οἱ δὲ Ἀρκάδες παραυτίκα τε τὴν κατάληψιν ἐπυνθάνοντο τῆς Εἴρας καὶ αὐτίκα τὸν Ἀριστοκράτην
ἐκέλευον σφᾶς ἄγειν ὡς ἢ σώσοντας Μεσσηνίους ἢ σὺν αὐτοῖς ἀπολουμένους. ὁ δὲ ἅτε ἐκ τῆς Λακεδαίμονος δεδεγμένος δῶρα, οὔτε ἄγειν ἤθελεν εἰδέναι τε ἔφασκεν οὐδένα ἔτι Μεσσηνίων ὅτῳ καὶ ἀμυνοῦσιν ὄντα ὑπόλοιπον.
ἀφορῶν ἔκλαιεν· τὸν δὲ Ἀριστοκράτην οἱ Ἀρκάδες καταλιθώσαντες τὸν μὲν τῶν ὅρων ἐκτὸς ἐκβάλλουσιν ἄταφον, στήλην δὲ ἀνέθεσαν ἐς τὸ τέμενος τοῦ Λυκαίου λέγουσαν
πάντως ὁ χρόνος εὗρε δίκην ἀδίκῳ βασιλῆι,
Description of Greece. Pausanias. ed. Friedrich Spiro. Leipzig. 1903.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.