τῶν δὲ Μεσσηνίων ὁπόσοι περὶ τὴν Εἶραν ἢ καὶ ἑτέρωθί που τῆς Μεσσηνίας ἐγκατελήφθησαν, τούτους μὲν οἱ Λακεδαιμόνιοι προσένειμαν ἐς τὸ εἱλωτικόν· Πύλιοι δὲ καὶ Μοθωναῖοι καὶ ὅσοι τὰ παραθαλάσσια ᾤκουν, καὶ ναυσὶν ὑπὸ τὴν ἅλωσιν τῆς Εἴρας ἀπαίρουσιν ἐς Κυλλήνην τὸ ἐπίνειον τὸ Ἠλείων. ἐκεῖθεν δὲ παρὰ τοὺς ἐν Ἀρκαδίᾳ Μεσσηνίους ἀπέστελλον, ἐθέλοντες κοινῷ στόλῳ χώραν ἔνθα οἰκήσουσιν ἀναζητεῖν, καὶ Ἀριστομένην ἐκέλευον ἡγεῖσθαί σφισιν ἐς ἀποικίαν.
ἐπιλαμβάνει τὸ χρεών, Ἀριστομένης δὲ ὡς τοὺς ἡγεμόνας τοῖς Μεσσηνίοις ἐπέταξεν ἰέναι ἐς Κυλλήνην, ὅστις ἐθέλοι μετέχειν τῆς ἀποικίας. καὶ μετέσχον ἅπαντες, πλὴν εἰ γῆράς τινα ἀπεῖργεν ἢ μηδὲ εὐπορῶν ἔτυχεν ἐς τὴν ἀποδημίαν· οὗτοι δὲ αὐτοῦ κατέμειναν παρὰ τοῖς Ἀρκάσιν.
ἑάλω δὲ ἡ Εἶρα καὶ ὁ πόλεμος ὁ δεύτερος Λακεδαιμονίων καὶ Μεσσηνίων τέλος ἔσχεν Ἀθηναίοις ἄρχοντος Αὐτοσθένους, ἔτει πρώτῳ τῆς ὀγδόης τε καὶ εἰκοστῆς Ὀλυμπιάδος, ἣν ἐνίκα Χίονις Λάκων.
ὡς δὲ ἐς τὴν Κυλλήνην οἱ Μεσσήνιοι συνελέχθησαν, τὸν μὲν παρόντα χειμῶνα ἔδοξεν αὐτοῦ χειμάζειν, καὶ τὴν ἀγοράν σφισι καὶ χρήματα οἱ Ἠλεῖοι παρεῖχον· ἅμα δὲ τῷ ἦρι ἐβουλεύοντο ποῖ χρὴ σταλῆναι. γνῶμαι δὲ ἦσαν Γόργου μὲν Ζάκυνθον τὴν ὑπὲρ Κεφαλληνίας καταλαβόντας καὶ νησιώτας ἀντὶ ἠπειρωτῶν γενομένους ναυσὶν ἐς τὰ παραθαλάσσια τῆς Λακωνικῆς ἐπιπλέοντας κακοῦν τὴν γῆν· Μάντικλος δὲ ἐκέλευε Μεσσήνης μὲν καὶ τοῦ Λακεδαιμονίων ἔχθους λαβεῖν λήθην, πλεύσαντας δὲ ἐς Σαρδὼ κτήσασθαι μεγίστην τε νῆσον καὶ εὐδαιμονίᾳ πρώτην.
Ζάγκλην δὲ τὸ μὲν ἐξ ἀρχῆς κατέλαβον λῃσταί, καὶ ἐν ἐρήμῳ τῇ γῇ τειχίσαντες ὅσον περὶ τὸν λιμένα ὁρμητηρίῳ πρὸς τὰς καταδρομὰς καὶ ἐς τοὺς ἐπίπλους ἐχρῶντο· ἡγεμόνες δὲ ἦσαν αὐτῶν Κραταιμένης Σάμιος καὶ Περιήρης ἐκ Χαλκίδος. Περιήρει δὲ ὕστερον καὶ Κραταιμένει καὶ ἄλλους ἐπαγαγέσθαι τῶν Ἑλλήνων ἔδοξεν οἰκήτορας.
Μεσσηνίοις μὲν οὖν τοῖς φεύγουσιν ἐγεγόνει πέρας τῆς ἄλης·
Description of Greece. Pausanias. ed. Friedrich Spiro. Leipzig. 1903.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.