καὶ ἐκ χειρὸς Σαούλ.
ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου, ἀντιλήμπτωρ μου καὶ καταφυγή μου σωτηρίας μου· ἐξ ἀδίκου σώσεις με.
χείμαρροι ἀνομίας ἐθάμβησάν με·
προέφθασάν με σκληρότητες θανάτου.
καὶ πρὸς τὸν θεόν μου βοήσομαι, καὶ ἐπακούσεται ἐκ ναοῦ αὐτοῦ φωνῆς μου, καὶ ἡ κραυγή μου ἐν τοῖς ὠσὶν αὐτοῦ.
καὶ τὰ θεμέλια τοῦ οὐρανοῦ συνεταράχθησαν, καὶ ἐσπαράχθησαν, ὅτι ἐθυμώθη Κύριος αὐτοῖς.
καὶ πῦρ ἐκ στόματος αὐτοῦ κατέδεται· ἄνθρακες ἐξεκαύθησαν ἀπ’ αὐτοῦ.
καὶ γνόφος ὑποκάτω τῶν ποδῶν αὐτοῦ,
καὶ ὤφθη ἐπὶ πτερύγων ἀνέμου·
ἡ σκηνὴ αὐτοῦ σκότος ὑδάτων· ἐπάχυνεν ἐν νεφέλαις ἀέρος.
ἐξεκαύθησαν ἄνθρακες πυρός.
τὸ ῥῆμα Κυρίου κραταιόν, πεπυρωμένον· ὑπερασπιστής ἐστιν πᾶσιν τοῖς πεποιθόσιν ἐπ’ αὐτῷ.
καὶ τίς κτίστης ἔσται πλὴν τοῦ θεοῦ ἡμῶν;
καὶ ἐξετίναξεν ἄμωμον τὴν ὁδόν μου·
καὶ ἐπὶ τὰ ὕψη ἱστῶν με·
καὶ κατάξας τόξον χαλκοῦν ἐν βραχίονί μου.
καὶ ἡ ὑπακοή σου ἐπλήθυνέν με.
καὶ οὐκ ἐσαλεύθησαν τὰ σκέλη μου.
καὶ οὐκ ἀναστρέψω ἕως συντελέσω αὐτούς·
καὶ πεσοῦνται ὑπὸ τοὺς πόδας μου.
κάμψεις τοὺς ἐπανιστανομένους μοι ὑποκάτω μου.
τοὺς μισοῦντάς με, καὶ ἐθανάτωσας αὐτούς.
πρὸς Κύριον, καὶ οὐκ ὑπήκουσεν αὐτῶν.
ὡς πηλὸν ἐξόδων ἐλέπτυνα αὐτούς.
Φυλάξεις με εἰς κεφαλὴν ἐθνῶν. λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσάν μοι·
II Samuel. Septuaginta. ed. Henry Barclay Swete. Germany. 2015.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.