παγκρατιαστοῦ δὲ ἀνδρὸς τὸν μὲν ἀνδριάντα εἰργάσατο Λύσιππος· ὁ δὲ ἀνὴρ οὗτος ἀνείλετο ἐπὶ παγκρατίῳ νίκην τῶν ἄλλων τε Ἀκαρνάνων καὶ τῶν ἐξ αὐτῆς Στράτου πρῶτος Ξενάρκης τε ἐκαλεῖτο Φιλανδρίδου. Λακεδαιμόνιοι δὲ ἄρα μετὰ τὴν ἐπιστρατείαν τοῦ Μήδου διετέθησαν πάντων φιλοτιμότατα Ἑλλήνων πρὸς ἵππων τροφάς. χωρὶς γὰρ ἢ ὅσους αὐτῶν κατέλεξα ἤδη, τοσοίδε ἄλλοι τῶν ἐκ Σπάρτης ἱπποτρόφων μετὰ τὴν εἰκόνα ἀνάκεινται τοῦ Ἀκαρνᾶνος ἀθλητοῦ, Ξενάρκης καὶ Λυκῖνος Ἀρκεσίλαός τε καὶ ὁ παῖς τοῦ 0 Ἀρκεσιλάου Λίχας.
τοῦ δὲ Λίχα πλησίον μάντις ἕστηκεν Ἠλεῖος Θρασύβουλος Αἰνέου τῶν Ἰαμιδῶν, ὃς καὶ Μαντινεῦσιν ἐμαντεύσατο ἐναντία Λακεδαιμονίων καὶ Ἄγιδος τοῦ Εὐδαμίδου βασιλέως· ἃ δὴ καὶ ἐς πλέον ἐν τῷ λόγῳ τῷ ἐς Ἀρκάδας ἐπέξειμι. τοῦ Θρασυβούλου δὲ τῇ εἰκόνι γαλεώτης πρὸς τὸν ὦμον προσέρπων ἐστὶ τὸν δεξιόν, καὶ κύων ἱερεῖον δὴ παρʼ αὐτῷ κεῖται διατετμημένος τε δίχα καὶ φαίνων τὸ ἧπαρ.
παρὰ δὲ τοῦ Θρασυβούλου τὴν εἰκόνα Τιμοσθένης τε Ἠλεῖος ἕστηκε σταδίου νίκην ἐν παισὶν εἰληφὼς καὶ Μιλήσιος Ἀντίπατρος Κλεινοπάτρου παῖδας κατειργασμένος πύκτας. Συρακοσίων δὲ ἄνδρες, ἄγοντες ἐς Ὀλυμπίαν παρὰ Διονυσίου θυσίαν, τὸν πατέρα τοῦ Ἀντιπάτρου χρήμασιν ἀναπείθουσιν ἀναγορευθῆναί οἱ τὸν παῖδα ἐκ Συρακουσῶν· Ἀντίπατρος δὲ ἐν οὐδενὶ τοῦ τυράννου τὰ δῶρα ἡγούμενος ἀνεῖπεν αὑτὸν Μιλήσιον καὶ ἀνέγραψε τῇ εἰκόνι ὡς γένος τε εἴη Μιλήσιος καὶ Ἰώνων ἀναθείη πρῶτος ἐς Ὀλυμπίαν εἰκόνα.
ἐν δὲ τῇ Ἄλτει παρὰ τὸν τοῦ Τιμοσθένους ἀνδριάντα ἀνάκειται Τίμων καὶ ὁ παῖς τοῦ Τίμωνος Αἴσυπος, παιδίον ἐπὶ ἵππῳ καθήμενον· ἔστι γὰρ δὴ καὶ ἡ νίκη τῷ παιδὶ ἵππου κέλητος, ὁ Τίμων δὲ ἐπὶ ἅρματι ἀνηγορεύθη. τῷ δὲ Τίμωνι εἰργάσατο καὶ τῷ παιδὶ τὰς εἰκόνας Δαίδαλος Σικυώνιος, ὃς καὶ ἐπὶ τῇ
Λακωνικῇ νίκῃ τὸ ἐν τῇ Ἄλτει τρόπαιον ἐποίησεν Ἠλείοις.
Description of Greece. Pausanias. ed. Friedrich Spiro. Leipzig. 1903.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.