνου ὀλίγον σμύρνης ἐπιβάλλων ἄχρι
γλοιοῦ πάχους καὶ χρῶ.
δύο, ἐλαίου ὠμοτριβοῦς κύαθον ἴσα μίξας δὸς
ῥοφῆσαι. τοῦτο πάντα πόνον παντελῶς ἀποθεραπεύει. ἔστι
δὲ τοῦ Σεραπίωνος ἀπαράβατον. ἄλλο. ἄνισον εἰς ὀθόνιον
ἐνδήσας κάθυγρον καὶ ἀποβρέξας εἰς ὕδωρ θερμὸν δίδου καταῤῥοφεῖν.
[β΄. Πρὸς ἀτόνους καὶ ναυτιῶντας.] Ἡδυόσμου κλῶνας
β΄. ἢ γ΄. ῥοᾶς γλυκείας χυλῷ καὶ ὄξει ἀναζέσας δὸς
καταῤῥοφεῖν. ἄλλο. ἀκτέος τὰ ἁπαλὰ φύλλα καθαρίως διὰ
ὕδατος δίδου πιεῖν, ἀπαράβατόν ἐστι.
[γ΄. Πρὸς δηγμοὺς ἄνευ τοῦ ἀναχεῖσθαί τι χολῶδες.]
Τραγορίγανον λεάνας ἐν ὕδατι ἴσα δίδου καταῤῥοφεῖν γαλακτῶδες
ποιῶν τὸ κρᾶμα.
[δ΄. Πρὸς τὰς τοῦ στομάχου ἀτονίας.] Σίνηπι πεφρυγμένον
λεῖον μετὰ ὕδατος δίδου πίνειν.
[ε΄. Ἐπίθεμα πρὸς στομαχικοὺς καὶ ὑποχονδριακούς.] Τρύγα ξηρὰν ἀναλάμβανε κηρωτῇ ἢ μυρσίνῃ ἢ ῥοδίνῃ, καὶ χρῶ.
[στ΄. Πρὸς λυγμόν.] Ἐὰν ἅπαξ ἐπαίσθῃ τοῦ λυγμοῦ,
τὸν δάκτυλόν σου τῆς ἀριστερᾶς χειρὸς τὸν ἀσπαστικὸν τρὶς
κράτησον, ἢ ὄξος ἐπιῤῥοφησάτω, ὥστε καὶ κύμινον καὶ χόνδρον·
ἢ ἐμεσάτω καὶ παύσεται· ἢ πνεύματος κατοχὴν
ποιείτω· ἢ πταρμοῖς χρήσθω· ἢ πήγανον μετὰ οἴνου πινέτω·
ψωμὸν ἐν ὄξει δεύσας καταπινέτω· ἢ ὀστάριον χοίρειον
τῇ χειρὶ ἀνατριβέτω. παύει δὲ τοὺς λυγμοὺς καὶ ἔκπληξις.
[ζ΄. Πρὸς τὴν τοῦ στομάχου ὀδύνην.] Καστόριον
δίδου πίνειν δι᾿ ὀξυκράτου· καὶ εἰ μὲν φύσημα τὸ αἴτιον ᾖ,
ἑψήσας ἐν ἐλαίῳ κύμινον, δαύκου σπέρμα καὶ πετροσέλινον
κατάχριε· εἰ δὲ τὸ ψῦχος, ἕψε τὰς ἐν ἐλαίῳ δαφνίδας καὶ
πήγανον καὶ μελάνθιον καὶ μαράθρου σπέρμα. ἐπὶ δὲ τῆς
μέσης ὀδύνης ποίει τὰ πυρία διὰ κέγχρων. ὠφελεῖ σικύα
εὐμεγέθης περιλαμβάνουσα τὸν ὀμφαλόν.
[η΄. Πρὸς ἀτονίαν στομάχου.] Ὠφελεῖ ἔλαιον μήλινον
ἢ διὰ χυλοῦ τῶν ῥόδων. ἄλλο. τὸ σινήπεως σπέρμα κεκαυμένον τρίψας καὶ σὺν ὕδατι δίδου πίνειν. ἄλλο. λαβὼν
μαστίχης, ἀλόης, στύρακος ἀνὰ μέρη β΄. ἀψινθίου, οἰνάνθης
ἀνὰ μέρη γ΄. μηλίνου μέρη δ΄. οἴνου τὸ ἀρκοῦν, ῥόδων μέρη
β΄. ταῦτα λειούμενα ἀναλαμβάνεται πορφύρᾳ ἢ ἐρίῳ καὶ
ἐπιτίθεται τῷ στομάχῳ. τινὲς καὶ κῦφι καλούμενον, τινὲς
δὲ καὶ κηρὸν προσπλέξαντες κηρωτὴν ποιοῦσιν. ἄλλο.
ἡδυόσμου κλῶνας β΄. ἢ γ΄. ἐν τῷ ῥοιᾶς γλυκείας χυλῷ καὶ
τῷ ὄξει δίδου πίνειν.
καὶ εἰλεὸν καὶ κόπρον ἐμοῦντας.] Ὀλβίνος οἶνος ἐπὶ τῶν
χολερικῶν εὔθετός ἐστι· καὶ γὰρ εὐστόμαχος καὶ πρὸς κοιλίαν ποιῶν.
[β΄. Ἔμετον παῦσαι.] Πολυγόνου χυλῷ χρῖε τὰ
ἐσθιόμενα. ἄλλο. ἀψίνθιον ἑψήσας ἐν ὕδατι, εἰς τρίτον
μέρος καθεψηθέντος πιεῖν, πρὸς τὴν ἕξιν ἀποβλέπων. ἢ
κενταυρίου ἢ θύμου ἢ μυρτίδας μελαίνας.
[γ΄. Ὥστε ἐμέσαι ἀλύπως.] Σαμψύχου φύλλα δὸς
φαγεῖν. ἄλλο. στακτῇ κονίᾳ χρῖε τὸ ἔσχατον ποτήριον. [δ΄. Πρὸς εἰλεὸν θαυμαστὸν καὶ κόπρον ἐμοῦσι.]
Ποίησον οὕτω. ἑψήσας ἔλαιον ἐξ ἀνήθου δὸς πιεῖν· ἕως
δὲ τοῦτο ἑψηθῇ, αὐτὸν εἰς θερμὸν καχλάζον ἔμβαλε καὶ
μετὰ τὸ πιεῖν τὸ ἔλαιον θερμοὺς τοὺς ψωμοὺς δὸς φαγεῖν.
σωθήσεται καὶ ἐὰν ἤδη πνίγεται. τούτῳ ἔσωσα ἡγεμόνα
κατὰ τὴν ἡμετέραν Ἀσίαν.
[ε΄. Πρὸς τοὺς πυκνὰ ἐμοῦντας.] Ῥοῦν καὶ κύμινον
τρίψας ἐν τῷ αὐτῷ δὸς πίνειν ὀξυμέλιτι κυάθων στ΄.
οὐγγίαν α΄.
[στ΄. Πρὸς χολερικοὺς λίαν καλόν.] Ἡδύοσμον ἐν οἴνῳ
δὸς πιεῖν, ἐὰν ἀπύρετος ᾖ. καὶ βοτάνην πενταδάκτυλον ξηράνας
δὸς πιεῖν. λειάνας ἐν οἴνῳ διὰ κυάθων ζ΄. ἢ διὰ
ὕδατος θερμοῦ κυάθων β΄. εὐθέως ἄπονος ἔσται. ἄλλο. κοχλίαν
τρίψας σὺν τῷ κελύφει δίδου πιεῖν.
[ζ΄. Πρὸς τὴν τῶν ἐμέτων ἐποχήν.] Ἀμπέλων φύλλα
καὶ ἕλικας χυλίσας μετὰ ἀλφίτων δίδου πιεῖν νήστει ἐν
ὕδατι κοχλιάριον ἕν. ἄλλο. πάνακος ὀβολὸν ἐν οἴνῳ καὶ.
ἐλαίῳ θερμῷ πότιζε.
κοχλιάριον α΄. ἡδύοσμον πασσόμενον καὶ πινόμενον
ὠφελεῖ. ἄλλο. ἡ καλουμένη ἄκαπνος βοτάνη κλυθεῖσα καὶ
εἰς τροχίσκους ἀναπλασθεῖσα καὶ ξηρανθεῖσα ἀπονίαν παρέχει·
τρίτον δὲ ποθεῖσα μεθ᾿ ὕδατος ἀπαλλάσσει. ἄλλο,
λύκου ἧπαρ διδόμενον ὠφελεῖ ὁλκῇ δηναρίου διὰ γλυκέος
ξέστον. ἄλλο. πεπέρεως λευκοῦ κόκκους θ΄. καὶ σμύρνης
μέγεθος καρύου Ποντικοῦ, τρίψας πάντα ὁμοῦ, αἰθρίου
ὄντος παρὰ μίαν ποιήσεις ἡμέραν ἢ τρεῖς. ἄλλο. ἧπαρ ἵππου
ἀπόθου ἐν κεδρίνῳ γλωσσοκόμῳ. καὶ ἀπὸ τούτου δίδου
μετὰ οἴνου Χίου καὶ ὕδατος. οἷς τὸ ἧπαρ ἥλκωται καὶ νομὴν
ἴσχει. ἄλλο. μαλάχης χύλισμα πινόμενον μετὰ μέλιτος
ἡπατικοὺς ἰᾶται. ἄλλο. ἀσφοδέλου ῥίζα πινομένη ἰᾶται πόνους
ἥπατος. ἄλλο. λευκόϊον πινόμενον ἐπὶ ἡπατικῶν ἔξεστιν
εὐθὺς ἀπόνους ποιεῖν.
[Ἐπίθεμα πρὸς ἡπατικούς.] Σίλφιον κόψας ἀναλάμβανε
ἀξουγγίῳ παλαιῷ καὶ ἐμπλάσας εἰς ὀθόνην ἐπιτίθει.
ἄλλο. σῦκον ἐν μελικράτῳ ἑψήσας καὶ λειάνας μίσγε. ἀψίνθιον λεῖον εἰς πλεῖστον καὶ χρῶ. ἄλλο. κράμβη
ὠμὴ καταπλασσομένη ὠφελεῖ ἡπατικοὺς ἐν τάχει.
μικρὰ ἐξουροῦντας.] Ἀκάνθου ῥίζας ὃ καλεῖται Ῥωμαϊστὶ
τρικαρδουμαίας χλωρὰς γ΄. ἐὰν δὲ μὴ, ξηρὰς δ΄. μεθ᾿
ὕδατος ἕψει ἕως ἥμισυ λειφθῇ καὶ τὴν ῥίζαν ἐκθλίψας δίδου
τὸ ὕδωρ πιεῖν.
[Πρὸς ἴκτερον καλὸν λίαν καὶ ἐπὶ πολλῶν πεπειραμένον.]
Ῥαφάνους χλωροὺς σὺν τοῖς φύλλοις λειώσας, τοῦ
χυλοῦ μετὰ οἴνου κυάθου α΄. ἢ δύο, πότιζε δὲ πρὸ τοῦ βαλανείου,
ἐὰν νῆστις ᾖ. καὶ εἰς τὸ θερμὸν ἐμβαίνειν ποίει.
ὄψει γὰρ τὸν ἴκτερον εἰς τὸ ὕδωρ ἐπιπλέοντα. ἐὰν δὲ πλείονα
νόσον ἔχῃ, τοῦ χυλοῦ δίδου πιεῖν ἢ ἀγχούσης τῆς
ῥίζης ξηρᾶς κοχλιάρια β΄. λαβὼν μεθ᾿ ὕδατος κυάθων
γ΄. δίδου πίνειν· ἢ θείου ἀπύρου κοχλιάρια δ΄. δίδου ἐν
οἴνῳ ἢ βράθυος γο. α΄. μετὰ οἰνομέλιτος δίδου πίνειν.
ἐγὼ μέντοι καὶ τοιούτῳ χρῶμαι ἐναργῶς ποιοῦντι. ἀφρονίτρου γο. β΄. βρέχων ἐν οἴνῳ Ἀμιναίῳ κυάθων β΄. καὶ ἐξαιθριάσας
τὴν νύκτα ὅλην δίδωμι νήστει πιεῖν· ποιῶ δὲ τοῦτο
τριῶν ἡμερῶν ἢ δ΄. ἐφεξῆς καὶ ἰῶμαι. ἄλλο. βοτάνην ὑπερικὸν
καὶ ἀδίαντον ἐν ὕδατι ἑψήσας δὸς πιεῖν. ἄλλο. μυρίκην
μετ᾿ ὄξους τρίψας δὸς πιεῖν, ἰᾶται ἰκτερικούς. ἀπάγων
εἰς βαλανεῖον τὸν ἰκτερικὸν καὶ ἐμβιβάσας εἰς τὴν ἐμβατὴν
δίδου σχοίνου ἄνθος γο. ιβ΄. μετ᾿ οἰνομέλιτος κυάθων
γ΄. πιεῖν, βάψει τὴν μακρὰν καὶ ἀπαλλαγήσεται. ἄλλο. βοτάνῃ
ῥυβίᾳ χρώμενος τῇ καθημερινῇ διαίτῃ χωρὶς χοιρείου
κρέως, κόψας ταύτην καὶ σήσας, δίδου ἐπὶ ἡμέρας στ΄. τῇ
α΄. κοχλιάριον μετὰ κοχλιαρίων δ΄. οἴνου. εἶτα προσαφαιρῶν
τοῦ οἴνου δὸς κοχλιάρια θ΄. εἶτα η΄. εἶτα ζ΄. εἶτα στ΄. εἶτα
ε΄. εἶτα δ΄. εἶτα γ΄. ἐὰν δὲ τῇ λ΄. εἴη κατάλειμμα, |δίδου τὰ
αὐτὰ ὁμοίως ποιῶν. ἄλλο. ἀνθεμὶς σὺν ὕδατι πινομένη ἴκτερον
ἀποκαταστήσει καὶ ἡπατικοῖς ἄκρως ποιεῖ. ἄλλο.
στρούθιον μετὰ μέλιτος καὶ γάλακτος ἰᾶται πινόμενον. ἄλλο.
ὀνίσκοι οἱ ὑπὸ τῆς ὑδρίας γεννώμενοι, λεῖοι δι᾿ οἰνομέλιτος
πινόμενοι ἰῶνται ἴκτερον. ἄλλο. ἕρπυλλον ἑφθὸν σὺν ὕδατι πινόμενον ἀποκαταστήσει ἰκτερικούς. ἄλλο. θεῖον ἄπυρον
δι᾿ οἴνου πινόμενον θεραπεύει ἴκτερον, ὅσον κοχλιάριον α΄.
καὶ β΄. λαμβανόμενον τοῦ σιδήρου ἰὸς καταστήσει ἐν τάχει.
ἄλλο. αἰγὸς βοσκάδος ἄφοδον ξηράνας, κόψας σῆσον, δὸς
νήστει λουσαμένῳ, οἴνῳ εὐώδει κυάθους δ΄. κοχλιάριον μὴ
δειπνήσαντος· πυρέσσουσι δὲ δι᾿ ὕδατος τὸ αὐτὸ πλῆθος.
ἄλλο. χολῆς ἀρκείας ὅσον κύαμον Ἑλληνικὸν δίδου, εἶτα
ὕδωρ ἐπιπινέτω. ἄλλο. βράθυος κύαθον α΄. μετ᾿ οἰνομέλιτος
πινόμενον ἰᾶται ἴκτερον. ἄλλο. λίβανον ἀφέψων τῷ
ὕδατι πότιζε. ἄλλο. γῆς ἔντερον λειοτριβήσας δίδου πιεῖν.
ἄλλο. ἀριστολοχίας δι᾿ ὑδρομέλιτος πότιζε. ἄλλο. κιχωρίου
χυλοῦ κυάθους δ΄. δὸς πιεῖν καὶ ἰαθήσεται. ἄλλο. εἰς τὸν
μέσον οἶκον τοῦ βαλανείου ἱδρώσειν ἐμβίβασον καὶ ἐξελθὼν
ἀποθήσει. ἄλλο. κυνείας λευκῆς τῆς καλουμένης γενούβεως
κοχλιάριον α΄. μετ᾿ οἴνου καλοῦ κυάθων γ΄. δίδου
πιεῖν ἐπὶ ἡμέρας ι΄. ποιεῖ δὲ καὶ πρὸς κωλικοὺς καὶ πνευματώσεις ὁμοίως. [Ἔῤῥινον πρὸς ἰκτερικούς.] Ἐλατήριον ὅσον κύαμον
Ἑλληνικὸν διεὶς γάλακτι γυναικείῳ εἰς τοὺς μυκτῆρας ἔγχει.
ἄλλο. μελάνθιον ἑψήσας ἐγχυμάτιζε τοὺς μυκτῆρας ἐν βαλανείῳ,
ἐκχεῖ τὸν ἴκτερον.
ῥίζαν κόψας ἐν ὅλμῳ καὶ τρίψας τὸν χυλὸν δίδου πιεῖν
ἐπὶ ἡμέρας γ΄. ἀνὰ κύαθον α΄. ἄλλο. πάνακος ῥίζαν κόψας
δὸς νήστει ἐν ὕδατι θερμῷ κυάθων γ΄. κοχλιάριον α΄.
[Πρὸς σπληνικοὺς, κᾂν ὦσιν ἐσκιῤῥωμένοι.] Λαβὼν
καππάρεως ῥίζης τοῦ φλοιοῦ γο. β΄. ὄξους κοτύλης τὸ ἥμισυ,
ὕδατος κοτύλην α΄. ἕψει ἕως εἰς τρίτον κατέλθῃ μέρος καὶ
δίδου εὐπέπτῳ ὄντι κύαθον α΄. ἢ β΄. καὶ τοῦτο ποίει ἐκ
διαστημάτων. ἄλλο. κισσοῦ φύλλα ἑψήσας ἐν ὄξει καὶ κόψας,
ἔκθλιψον τὸ ὑγρὸν, κᾂν ἰσχυρὸς ᾖ, ἄκρατον αὐτῷ
δίδου πιεῖν. τοῖς δὲ τῶν τρυφερωτέρων ὕδωρ ἐπιμίσγων
τῷ χυλῷ. δεῖ μὲν πρὸ τοῦ πίνειν αὐτοὺς ἀναγκάζειν συχνῶς
περιπατεῖν. ἄλλο. κενταυρίου λεπτοῦ γεγηρακότος, κοπτομένου ἐν ὅλμῳ δίδου κοχλιαρίου τὸ πλῆθος ἀπυρέτοις. ἄλλο.
λαγωοῦ σπλὴν πρόσφατος καταπινόμενος, ὥστε τοῖς ὀδοῦσι
μὴ ἅπτεσθαι, ὑγιάζει τοὺς σπληνικούς. ἀγνοείτω δὲ ὁ
πάσχων ὅ τι κατέπιεν ἐνδεδεμένος τοὺς ὀφθαλμοὺς, ποιεῖ
δὲ καὶ ὁ τῶν μήπω βλεπόντων κυνιδίων σπλὴν ὡσαύτως
καταπινόμενος. ἄλλο. κυνηγετικοῦ κυνὸς σκυλάκιον λεῖον
ξηρὸν δίδου νήστει προσβαλὼν νάρδου ὀλίγης. ἔλεγε δὲ
Μάρκελλος ποιεῖν καλῶς πρὸς σπληνικοὺς καρδαμώμου κοχλιάριον
α΄. ἢ β΄. μετὰ ὄξους σκιλλητικοῦ κυάθου α΄. ἢ β΄.
διδόμενον πιεῖν ἐπὶ ἡμέρας β΄. νήστει δίδου. ἄλλο. κισσοῦ
ῥίζας ἁπαλὰς ἑψήσας δι᾿ οἴνου πότιζε. ἢ ὠμὰς κόψας πότιζε
δι᾿ οἴνου. ἄλλο. ὀνίδας ξηρὰς διάλυσον ὄξει καἰ διηθήσας
δι᾿ ὀθόνης δίδου πιεῖν. ἄλλο. ῥαφάνου χυλὸν λειοτριβήσας
δι᾿ ὀξυμέλιτος δὸς ἐπὶ ἡμέρας γ΄. τῆς ἡμέρας ἀνὰ
κυάθους β΄. πιεῖν. τήκει τὸν σπλῆνα. ἄλλο. σκωρίαν σιδήρου
δίδου πιεῖν, ὅσον κοχλιάριον μετὰ ὀξυκράτου. ἄλλο.
ἴριν μακρὰν ἑψήσας διὰ ὄξους δίδου πιεῖν τὸ ὄξους ἀπόζεμα.
ἄλλο. ἑλκοροδάνου καρδίαν δίδου πιεῖν καὶ ἐσθίειν. ἄλλο. μοῦξιν καθεψήσας δι᾿ ὕδατος, ἐὰν ᾖ ξηρὸς, δὸς πιεῖν
τὸν χυλόν· μοῦξιν δὲ λέγεται Καππαδοκιστί. ἄλλο. στοιχάδος
κοχλιάριον μετὰ οἴνου σχοινίνου κύαθον α΄. λειοτριβήσας δὸς
πιεῖν. ἄλλο. ἀμμωνιακοῦ θυμιάματος λειοτριβήσας μετ᾿
ὄξους δίδου πιεῖν κύαθον νήστει. ἄλλο. μυὸς σπλῆνα καὶ
πεπέρεως κόκκους ζ΄. εἰς σῦκον ὀπτήσας δὸς λεληθότως φαγεῖν.
[Ἐπίθεμα πρὸς σπληνικούς.] Λίθον ἄσιον ἐμβαλὼν
εἰς κύστιν βοείαν καὶ ὄξος δριμὺ ἀποδήσας ἐπιτίθει κατὰ
τοῦ σπληνὸς καὶ καταδιέλῃς. ἄλλο. μυροβάλανον μετ᾿ ὄξους
λειοτριβήσας καὶ ποιήσας κηρωτῆς πάχος ἐπιτίθει. ἄλλο.
ἀλώπεκος σπλὴν ἐπιδεσμούμενος ἰᾶται σπληνικούς.
ἄλλο. ἐρίφου σπλὴν ἐπιτιθέμενος τήκει σπλῆνα. ἄλλο. ἀγρία
κράμβη καταπλασσομένη ἰᾶται σπληνικούς. ἄλλο. Περσικῆς
φύλλα καταπλασσόμενα ποιεῖ καλῶς. ἄλλο. μυρίκης καρπὸν
ἐν ὄξει καθεψήσας, λεῖον ἑλκύσας ἐπιτίθει. ἄλλο. ἀμμωνιακὸν
θυμίασμα λειοτριβήσας μετ᾿ ὄξους ἔνελκε καὶ ἐπιτίθει.
ἄλλο. κροκόμαγμα ἐν ὄξει λειοτριβήσας καὶ ποιήσας κηρωτῆς πάχος ἐπίθες. οὐκ ἀφίσταται μέχρις οὗ ἀποθεραπεύσεται.
ἄλλο. καππάρεως ῥίζαν κόψας ἐπιμελῶς εἰς ὀθόνην
ἐπιτίθει, αὐθήμερον ἐπιτιθέμενον ὠφελήσει.
[Πρὸς σπληνικούς.] Καππάρεως ῥίζης φλοιοῦ μεθ᾿
ὕδατος λίτραν α΄. καὶ ὄξους λίτραν (S"). ἕψει ἕως ἂν ἀποτριτωθῇ
καὶ δίδου γο. α΄. (S"). ἄλλο. φύλλα κισσοῦ ἑψήσας
σὺν ὄξει καὶ κοπανίσας ἐκπίασον τὸ ὑγρὸν καὶ τοῖς μὲν
ἰσχυροτέροις δίδου ἐξ αὐτοῦ, τοῖς δὲ τρυφεροῖς ὕδωρ μιγνύων,
περιπατείτω δὲ καὶ οὕτως πότιζε. ἄλλο. καππάρεως
ῥίζαν κοπανήσας καὶ ζέσας μετ᾿ ὄξους καὶ μέλιτος δίδου
πιεῖν νήστει.
[Πρὸς σπλῆνα.] Λαβὼν κυπαρίσσου κώνους κόψον
εὐτόνως καὶ ἄλευρον ὀρόβινον λεπτότατον βάλε εἰς ὄξος καὶ
ἕψε ἕως γένηται ὡς ἔμπλαστρον. ἐπιτίθει εἰς τὸν σπλῆνα
ἕως ἡμερῶν γ΄. καὶ μετὰ γ΄. ἡμέρας λῦσον καὶ εὑρήσεις τὸ
ἔμπλαστρον πεπληρωμένον. ἄλλο. Ἀμμωνιακοῦ θυμιάματος
ἐναποβρέξας ὄξει σκιλλητικῷ ἐπὶ ἡμέρας γ΄. καὶ λειώσας εἰς
ῥάκος ἐπιθὲς καὶ μὴ λύσῃς, ἕως τὸ ἔμπλαστρον ἀποπέσῃ. ἄλλο. φύλλα συκαμίνου χλωρὰ ψύξας ἐν σκιᾷ καὶ τρίψας
ποίησον ξηρίων γραμμάρια δ΄. καὶ μετὰ ὀλίγου πεπέρεως
καὶ καρυοφύλλων μετὰ οἴνου ἀκράτου θερμοῦ εἰς ἔμβασιν
δίδου πιεῖν.
τὸ παρακείμενον ὑγρόν.] Χαλκοῦ κεκαυμένου ὅσον κυάμου
Αἰγυπτίου, κόπρου περιστερᾶς γο. α΄. οἴνου κυάθους γ΄.
δίδου. ἔστω δὲ μία πόσις. ἄλλο πεπειραμένον ἡμῖν ἐπὶ
πολλῶν. τιθυμάλλου χαρακίου τὴν ῥίζαν δίδου ἐσθίειν πρὸς
δύναμιν καὶ παραχρῆμα κενοῖ. ἄλλο. κόκκον Κνίδιον κεκομμένον
καὶ σεσησμένον ἀναλάμβανε μέλιτι, ποιῶν πάχος γλοιοῦ
καὶ δίδου κοχλιάριον α΄. πλῆρες δ᾿ οἰνομέλιτος κυάθων γ΄.
καὶ ὀλίγου θερμοῦ ὕδατος, ὡς εἶναι γαλακτῶδες ἢ διὰ
ὠοῦ ῥοφήτου. ὑδραγωγὸν κάλλιστον πάνυ. χαμαιάκτης τὸν
χυλὸν τὸν ἐκ τῆς ῥίζης κυάθων β΄. καὶ οἴνου κυάθους β΄.
ἀπαλλάσσει δίχα τοῦ τὸν στόμαχον ἀνατρέπειν. ἄλλο. ἀγρώστεως
ἀφέψημα πινόμενον ἔστι διουρητικόν. ἄλλο. στρύχνου χυλοῦ κυάθους δ΄. μέλιτος κυάθους ιστ΄. δὸς πιεῖν. ἄλλο.
ὕσσωπον καὶ γλυκεῖ τράγου οὖρον ποτιζόμενον διουρητικόν
ἐστιν. ὁμοίως ἐὰν αἴγειον ἔχῃς.
[Ἐπίθεμα πρὸς ὑδρωπικούς.] Κισσὸν κεκαυμένον ἐπιμελῶς
κατάπλασσε. ἄλλο. ῥαφάνους καθεψήσας δι᾿ ὕδατος
ἕως τακεραὶ γένωνται, κομισάμενος κρίθινον ἄλευρον μίξας
ἕψει καὶ κατάπλασσε.
διὰ φαρμακείας εἰς τὸ κατὰ φύσιν ἐπανῆλθον οὕτως.
κηκίδας καύσας ἢ τρίψας καὶ διαμίξας σὺν φλοιῷ λιβάνου
καὶ ὠοῦ λευκῷ κατάπλασσε. ἄλλο. στυπτηρίας σχιστῆς δραχ. ε΄.
τρυγὸς οἴνου Ῥοδίνου δραχ. ι΄. κηκίδων ὀμφακίνων δραχ. β΄.
οἴνου διεὶς καὶ μέλιτος ποιήσας πάχος ἐπίβρεχε, ἔξωθεν
ἐπιῤῥίπτων σπογγάριον ὀξυκράτῳ δεδευμένον καὶ ταινιδίῳ
καταλάμβανε. ἄλλο. ἐρεγμοῦ λεπύρων καὶ κηκίδων καὶ βαλαυστίου
τὸ ἴσον· ἕψε ἐν ὕδατι. ὅταν δὲ διαλυθῇ τρίψας
ἐπιμελῶς ἐπιτίθει σὺν τῷ σπόγγῳ, καθάπερ προείρηται. ἄλλο. μολίβδου ῥινήματος δραχ. ιστ΄. κωνίου, μάννης, ψιμυθίου
ὑποκυστίδος χυλοῦ ἀνὰ δραχ. α΄. οἴνῳ διαλύσας χρῶ καθὼς προείρηται.
στρόφον καὶ ὀδύνην γαστρός.] Ἀριστολοχίας ῥίζαν ἐν οἴνῳ
δὸς πιεῖν. πρὸς στρόφον καὶ λυγμὸν καὶ κεφαλαλγίαν καὶ
δυστοκίας καλῶς ποιεῖ. ἁρμόζει πταρμὸς πρὸς στρόφον καὶ
πάντα τὰ ἐντὸς πάθη. ἄλλο. τῆς λυχνίτιδος ἡ ῥίζα πλυθεῖσα
καὶ ἑψηθεῖσα μετὰ γλυκέος, εἶτα διυλισθεῖσα καὶ ποθεῖσα
ποιεῖ καλῶς. εἰ δὲ μὴ, βρώματι σεαυτοῦ πρόσβαλλε
ὀλίγην κασσίαν καὶ ὀλυρίδα μὴ κόψας.
[Πρὸς στρόφον ἐντέρων καὶ κοιλίας.] Κυμίνου πεφρυγμένου
καὶ κεκομμένου κοχλιάριον α΄. ἢ β΄. μεθ᾿ ὕδατος
κυάθων τριῶν δίδου πιεῖν· καὶ πρὸς ἐμπνευματώσεις ὄξος
ζέσας καὶ ψύξας. ἔπειτα σελίνου σπέρματος τρῖβε, παραζέων
τὸ ὄξος καὶ ἐκ τοῦ αὐτοῦ δίδου πιεῖν. ἄλλο. ἐρύσιμον
βοτάνην μετὰ ὕδατος τρίψας δίδου πίνειν. ἄλλο. ἐκ τοῦ
λαμπροῦ τὸ ἀρκοῦν τρίψας ὄξους δίδου πίνειν νήστει. ἄλλο. δάφνην μασησάμενος νῆστις τὸν χυλὸν καταπινέτω.
καὶ τὸ μάσημα ἐπιτιθέτω ἐπὶ τὸν ὀμφαλὸν καὶ παραχρῆμα παύσεται.
[Πρὸς κάθετον δακτύλιον καθαρτικὸν κοιλίας.] Εἰς
χολὴν ταύρου κροκίδα βρέξας ἐντίθει εἰς τὸν δακτύλιον.
ἄλλο. σαπῶνα Γαλλικὸν εἰς ἔριον ἐνδύσας ὑπόθου ἢ μάλιστα
στυπτηρίαν ὑγράν.
[Πρὸς δυσεντερικούς.] Φακὸν ἑψήσας σὺν βάτου
ῥίζῃ τρυφερὸν κεκομμένον ἐπίβαλε καὶ δὸς φαγεῖν. ἄλλο.
κυτίνους καθεψήσας, εἰς ὀξύγαλα λειοτριβήσας ἔμβαλλε ἔλαιον
τὸν αὐτὸν τρόπον καὶ δίδου φαγεῖν. ἄλλο. κέγχρον κεκομμένον
ἑψήσας βάλε στέαρ μόσχειον. καὶ ποιήσας λιπαρώτατον
δὸς ῥοφῆσαι θερμότατον, εἶτα ψυχρότατον τὸ ὕδωρ
ἐπιῤῥοφείτω καὶ παραχρῆμα ὑγιὴς ἔσται. ἄλλο. κηκίδος τὸ
ἐντὸς λαβὼν τρῖψον λεῖον καὶ μίξας ἄλευρον καὶ ὠοῦ τὸ
λευκὸν φυράσας ποίησον ἀρτίσκον καὶ ὀπτήσας κατάκλα καὶ
ἔγχει εἰς οἶνον ἀπαράχυτον καὶ δὸς φαγεῖν. [Ἔκλειγμα πρὸς δυσεντερικοὺς καὶ κοιλιακοὺς καὶ
λειεντερίαν.] Σιλφίου ξύσματα μέλιτι παραμίξας δὸς ἐκλείχειν.
ἄλλο. ὠὸν, μέλι, οἶνον, σίδια ἴσα διαβάλλων τηγάνιζε
καὶ πεπέρεως μικρὸν ἐπιπάσσων δίδου πιεῖν ἄκρως. ἄλλο.
ὠὰ τρία βαλὼν εἰς ὄξος ἔα ἐμβρέχεσθαι ἐπὶ ἡμέρας τρεῖς
καὶ λαβὼν σεμιδάλιον φύρασον τοῖς ὠοῖς τοῖς τρισὶ καὶ
ὀπτήσας καὶ ἐμβάψας εἰς ἄκρατον δός.
[Πότημα πρὸς δυσεντερικοὺς καὶ κοιλιακοὺς καὶ λειεντερίαν.]
Ῥοῦν καθεψήσας δι᾿ οἴνου στύφου εἰς τρίτον,
δίδου πιεῖν, οἷς ἡ κοιλία οὐ καλὰ φέρει. ἄλλο. κηκίδα δι᾿
οἴνου αὐστηροῦ καθεψήσας πότιζε τοὺς ῥευματισμένους τὴν
κοιλίαν πρὸς δύναμιν.
[Πρὸς στρόφον καὶ ὀδύνην γαστρός.] Δίδου κύμινον
μασώμενον καὶ καταπινόμενον. ἄλλο. κνίκον καὶ τήλεα τρίψας
καὶ ἑψήσας δίδου ἀφέψημα πίνειν. ἄλλο. δαφνίδας ξηρὰς
καὶ φλοισθείσας τρίψας δίδου πίνειν κοχλιάρια θ΄. ἄλλο. ἕρπυλλον τρίψας δίδου σὺν οἴνῳ πίνειν. ἄλλο. ἀφέψημα
σαμψύχου δίδου πίνειν σὺν οἴνῳ. ἄλλο. ἠρυγγίου ῥίζαν δίδου
σὺν οἴνῳ πίνειν ἢ ἀφέψημα σταχύος ἢ καστόριον.
πρὸς τὴν δὲ ὀδύνην τῶν δυσεντερικῶν κυδώνια σὺν κηρωτῇ
ῥοδίνῃ ἢ μυρσινίνῃ τὰ ἴσα τῇ γαστρὶ ἐντίθετι.
[Πρὸς κωλικήν.] Γῆρας ὄφιος ἐν ἀγγείῳ χαλκείῳ
φρύξας σὺν ἐλαίῳ μέχρι τοῦ καίεσθαι, αὐτὸ δὲ διαλύσας ἐν
ἐκείνῳ ἐλαίῳ καὶ ἐξ αὐτοῦ σὺν δακτύλῳ σου κατάχριε. ἄλλο.
βάλανον ὀπίῳ ἐν χυλῷ τῆς θρίδακος τετηγμένῳ περιχρίσας
εἰς δακτύλιον ἐντίθετι.
[Πρὸς διάῤῥοιαν γαστρός.] Καλλίτριχον ἑψήσας ἐν
ὕδατι δίδου πιεῖν. ἄλλο. στοιβὴν τὴν εἰς τὰ κεράμια, τὴν
ἀκανθώδη κόψον εἰς ὅλμον καὶ ἕψει δι᾿ ὕδατος καὶ δίδου
πιεῖν τὸ ὕδωρ κοιλιαλγοῦντι, ἀπυρέτῳ δι᾿ οἴνου, πυρέττοντι
χωρὶς οἴνου. ἄλλο. καρύων φλοιὸν τὸν περικείμενον περὶ
τὰ τρωγόμενα, λεῖον δι᾿ ὕδατος, δίδου πιεῖν κοχλιάρια γ΄.
ἄλλο. κέρας ἐλάφειον τρυφερὸν καύσας δίδου μετὰ κηκίδος
ἴσης πιεῖν. ἄλλο. λαπάθου σπέρμα λειώσας καὶ ἐπιπάσας εἰς τὸν ποτὸν δίδου ἢ εἰς τὸ βρωτόν. ἄλλο. καρύων τὸ ἐντὸς
τὸ ὡσανεὶ κιόνιον καὶ μήκωνος κωδειῶν τὸ ἐπικείμενον ὡς
πῶμα, ἴσον δίδου δι᾿ οἴνου. ἄλλο. δρυὸς βαλάνους κόψας
καὶ σήσας πλεῖον ἐπίπασσε εἰς οἶνον αὐστηρὸν ὡς ἄλφιτα
καὶ δίδου πιεῖν. ἄλλο. καράβου τὰ ὄστρακα φρύξας λεῖα
διὰ ὕδατος. ἄλλο. στρουθιοκαμήλου κοιλία πινομένη καὶ
ὀρνίθων ὁμοίως ὅσον κοχλιάρια β΄. ἀπυρέτοις δι᾿ οἴνου, πυρέσσουσι
δὲ δι᾿ ὕδατος. ἄλλο. λιβάνου χόνδρον κυαμιαῖον
διεὶς οἴνῳ μέλανι κυάθον α΄. καὶ στρύχνου χυλοῦ κυάθους
β΄. δίδου πιεῖν. ἄλλο. κόμμι τὸ λευκὸν κόψας μετ᾿ οἴνου
μέλανος κυάθων στ΄. δίδου γο. α΄. πίνειν, ποιεῖ ὑπόθετον
τοῖς αὐτοῖς. ἄλλο. κοχλιάριον Ἀφρικανὸν λαβὼν βάλλε εἰς
αὐτὸ πίσσαν ὑγρὰν καὶ θερμάνας ἔξελε τὸ κρέας καὶ ὑπόθες
εἰς τὸν δακτύλιον δὶς ἢ τρίς. ἄλλο. ὄφεως γῆρας ἐν
χαλκώματι μετὰ ἐλαίου φρύξας ἕως ἀνθρακωθῇ, συλλειώσας,
τῷ ἐλαίῳ διάχριε τὸ δακτύλιον τῷ δακτύλῳ. ἄλλο. βοτάνῃ ὑποκάτω ὕδατος μὴ ἁπτόμενος. ἄλλο. σεύτλιον
κεκομμένον μετ᾿ ὄξους καταπλαττόμενον ἀπ᾿ ἄνωθεν μέχρι
κάτω καλῶς ποιεῖται δυσεντερικοῖς. ἄλλο. κερατίων ὀστᾶ
κόψας κατάπλασσε τὴν κοιλίαν.
[Πρὸς ἀλγήματα δυσεντερικῶν.] Μῆλον κυδώνιον ὀπτὸν
μετὰ κηρωτῆς ῥοδίνης ἑκάστου τὸ ἴσον μίξας κατάπλασσε.
παραχρῆμα ἄπονον ποιεῖ.
[Πρὸς κωλικούς.] Ὀστρέων ὄστρακα καύσας καὶ λεάνας
δίδου πιεῖν κοχλιάρια β΄. δι᾿ ὕδατος θερμοῦ κυάθων γ΄.
ἄλλο. θύμον Κρητικὸν καθεψήσας διὰ ὕδατος ἕως εἰς τρίτον
καταστῇ μέρος, μετὰ μέλιτος Ἀττικοῦ δὸς πιεῖν. ἄλλο. ἱερὰν
ῥίζαν λεπτὴν κόψας βάλε εἰς ὕδωρ καὶ ἕψει εἰς ἥμισυ
καὶ δίδου πιεῖν τὸ ἀφέψημα ἐπὶ ἡμέρας ε΄. καὶ ἰᾶται. ἐπὶ
πολλῶν δεδοκίμασται. ἄλλο. ἡδύοσμον χλωρὸν καθεψήσας
δὸς ἐπὶ τρεῖς ἡμέρας καὶ οὐδέποτε πονήσει. ἄλλο. τῆς δάφνης
οἱ ἀκρέμονες τρυφεροὶ ζύλοι τρωγόμενοι ἐπὶ ἡμέρας
ἰῶνται. τὸ δὲ πολταρίδιον, ἐν ᾧ ἑψεῖς τὸ ἡδύοσμον, βλέπε
μὴ γῆς ἅψηται ἐπὶ τὰς τρεῖς ἡμέρας. [Πρὸς διάφραγμα.] Φραξίνου ξύλου κύαθον δὸς ἐπὶ
ἡμέρας γ΄. πιεῖν ξύσματα καὶ ὑγιὴς ἔσται. ἄλλο πολύχρηστον.
κολοκυνθίδα Ἀλεξανδρεινὴν τρήσας μὴ σιδήρῳ καὶ ἐκκενώσας
βάλε εἰς οἴνου Κώου κοτύλην α΄. καὶ ἀναζέσας καὶ εὔκρατον
ποιήσας δὸς πιεῖν καὶ περιπατείτω καὶ ἀνάλγητος
ἔσται. κατάγει ἀπολύματα πολλὰ τουτὶ πότημα. κατέχειν
δὲ ἅλας ἐν τῷ στόματι, ἵνα μὴ ναυτιάσῃ. ποιεῖ δὲ καὶ
πρὸς ἰσχιάδας.
[Πρόσθετον κωλικοῖς.] Ὄπιον Σπανὸν ἀναλάμβανε
θρίδακος καὶ πεσσὸν ποιῶν ἐντίθει τῷ δακτυλίῳ. ἄλλο.
σκορόδου σκελιδόνιον α΄. κονίᾳ θερμάνας θὲς εἰς τὸν δακτύλιον
καὶ σκύβαλα κατασπάσας ὑγίασται. ἄλλο. ἐὰν κῶλον
πονῶν κύνα κοιμώμενον ἐγείρει, κατὰ δὲ αὐτὸν τόπον
οὗ ἐκοιμᾶτο ὁ κύων, οὐρήσῃ, εὐθέως ἄπονος ἔσται, ὁ δὲ
κύων ἀποθανεῖται.
[Ἐπίθεμα κωλικοῖς καὶ ἐμπνευματουμένοις.] Κηρωτῇ
Κυπρίνῃ σίλφιον ἀναλάμβανε πολὺ καὶ ἐπιτίθει· ἐγὼ δὲ
σμήγω καὶ καστόριον ὀλίγον καὶ γίνεται ἐνεργέστερον. [Πρὸς στρόφον.] Κύμινον Ἑλληνικὸν μασάσθω καὶ
καταπινέτω. ἄλλο. κνίκον κόψας καὶ τῆλιν ἑψήσας πότιζε
τῷ χυλῷ. ἄλλο. κτένα εἰς θερμὸν ὕδωρ ἐμβρέξας καὶ ἀποκλύσας
πότιζε. ἄλλο. δαφνίδων ξηρῶν λεπισμάτων ὅσον
κοχλιάρια θ΄. δίδου πιεῖν. ἄλλο. ἕρπυλον λειώσας μετὰ
ἀκράτου δίδου πιεῖν.
[Πρὸς πάντα τὰ ἐντὸς ἀλγήματα.] Ἔντερα ἀλγοῦντι
εἴ τις τοὺς πόδας νίψῃ, δὸς πιεῖν τὸ ἀπόνιμμα, ἄπονος
ἔσται παραχρῆμα.
[Πρὸς διακοπὴν ἐντέρων.] Λαβὼν ἀκάνθης Αἰγυπτίας
ῥίζαν καὶ κρέα ἐρίφεια σὺν ταῖς θριξὶ καὶ τῷ δέρματι, ἢ
αἴγεια λείωσον καὶ ἐκ σεμιδάλεως γενομένων κρομμύων καὶ
ἐν οἴνῳ συγκεράσας δίδου πίνειν. αὐτὴ ἡ ῥίζα ἐπειράθη
καὶ ἐπὶ πνευμονιακοῖς πινομένη· ἡ δὲ αὐτὴ καὶ περιαπτομένη
ποιεῖ πρὸς τριταῖον καὶ ἀμφημερινὸν καὶ μετὰ ἐλαίου
πινομένη ἐστὶ τραυματική.
[Πρὸς νεφρῶν καὶ ἰσχιάδος ἀλγήματα.] Λαβὼν
ἄλευρον ἴρεως καὶ τὸ ἰσχυρὸν ὄξος αὐτοῖς διαμίγνυθι ῥητίνην πιτυίνην καὶ θερμοὺς καὶ πύρεθρον καὶ τερεβινθίνην
καὶ θεῖον καὶ νίτρον καὶ δαφνίδας, πάντα μίξας σὺν
μέλιτι πρόσθες.
[Ἰσχιάδος καθαρτικόν.] Τιθυμάλλου τοῦ ὀποῦ ἐνστάξας
σταλαγμοὺς ε΄. εἰς τὸ σῦκον δίδου φαγεῖν, καθαίρει.
[Ἐπίθεμα κοιλίας λυτικόν.] Κόκκον Κνίδιον σαλεπὶς
ἀναλάμβανε κηρωτῇ καὶ ἐπιτίθει ἐπὶ τῆς κοιλίας τοῖς παιδίοις
ἐπὶ τὸν ὀμφαλόν. ἄλλο. χολῇ ταύρου διάχριε τὸν ὀμφαλόν.
ἄλλο. ἀστράγαλον χοίρειον καύσας καὶ λειοτριβήσας
δὸς πιεῖν διὰ ὕδατος. ἄλλο. τὴν ἄνθεμιν βοτάνην τρίψας
μετὰ ἐλαίου ἄλειψον καὶ παύσεται. ἄλλο. κροκοφάντιον
λαβὼν οἷον θέλεις ἀπὸ κεφαλῆς γυναικὸς ἐπίθες ἐπὶ τὴν
κεφαλὴν τοῦ πάσχοντος καὶ ἰάσῃ. κάλλιον δὲ ἐὰν θερμάνας
αὐτὸ, οὕτως ἐπιθῇς. ἄλλο. κορίαννον καύσας καὶ
διεὶς ἐλαίῳ ἐπίθες ἐπὶ τὸν ὀμφαλὸν καὶ ἐπάνω ἔρια.
ὠπτημένοι τρωγόμενοι· πρὸς δὲ τοὺς ἀπροθύμως ἔχοντας στέατι ἐμφυράσας καὶ ὀπτήσας δίδου φαγεῖν ἀνυπόπτως.
παραδόξως ποιεῖ. καὶ οὐρηθεὶς δὲ λίθος, πυρίνῃ ὁμοίως
ἐλαίας τριβόμενος ἂν εἴη ἔμπυρον λευκὸν, οὗτος ποτιζόμενος
τοὺς ἐν κύστει λίθους τήκει. καὶ αἰλούρου δὲ ἧπαρ καυθὲν
καὶ τριβὲν ὥστε ποθῆναι τοὺς λιθιῶντας ἰᾶται. καὶ ὁ
ἴασπις λίθος πινόμενος θρύπτει τοὺς ἐν κύστει λίθους. ἄλλο.
κοτυληδόνος ῥίζα ποθεῖσα καὶ λεῖα, πινομένη καθ᾿ ἡμέραν
ὁλκὴ μία κατὰ κράματος, ποιεῖ πρὸς τοὺς ἐν νεφροῖς λίθους
λίαν καλῶς. ὀμφακίου καὶ κισσοῦ πυῤῥοῦ τῶν κορύμβων
μετ᾿ οἴνου λευκοῦ τετριμμένων τὸν ὄμφακα περίχριε τοὺς δυσουροῦντας.
[Πεσσὸς πρὸς λιθιῶντας.] Ὅταν οὐρήσῃ, βούτυρον
παλαιὸν μαλάξας περίχριε τὸ αἰδοῖον· εἰς δὲ τὴν κοίτην
ἐρίῳ προστεθείσθω ἡμέρας γ΄.
[Ἐπίθεμα διουρητικὸν, ποιεῖ δὲ καὶ πρὸς νεφριτικούς.]
Καλαμίνθην μετ᾿ ὄξους καὶ πεπέρεως κηρωτῇ ἀναλάμβανε
καὶ τῷ ὀμφαλῷ ἐπιτίθει. ἄλλο. εἰς ἕψημα σαμψύχου ἐγκάθιζε. ἄλλο. βοτάνην περδίκιον καθεψήσας δι᾿ ἐλαίου
κατάπλασσε τὰ περὶ τὴν κύστιν καὶ παραχρῆμα οὐρήσει.
[Πρὸς λιθιῶντας.] Χαμαίδρυν ὀρεινὴν καθεψήσας
δι᾿ ὑδρομέλιτος δίδου πιεῖν· τούτῳ ἐχρήσατο Σάμιος Πρίσκος.
ἄλλο. κισσοῦ λευκοῦ κορύμβους πότιζε ἐν οἴνῳ, τήκει
λίθους. ἄλλο. φύλλα ἰτέας λειοτριβήσας ἐν οἴνῳ αὐστηρῷ
πότιζε ἕως ὑγιάσῃς.
[Πρὸς ἐνουροῦντας ἀπροαιρέτως.] Ἀλέκτορος λαρύγγια
καύσας δίδου πιεῖν νήστει ἐν ὕδατι κοχλιάριον α΄. ἄλλο.
ἄνθη λευκανθέμου τῇ ζ΄. πότιζε ἐν ὕδατι τρίψας. ἄλλο.
λαγωοῦ ὄρχιν ξηρὸν ξύων εἰς οἶνον εὐώδη δίδου πιεῖν. ἄλλο.
κόρεις γ΄. θλάσας μετὰ οἴνου αὐστηροῦ δὸς πιεῖν ἐπὶ
ἡμέρας θ΄. ἄλλο. καλαμίνθην καὶ σμύρναν ἐν ὕδατι δὸς
πιεῖν πρὸ τοῦ δειπνῆσαι. ἄλλο. χηνείας γλώσσας ἑφθὰς
δὸς φαγεῖν ἐπὶ ἡμέρας γ΄. ἀνὰ μίαν. ἄλλο. πηγάνου ἀγρίου
σπέρμα δὸς φαγεῖν ἐπὶ ἡμέρας γ΄. ἄλλο. καταχριέσθω αὐτοῦ
τὸ αἰδοῖον κιμωλίαν μετὰ περδικίου χυλοῦ. [Πρὸς δυσουρίαν.] Ῥοῶν καὶ τοὺς κισσοῦ ἐρυθροῦ
κορύμβους τρίψας σὺν οἴνῳ λευκῷ κατάχριε μόρια τὰ τῶν
δυσουριώντων ὀμφάλῳ ὑποκειμένων.
[Ὡς διαβήτης ἵσταται.] Λαβὼν ὑμένια τὰ τῆς ἀλεκτορίδων
κοιλίας ἔσωθεν καὶ ξηράνας ἐν ἡλίῳ ἀναλάμβανε
ἐξ αὐτῶν δραχ. α΄. ἄλλο. λαβὼν σταγονίου καὶ βαλάνου ξηρᾶς
καὶ βαλαυστίου καὶ κηκίδων ἀνὰ δραχ. γ΄. τρίψας δίδου ἐξ
αὐτῶν νήστει σὺν μέλιτι ῥοδίνῳ ἐν ὕδατι ψυχρῷ.
σύλληψιν.] Ἰσχάδας νήστει μετὰ φύλλων ἐλαινῶν δὸς φαγεῖν.
ἄλλο. προβάτου μηρυκωμένου ἄρας τῷ δακτύλῳ τὸν
ἀφρὸν δὸς πιεῖν μετὰ οἴνου. ἄλλο. κάρδαμον λεῖον μετ᾿
ὄξους δίδου φαγεῖν ἐπὶ ἡμέρας δ΄. μετὰ τὴν κάθαρσιν. ἄλλο.
ἀλώπεκος ἀφόδευμα ἐν πεσσῷ παρατιθέμενον καὶ ὑποχριόμενον
συγγιγνέσθω. ἄλλο. ἀρτεμισίαν λείαν πρόσθες καὶ
συλλήψεται. χριέσθωσαν δὲ τὴν φύσιν κόμμι, ὅταν ᾖ ἀπὸ
τῶν ἐμμήνων τρίτη, καὶ συλλήψεται. [β΄. Πρὸς σύλληψιν.] Ὑστέραν λαγωοῦ ξηράνας καὶ
τρίψας δίδου πίνειν μετὰ τὴν ἀπὸ τῶν ἐμμήνων κάθαρσιν.
[γ΄. Ἐὰν γυνὴ ἄῤῥενα γεννῆσαι θέλει.] Φασκίᾳ λευκῇ
παιδικῇ δῆσον τὸν δεξιὸν πόδα καὶ συγίνου.
[δ΄. Ἐὰν δὲ θῆλυ.] Φασκίᾳ μελαίνῃ τὸν ἀριστερόν.
[ε΄. Πρὸς γνῶναι ἢ ἄῤῥεν ἢ θῆλυ τὸ ἐν γαστρί.]
Σέλινον μὴ γινωσκούσης ἐπὶ τὴν κεφαλὴν ἐπίθες καὶ ὃ ἂν
φωνήσῃ πρῶτον, εἴτε ἄῤῥεν, εἴτε θῆλυ, ἐκεῖνο τέξεται· ἀπαράβατόν
ἐστιν. ἄλλο. λαβὼν τῆς ἐν γαστρὶ ἐχούσης οὖρον
ὄρυξον βοθρίσκους δύο καὶ εἰς τὸν ἕνα βάλε κριθὰς
καὶ εἰς τὸν ἕτερον πυροὺς καὶ ἐπίχεε γῆν μετὰ τὸ ἐμβαλεῖν
τὸ οὖρον αὐτῆς, καὶ ἐὰν πρῶτον ἐκβλαστήσουσιν οἱ πυροὶ,
ἄῤῥεν τέξεται· ἐὰν δὲ αἱ κριθαὶ, θῆλυ.
[στ΄. Πρὸς σύλληψιν ἀῤῥενοτόκιον.] Χηνὸς στέαρ
καὶ ῥητίνην τερεβινθίνην διαχριέσθω ἐπὶ ἡμέρας β΄. τῇ δὲ
γ΄. συγγινέσθω καὶ συλλήψεται. ἄλλο. ἀνὴρ τὸν δεξιὸν ὄρχιν
ἀποδήσας συγγενέσθω· ἐὰν δὲ θῆλυ, τὸ ἀριστερόν.
[ζ΄. Κατόχιον ἐμβρύων.] Ἀετίνην λίθον περίαπτε· κατέχει δὲ ἔμβρυον λίθος ὁ βλαστήσας εἰς ἀχράδα καὶ περιμείνας,
εἶτα περιαπτόμενος. καὶ μαλάχης δὲ ἀγρίας ῥίζαν
ἁπτόμενος καὶ ἐπίβοσκον λέγουσι· κατέχει καὶ σαρδὰ ἔμβρυα
μέχρι τέλους. χρὴ δὲ τῇ κοιλίᾳ περιάπτειν. ἔστι δὲ
καὶ ἡ σιδηρῖτις βοτάνη τῶν ἐμβρύων. τηρητικὴ περιαπτομένη.
[η΄. Πρὸς δυστοκίαν.] Χαμαιπίτυν καὶ
ἄσφαλτον ἐπὶ τῶν ἀνθράκων θεὶς ὑποκάπνιζε ἢ αὐτὰ πρόσθες.
[θ΄. Ἐκβόλιον ἐμβρύου τεθνηκότος.] Χολῆς ταύρου
τὸ μέγεθος ἀμυγδάλου διεὶς οἴνῳ ὕδατι κεκραμένῳ, κοχλιάρια
β΄. δὸς πιεῖν, ἐκβαλεῖ παραχρῆμα. ἄλλο. λύκιον ὠμὸν
καυλίσκου συγκεκομμένῳ κεδρίᾳ χρίσων καὶ θέρμανον καὶ
δὸς πίνειν νήστει. ἄλλο. ἀρτεμισίαν ἑψήσας μετὰ μελικράτου
δὸς πίνειν. ἄλλο. λίθον κυνόδηκτον πρὸς κύνα ἀπεῤῥιμμένον,
ἐν γῇ τεθειμένον μεταβαινέτω δυστοκίαν ἡ φέρουσα γυνή.
[ι΄. Πρὸς ἐξάγειν καταμήνια.] Λαβὼν πρασίου, νεπέτης, πηγάνου καὶ καππάρεως φλοιοῦ ἀνὰ δραχ. γ΄. ἐν οἴνῳ
ἑψήσας ἢ ὕδατι δίδου πιεῖν. ἄλλο. τὸ τὶ ὕδατος, ἐν ᾦ διαλύεται
ἡ ζύμη παλαιὰ ὅτε ποιεῖται ἄρτος, δὸς πίνειν.
[ια΄. Πρὸς πόνον ὑστέρας.] Παιονίας ῥίζαν πότιζε·
ἢ ἴριδος ῥίζαν ἢ παιονίας σπέρματος κόκκους ιε΄. ἢ ψυλλίου
ἢ ἀκαλήφης χυλὸν πρόσθες. ἢ τὰ φύλλα μελισσοφύλλου
ἀφηψήμενα ἐν οἴνῳ. ἄλλο. λαβὼν πήγανον χλωρὸν καὶ
κόψας σὺν βουτύρῳ καὶ στέατι χοιρείῳ ποίει χρῖμα.
[ιβ΄. Ὡς γυνὴ ἡ βεβιασμένη παραφαίνηται παρθένος.]
Λαβὼν ὀμφακιτίδων, κύπρου, ξυλοκασσίας, ῥόδων ξηρῶν,
πεπέρεως λευκοῦ καὶ κόκκου γνιδίου ἀνὰ ἐξάγιον α΄. προλελουμένῃ
ὑστέρᾳ προσθέτω ταῦτα· ὠφελεῖ δὲ καὶ σπέρμα
ὀξυλαπάθου τετριμμένον καὶ πρόσθετον.
[ιγ΄. Ὠκυτόκιον.] Βολβοὺς πικροὺς τρίψας διὰ γλυκέος
δὸς πιεῖν καὶ παραχρῆμα τέξεται. ἄλλο. δίκταμνον διὰ
οἴνου ἢ ὕδατος πότιζε. ἄλλο. ὕειον γάλα ἐν μέλιτι πινέτω.
ἄλλο. χαλβάνην τρίψας ἐν ὕδατι δὸς πιεῖν καὶ τέξεται παραχρῆμα. [ιδ΄. Ὑποθυμίαμα δυστοκούσαις.] Χαμαιπίτυν ἐπὶ
τῶν ἀνθράκων θεὶς ἢ ἄσφαλτον οἷον οἱ χαλκεῖς χρῶνται β΄.
προστιθέσθω καὶ εὐθέως ποιεῖ. ἄλλο. γλήχωνος δεσμίδιον
εἰς ὕδωρ θερμὸν βαλὼν ποίει περικαθίσαι τὴν γυναῖκα καὶ
λέγε εἰς τὸ οὖς αὐτῆς, χοῦ. κᾶ. μῖ. δοῦς. ἄλλο. λαβὼν
ἔλαιον εἰς τὰς χεῖρας ἀνάτριψον αὐτῆς τὰ ἰσχία ἐπιλέγων·
χορίον στῆθι σῶμα, ὅτι ἐπιτάσσει σοι μεγάλη ἡ θεοτόκος.
[ιε΄. Γάλα κατασπάσαι.] Ῥαφανῖδας μετὰ πυρῶν
ἀναζέσας ἐν οἴνῳ καὶ διηθήσας δὸς πιεῖν. ἄλλο. πίτυρα
μετὰ μαράθρων ῥιζῶν ἑψήσας τὸ ὕδωρ δὸς πιεῖν. ἄλλο.
μελάνθιον διεὶς ἐν μελικράτῳ οἶον ὀλκὴν δίδου πιεῖν. ἄλλο.
κισσοῦ φύλλα διεὶς ἐν μελικράτῳ δὸς πιεῖν.
[ιστ΄. Γάλα σβέσαι.] Κατάντλει θαλάσσῃ καὶ κατάπλασσε
τοῖς στύφειν δυναμένοις καὶ ἀναξηραίνειν. ἄλλο.
ἅλμην ποιήσας θερμὴν καὶ σπόγγοις ἐκθλίβων καὶ μάννα
ἐπιπάσσων ἐπίδει καὶ χάρτας ὁμοίως.
[ιζ΄. Ἐὰν δὲ σκληροὶ ὦσι καὶ φλεγμαίνωσι.] Κατάπλασσε λινοσπέρμῳ δι᾿ ὀξυμέλιτος ἑφθῷ, ἤ τήλει ὁμοίως ἑψηθείσῃ
ἢ σησάμῳ ἀπλύτῳ, ψυχθέντι καὶ λειωθέντι μίξας μέλιτι ἢ
σύκοις κατάπλασσε. ἄλλο. κύμινον τρίψας μετ᾿ οἰνομέλιτος
καὶ κηρωτῆς πάχος ποιήσας ἔμπλασσε εἰς ὀθόνιον ἐπιθείς.
[ιη΄. Πότημα ἐκβόλιον ἐμβρύου τεθνηκότος ἤ μὴ
φερομένου κατὰ φύσιν.] Χολῆς ταύρου τὸ μέγεθος ἀμυγδάλου
διεὶς οἴνῳ παλαιῷ κεκραμένῳ κοχλιάρια β΄. δὸς πιεῖν,
ἐκβάλλει παραχρῆμα. ἄλλο. ὠὸν ὠμὸν κεδρίᾳ χρῖσον καὶ
θέρμανον καὶ δὸς ῥοφῆσαι νήστει. ἄλλο. ἀρτεμισίαν ἑψήσας
μετὰ μελικράτου δὸς πιεῖν. ἄλλο. ὁ φοινικίτης λίθος ἐγχριόμενος
ἐκβόλιόν ἐστιν· ἀτελὲς δὲ ἔμβρυον ἐκβάλλει λίθος
κυνόδηκτος ἂν τεθῇ καὶ ὑπερβῇ αὐτὸν ἢ κύουσα, ὡς τάχος
ἐκβάλλει τὸ κατὰ γαστρός.
[ιθ΄. Γυναῖκα γνῶναι εἰ ἐκτρώσει τὸ ἐν γαστρί.] Ἐὰν
οἱ μαστοὶ ἰσχναίνοιντο, σημαίνει ἔκτρωσιν.
[κ΄. Κατάπλασμα φθόριον.] Ἐρεγμοῦ καθαροῦ κύαθοι
δύο ἕψει ἐν πολταρίῳ μετ᾿ ὄξους· μετὰ δὲ τὸ ἡμίεφθον γενέσθαι ἀλόης γο. α΄. καὶ μαλαγματῶδες ποιήσας ἐπιτίθει
κατὰ τοῦ ὀμφαλοῦ μέχρι κτενὸς καὶ ἐπίδει.
[κα΄. Κατάπλασμα ὥστε φθεῖραι ἄνευ πάσης βλάβης
καὶ βασάνου.] Κυπαρίσσου φύλλων ἑψήσας μέρος ὕδατι
λείανον ἐπιμελῶς ὡς μαλαγματῶδες γενέσθαι καὶ ἐπίθες ἐπὶ
τὸν ὀμφαλόν καὶ τὸ ἐπιγάστριον καὶ κατάδει φασκίᾳ· κέλευον
ἐπικαθίσαι ὑπτίαν ἢ ἐπὶ κουρικοῦ βάθρου καθίσαι καὶ
κοιμωμένη ἀπόνως ἐκβάλλει.
[κβ΄. Ἐκβόλιον ἀκίνδυνον ὥστε μηνῶν τριῶν ἣ δ΄.
ἐκβάλλειν.] Ὀποπάνακος ὀβολοῦ κολλύριον ποιήσας ὑπόθες.
ἀκίνδυνόν ἐστι καὶ πεπείραται ἐπὶ πολλῶν. ἄλλο. στρουθίον
λεῖον μετὰ μέλιτος ἀναλαβὼν ἀνάπλασσε πεσσοὺς μικροὺς
καὶ ὑποτίθει. ἄγει καὶ τὰ δεύτερα καὶ καταμήνια. ἄλλο.
ἀρτεμισίας τῶν φύλλων λειοτριβήσας μετὰ ῥοδίνου καὶ ποιήσας
γλοιοῦ πάχος προστίθει· καταμηνίων ἀγωγόν. ἄλλο.
ἰσχάδας β΄. (S"). νίτρου ὀβολὸν πεσσὸν ποιήσας ἐπιτίθει.
ἄλλο. ἀρτεμισίαν τρίψας ἐπιτίθει. ἄλλο. πηγάνου ἀγρίου σπέρμα προστίθει. ἄλλο. γαγάτης λίθος ὑποθυμιώμενος τὰς
μὴ καθαιρομένας καθαίρει.
[κγ΄. Ἐὰν τεκούσῃ αἷμα μὴ ἐκκριθῇ.] Ἄρου σπέρμα
τρίψας ἐν οἴνῳ λευκῷ νηστικῇ δίδου πιεῖν.
[κδ΄. Πρὸς τὰς ἐκ τοκετοῦ χλωράς.] Πάνακος ῥίζας
τρίψας ἐν οἴνῳ γλυκεῖ δίδου πιεῖν νηστικῇ. ἄλλο. κυτίνων
ἄνθος ῥοῶν μετὰ μύρων ἑψημένων δὸς πιεῖν. ἄλλο. λαβὼν
τρύγα οἴνου παλαιοῦ καὶ ῥίζαν κρίνου καὶ σκόροδα λεάνας
κατάχριε πρόσωπον δείλης καὶ πρωῒ ἀπόπλυνε καὶ τοῦτο
ἕως ἄν τὸ πρόσωπον ἐρυθρὸν γένηται.
[κε΄. Πρὸς κοιλίαν κατεῤῥωγυῖαν καὶ μαστοὺς καὶ
μηροὺς καὶ ἰσχία.] Κοχλίου θαλασσίου τὸν ὑπόμακρον
καύσας καὶ λειοτριβήσας πρόσβαλε ὠοῦ τὸ λευκὸν ἢ ὄνειον
γάλα καὶ κατάχριε. ἄλλο. διαφανὲς κόψας καὶ τρίψας ὅταν
εἰς βαλάνειον εἰσέρχεται καὶ κατάχριε πρὶν ἀλείψασθαι. ἐπὶ
ἡμέρας κ΄. ἀφανίζονται.
[κστ΄. Πρὸς τὸ κοιλίαν, ἢ ὑποχόνδριον, ἢ μηροὺς ἱδροῦσθαι ἐκ τοκετῶν.] Κιμωλίας καὶ μάννης ἑκάστου
ἴσον ἀναλάμβανε ὠοῦ λευκῷ καὶ κατάχριε μετὰ κηρωτῆς κυπρίνης.
[κζ΄. Πρὸς τὰ ἐν τοῖς ἰσχίοις ἐμφυσήματα.]
Ἄρτου τὸ ἐντὸς καὶ μελαντηρίαν συμφυράσας ἐπιτίθει· τοῦτο καθίστησιν.
[κη΄. Πρὸς ἐξομφάλους.] Κηκίδας καύσας, τρίψας
μετὰ ὕδατος κατάπλασσε.
[κθ΄. Ὀμφαλὸν ἐκ τοκετοῦ μέγαν καὶ καλὸν ποιῆσαι.]
Λαβὼν βύσμα ἀπὸ ληκύθου βίβλινον περιείλησον ὀθονίῳ,
ἔπειτα μάνναν ὠοῦ τῷ λευκῷ ἀναλαβὼν κατάχρισον καὶ ἔνθες
εἰς τὸν ὀμφαλὸν καὶ ἐπίδει προστύπως.
[λ΄. Πρὸς ὑστερικὰς πνίξεις.] Χελώνης χερσαίας
ἧπαρ λεῖον ἐν πεσσῷ ὑποτίθει, ἀπαράβατόν ἐστι, μηδενὶ μεταδίδου.
[λα΄. Πόμα πρὸς πόνον ὑστέρας.] Λαγωοῦ καρδίαν
ξηράνας ἐπιξύων δίδου πιεῖν.
[λβ΄. Πρὸς τοὺς γενομένους στρόφους ἀπὸ τοκετοῦ καὶ φθορὰς καὶ πνιγμούς.] Λεπτοσφαίρους ὀβολοῦ (S").
ὀρεσίνημα καλοῦσι, τοῖς τρισὶ δακτύλοις μετὰ γλυκέος πινέτω.
[λγ΄. Πρὸς ὑστέρας πόνους.] Γλυκείας ῥοᾶς ῥίζαν
ἐν οἴνῳ πινέτω.
[λδ΄. Πρὸς τὰς ἐκ μήτρας σκληρίας.] Κύμινον λεῖον
καὶ πηγάνου φύλλα ἀναλάμβανε πίσσῃ ὑγρᾷ καὶ βουτύρῳ
καὶ πεσσὸν ποιήσας δι᾿ ἐρίου ἐντίθει.
[λε΄. Πόμα πρὸς ὑστερικὰς γυναῖκας.] Καστόριον
μετὰ ἀνίσου πότιζε. ἄλλο. κύμινον τρίψας καὶ μελανθίου
μέρος (S"). μετὰ ὀξυμέλιτος πότιζε.
[λστ΄. Πόμα πρὸς ῥοῦν γυναικεῖον.] Πευκεδάνου ῥίζαν
καὶ κυπαρίσσου σφαιρίων ἴσα ἑκάστου ἐν οἴνῳ λευκῷ
δίδου πιεῖν. ἄλλο. γίγαρτα σταφυλῆς μελαίνης ξηρὰ λειώσας
ἐν οἴνῳ μελαυστηρῷ δίδου πίνειν. ἄλλο. πιτυὰν ἐρίφου
λαβὼν λείανον σὺν ὄξει δριμυτάτῳ καὶ δίδου νήστει πιεῖν.
ἄλλο. κοράλλιον δίδου ἐν οἴνῳ μέλανι καὶ παραχρῆμα στήσεται.
ἄλλο. νάρθηκος σποδὸν καὶ μήκωνος κονίαν ἐν ὕδατι
δίδου πίνειν πρὸς ὀλίγον· εἰ δὲ εἴη πλέον φερόμενον, σπόγγον καύσας δίδου ὅσον δραχ. γ΄. ἄλλο. κέρας ἐλάφειον καύσας
δὸς πιεῖν.
[λζ΄. Πρόσθετα.] Ῥοιὰν σὺν ἐρίῳ καταπλάσας προστίθει.
ἢ σίδια ἑψήσας καὶ τρίψας ἐν ἐρίῳ δεῖ προστίθεσθαι
ἐν πεσσῷ. ἄλλο. κηκίδος τὸ ἐντὸς καὶ λιβάνου ἀναλαβὼν
ἐν πεσσῷ προστίθει διὰ ὕδατος. ἄλλο. γλήχωνα λεῖον ἀναλαβὼν
ἐρίῳ καθαρῷ προστίθει· βοηθεῖ δὲ ὄξει ξεστῷ σπόγγος
βαπτόμενος καὶ ἐκθλιβόμενος συμμέτρως καὶ μηρῶν
δὲ συναγωγὴ καὶ δέσις ἄκρων καὶ κατάκλισις ἐπὶ κεφαλήν.
[λη΄. Πρὸς τὸ μὴ καθυγραίνεσθαι τὸ αἰδοῖον ἐν ταῖς
συνουσίαις τῶν γυναικῶν.] Κηκίδος ὀμφακίνης κόκκους δ΄.
σποδίου, ᾧ χρῶνται εἰς τὰ ὀφθαλμικὰ, μύστρα δύο τρῖψον
καὶ μῖξον εἰς τὸ αὐτὸ καὶ ἀπόθου εἰς ἀγγεῖον καθαρὸν καὶ
τούτου λαμβάνουσα μύστρον οἴνῳ παλαιῷ διεῖσα καὶ τούτῳ
ὑπονοτιζέσθω ταῖς πρώταις ἡμέραις, ἡ γαμηθεῖσα καθ᾿ ὅλου
τοῦ βίου διαμενεῖ τοὺς τόπους μὴ καθυγρουμένη. ἄλλο.
κηκίδας ἐμβρέχων εἰς ὕδωρ ἡμέρας η΄. εἶτα βρέχε ἔριον τεθυωμένον τρυφερὸν τῷ ἀποβρέγματι καὶ μὴ ἐκπιέζων ἔα
ξηρανθῆναι καὶ πεσσὸν ποιῶν τοῦ ὀρίου δίδου ὑποτίθεσθαι·
καὶ ἔσται ὡς παρθένος ἐν τῇ συνουσίᾳ. αἱρείτω τὸ
ἔριον καὶ ξηραινέτω καὶ πάλιν χρήσθω εἰ θέλει. ἄλλο. ὀξυλαπάθου
σπέρμα τρίψας δίδου ὑποτίθεσθαι καὶ ἔσται ὡς
παρθένος. ἄλλο. κηκίδας κόψας εἰς ὕδωρ ἔμβαλε καὶ δίδου
προσκλύζεσθαι καὶ θερμοτέρας ποιεῖ τὰς γυναῖκας. ἄλλο.
ὀθόνια ἰσχνὰ ἀποβρέχειν εἰς στυπτηρίαν μετὰ ὕδατος ἀνειμένην
καὶ ξηραίνειν· εἶτα κυπέρου καὶ κασσίας καὶ κηκίδος
ἴσον ἑκάστου τρῖβε ἐν οἴνῳ παλαιῷ πάχος ποιεῖν μέλιτος.
τούτῳ τὰ ὀθόνια βρέχων ἀναξήρανον καὶ δίδου προστίθεσθαι
καὶ κέλευε συνέχειν ὥραις δυσὶ ταμιευομένην πρὸς τὴν
χρείαν· ὅταν δὲ ὁμιλεῖν μέλλῃ, τότε ἀφαίρετο ἐκεῖνα. ἄλλο.
λαβοῦσα δὲ μέλι καὶ νίτρον καταχριέτω τὸ μόριον μέχρι
τοῦ ἐφηβαίου. οὕτως συγγίνου.
τούτου ἢ ἐν ποτῷ ἢ ἐν βρωτῷ. τὸ δὲ ἄλλο εἰς ἀγγεῖον ἀπόθου.
ἄλλο. λύσις. ἄναψον τὸ ξυλάριον καὶ παύεται. ἄλλο.
ὀξύσχοινος ἐντεθεῖσα καὶ γενομένη κηρύκου σχῆμα τοῦ ὄξεως
ἐκκριθέντος εἰς τὴν κοίτην ἐπιτίθει ὑπὸ τὰ στρώματα καὶ
κατέχει τὰς ἐπὶ τὰ ἀφροδίσια ὁρμάς. ἄλλο. κορίαννον ἢ γλήχων
ἐσθιόμενος πολλάκις ἀνέντατον ποιεῖ. ἄλλο. χολὴ νάρκης
ἐάν τις τὸ μόριον ἀνέντατον ἔσται. ἄλλο. ἀπὸ λύχνου
αὐτομάτως σβεσθέντος λαβὼν πομφόλυγα τὴν ἔτι ζῶσαν
βάλλε εἰς τὸ πόμα καὶ δὸς πιεῖν, γενήσεται γὰρ ἀνέντατος
ὅλην τὴν νύκτα ὁ πιών.
[β΄. Ἐντατικὰ τοῦ αἰδοίου.] Αἰδοῖον ἐντείνουσι καὶ
ἐξορμάουσι πρὸς ἀφροδίσια τάδε· κωναρίων, πεπέρεως, πετροσελίνου,
ἐλαφίου αἰδοίου ῥινήματος τερεβινθίνης ἀνὰ ἴσα
μέλιτι ἀναλάμβανε καὶ σὺν οἴνῳ δίδου πίνειν. ἄλλο. λαβὼν
ἐρεβίνθων ὠμῶν, κωναρίων γο. β΄. εὐζόμου σπέρματος,
πεπέρεως λευκοῦ ἀνὰ γο. α΄. μέλιτος τὸ ἀρκοῦν, δίδου δίδραχμον σὺν οἴνῳ. ἄλλο. αἰδοῖον κατάχριε τῷ μέλιτι πρὸ
ἀφροδισίας. ἄλλο. εὐζόμου σπέρμα σὺν μέλιτι δίδου πίνειν.
ἄλλο. χυλοῦ τοῦ εὐζόμου κυάθους β΄. μετὰ πεπέρεως λευκοῦ
τὸ ἀρκοῦν δίδου διὰ τριῶν ἡμερῶν τῶν ἐπαλλήλων ἡμερῶν.
ἢ χυλοῦ εὐζόμου καὶ πεπέρεως λευκοῦ δίδου κοχλιάριον α΄.
νήστει. συμφέρει καὶ ὄστρακον ἐχίνου θαλασσίου πινόμενον
καὶ τὸ γάλα βόειον πιόν. ἄλλο. πολυγόνου βοτάνης σπέρμα
καὶ σάρκα ἰχθύων ποταμίων ξηρὰν τρίψας δίδου πίνειν· ἐντατικὸν
γάρ ἐστι. ὁμοίως σπέρμα τῆς ἀνδράχνης ἑψηθὲν
μετὰ γάλακτος βοείου δίδου· πάνυ βοηθέει. ὁμοίως ὠὰ πέρδικος
ἐσθιόμενα. ἄλλο. σπέρμα πράσου σὺν ἀκράτῳ οἴνῳ
δὸς πίνειν. ἄλλο. χυλὸς πολυγόνου βοτάνης πινόμενος ποιεῖ
ἀφροδίσια ἑτοιμοτέρους. ἄλλο. τὸ ὕδωρ ἐν ᾧ σβεσθῇ ὁ
σίδηρος πῖνε σὺν οἴνῳ. ἄλλο. ὀρχιδίου ξηροῦ ἀλώπεκος κοχλιάριον
α΄. πῖνε. ἄλλο. χυλὸν ἀσφοδέλου ῥίζης ἐκπιέσας
δίδου πίνειν. ἄλλο. ὅταν ὁ ταῦρος μετὰ συνουσίαν οὐρήκῃ,
γῆν συμμίξας τῷ πηλῷ ἐξ οὔρου καταπλασσομένῳ αἰδοῖον
κατάχριε. ἄλλο. κόπρῳ τῇ βοείᾳ προσφάτῳ αἰδοῖον κατάχριε. ἄλλο. κόκκον γνίδιον τρίψας καὶ σὺν ἐλαίῳ ῥοδίνῳ
διαμίξας κατάχριε. ἄλλο. χυλῷ περιστερεῶνος.
αἰδοῖον κατάχριε.
[γ΄. Πρὸς ὕπνον.] Εἰς φύλλον δάφνης ἐπίγραφε καὶ
ὑποτίθει ἐπὶ τὴν κεφαλὴν λεληθότως, ὀνομάζων κόνκοφον βραχερέον.
[δ΄. Πρὸς τοὺς μὴ δυναμένους συνουσιάζειν.] Σκαμμωνίαν
μεθ᾿ ὕδατος χρίου.
Πρὸς δῆγμα τῶν ἰοβόλων θηρίων τὰ μελίας φύλλα κόψας
χυλοῦ δίδου κοχλιάρια γ΄. ἀπυρέττουσι μετὰ τῶν γ΄. κυάθων
τοῦ οἴνου. ἄλλο. φλοῖον δένδρου βαλάνου ἢ εὔζυμον τὸ ἐν
τοῖς λαχάνοις γιγνόμενον, ἢ χαμαιπίτυα, ἢ σκόροδον, ἓν ἐξ
αὐτῶν τρίψας σὺν οἴνῳ ἀκράτῳ νήστει δίδου πίνειν. ἄλλο.
αἷμα τῆς νήττης ἐναντιοῦται πᾶσι τοῖς δηλητηρίοις καὶ
θανασίμοις. τοῦτο μὲν αὐτὸ ποιοῦσιν αἱ σάρκες τῆς
ὄρνιθος προσφάτως ἀναιρεθείσης τοῖς δήγμασιν ἐντιθεμέναι·
ἐναντιοῦνται γὰρ τοῖς ἰοβόλοις ἅπασι καὶ ἰαοῦνται πλὴν δήγματος τοῦ ἀσπίδος. ἄλλο. πήγανον σὺν οἴνῳ δίδου
πίνειν. ἄλλο. ἐγκέφαλος τῆς ὄρνιθος πινόμενος ὠφελεῖ.
[Πρὸς τὰ τῆς ἔχεως δήγματα.]Τὴν χαλβάνην σὺν
κυπρίνῳ πρόσθες. ἄλλο. ἕρπυλλον σὺν ὄξει ὁμοίως κατάχριε.
[Ὑποθυμιάματα τῶν ἰοβόλων φευτικά.] Τὸ πύρεθρον
καὶ θεῖον ἐμπύριζε καὶ φευξοῦνται. ἄλλο. ταὐτὸ ποιεῖ τὸ
κέρας ἐλάφου καὶ τὸ στέαρ αὐτοῦ· ἔτι καὶ τὸ σκύτος καὶ
πόδες, τὰ μὲν ταῖς πύλαις ἐμπηγνύμενα τὴν ἅπαντος ἰοβόλου
εἴσοδον κωλύουσιν. ἄλλο. πνεύμων ὄνου ὑποθυμιαζόμενος
ἅπαν ἰοβόλον φυγαδεύει.
[Ὡς ἔχιδνα μὴ δήκῃ.] Δρακόντιον τρίψας τὴν χεῖρά
σου κατάχριε καὶ μὴ δηχθήσῃ. σπέρμα δὲ ταύτης βοτάνης
τετριμμένον σὺν ὕδατι καὶ τιθὲν ἐν τοῖς ὕδασι τῶν ἀποδημεόντων
αὐτὰς φυγαδεύει. ἄλλο. χυλῷ στρύχνου χεῖρας κατάχριε.
[Ἐπίθεμα πρὸς τὰ δήγματα τῆς ἐχίδνης.] Ἐχίδνης
κεφαλὴν ἀποκόψας τὸ μόριον αἱματηρὸν τῷ τόπῳ ἀποδηχθέντι
προστίθετι καὶ ἐπίδει καὶ οὕτως ἐᾷ. [Πυρία πρὸς τὸ δῆγμα τῆς ἐχίδνης καὶ μυγάλης.]
Τρίφυλλον ἀσφάλτιον ἕψε καὶ ἀφεψήματι θερμῷ τόπον ἀποδηχθέντα
πυριᾷ. οὐδεὶς δὲ πυρίᾳ ταύτῃ χράσθω ὁ μὴ πάσχων.
μεταβαίνει γὰρ ἡ διάθεσις εἰς αὐτὴν, ὡς νομίζῃ ἑαυτὸν ἀπὸ
τῆς ἐχίδνης ἢ μυγάλης ἀποδηχθέντα.
De remediis parabilibus. Pseudo-Galen. ed. Karl Gottlob Kühn. Lipsiae. 1827.
Funding provided by Andrew W. Mellon Foundation.