μὴς ἐν παντὶ ἔργῳ,
πορφύραν καὶ τὸ κόκκινον τὸ νηστόν,
ἔργα τὰ τεκτονικὰ τῶν ξύλων, ἐργάζεσθαι κατὰ πάντα τὰ ἔργα.
ὅσα σοι συνέταξα·
αὐτῆς, καὶ τὴν λυχνίαν τὴν καθαρὰν καὶ πόντα τὰ σκεύη αὐτῆς,
τὸν λουτῆρα καὶ τὴν βόσιν αὐτοῦ,
Ἀαρὼν καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ ἱερατεύειν μοι,
τῆς χρίσεως, καὶ τὸ θυμίαμα τῆς συνθέσεως τοῦ ἁγίου· κατὰ ὅσα ἐγὼ ἐνετειλάμην σοι ποιήσουσιν.
τοῖς υἱοῖς Ἰσραὴλ λέγων Ὀρᾶτε καὶ τὰ σάββατά μου σημεῖόν ἐστιν παρ’ ἐμοὶ κοὶ ἐν ὑμῖν εἰς τὰς γενεὰς ὑμῶν, ἵνα ὅτι ἐγὼ Κύριος ὁ ἁγιάζων ὑμᾶς.
ἅγιον τοῦτό ἐστιν κυρίου ὑμῖν· ὁ βεβηλῶν αὐτὸ θανάτῳ θανατωθή- σεται· πᾶς ὃς ποιήσει ἐν αὐτῷ ἔργον, ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ μέσου τοῦ λαοῦ αὐτοῦ.
δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα, ἀνάπαυσις ἁγία τῷ κυρίῳ· πᾶς ὅς ποιήσει ἔργον τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ θανατωθήσεται.
οἱ υἱοὶ Ἰσραὴλ τὰ σάββατα, ποιεῖν αὐτὰ εἰς τὰς γένεὰς αὐτῶν· διαθήκη αἰώνιος
ἐμοὶ αἰώνιον· ὅτι ἕξ ἡμέραις ἐποίησεν Κύριος τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ τῇ ἡμέρᾳ τῆ ἑβδόμῃ κατέπαυσεν καὶ ἐπαύσατο.
3 ἔδωκεν Μωσεῖ, ἡνίκα κατέπαυσεν λαλῶν αὐτῷ ἱέν τῷ ὄρει τῷ Σεινά, τὰς δύο πλάκας τοῦ μαρτυρίου, πλάκας λιθίνας γεγραμμένας τῷ δακτύλω τοῦ θεοῦ.
Exodus. Septuaginta. ed. Henry Barclay Swete. Germany. 2015.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.