Δωριεὺς μὲν δὴ—οὐ γὰρ ἠνείχετο ὑπακούειν Κλεομένει μένων ἐν Λακεδαίμονι—ἐς ἀποικίαν στέλλεται· Κλεομένης δὲ ὡς ἐβασίλευσεν, αὐτίκα ἐσέβαλεν ἐς τὴν Ἀργολίδα, Λακεδαιμονίων τε αὐτῶν ἀθροίσας 0 καὶ τῶν συμμάχων στρατιάν. ὡς δὲ ἐπεξῆλθον οἱ Ἀργεῖοι σὺν ὅπλοις, ὁ Κλεομένης ἐνίκα τῇ μάχῃ· καὶ —ἦν γὰρ πλησίον ἄλσος ἱερὸν Ἄργου τοῦ Νιόβης— καταφεύγουσιν ὡς ἐτράποντο ὅσον τε πεντακισχίλιοι τῶν Ἀργείων ἐς τὸ ἄλσος. Κλεομένης δὲ—ἐξώρμει γὰρ τὰ πολλὰ ἐκ τοῦ νοῦ—κελεύει καὶ τότε ἐνεῖναι πῦρ τοῖς εἵλωσιν ἐς τὸ ἄλσος, καὶ τό τε ἄλσος ἡ φλὸξ ἐπέλαβεν ἅπαν καὶ ὁμοῦ τῷ ἄλσει καιομένῳ συγκατεκαύθησαν αὖθις οἱ ἱκέται.
Κλεομένει δὲ οὐκ ὄντων ἀρρένων παίδων ἐς Λεωνίδαν τὸν Ἀναξανδρίδου, Δωριέως δὲ ἀπʼ ἀμφοτέρων ἀδελφόν, κατέβαινεν ἡ ἀρχή. καὶ Ξέρξης τε τηνικαῦτα ἐπὶ τὴν Ἑλλάδα ἤγαγε τὸν λαὸν καὶ Λεωνίδας τριακοσίοις ὁμοῦ Λακεδαιμονίων ἀπήντησεν ἐς Θερμοπύλας. γεγόνασι μὲν δὴ πόλεμοι καὶ Ἑλλήνων πολλοὶ καὶ ἐς ἀλλήλους βαρβάρων, εὐαρίθμητοι δὲ ὁπόσους ἀνδρὸς ἑνὸς μάλιστα ἀρετὴ προήγαγεν ἐς πλέον δόξης, ὡς Ἀχιλλεύς τε τὸν πρὸς Ἰλίῳ πόλεμον καὶ Μιλτιάδης τὸ Μαραθῶνι ἔργον. ἀλλὰ γὰρ τὸ Λεωνίδου κατόρθωμα ὑπερεβάλετο ἐμοὶ δοκεῖν τά τε ἀνὰ χρόνον συμβάντα καὶ τὰ ἔτι πρότερον.
Παυσανίας δὲ ὁ Κλεομβρότου βασιλεὺς μὲν οὐκ ἐγένετο· ἐπιτροπεύων γὰρ Πλείσταρχον τὸν Λεωνίδου καταλειφθέντα ἔτι παῖδα ἐς Πλάταιάν τε Λακεδαιμονίους ἤγαγε καὶ ὕστερον ναυσὶν ἐς τὸν Ἑλλήσποντον. Παυσανίου δὲ τὸ ἔργον τὸ ἐς τὴν Κῴαν γυναῖκα ἐν ἐπαίνῳ τίθεμαι μάλιστα, ἥντινα ἀνδρὸς οὐκ ἀδόξου παρὰ Κῴοις θυγατέρα οὖσαν Ἡγητορίδου τοῦ
Ἀνταγόρου Φαρανδάτης ὁ Τεάσπιδος, ἀνὴρ Πέρσης, παλλακὴν εἶχεν ἄκουσαν·
Description of Greece. Pausanias. ed. Friedrich Spiro. Leipzig. 1903.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.