τελευτήσαντος δὲ Ἀλκαμένους Πολύδωρος τὴν βασιλείαν παρέλαβεν ὁ Ἀλκαμένους, καὶ ἀποικίαν τε ἐς Ἰταλίαν Λακεδαιμόνιοι τὴν ἐς Κρότωνα ἔστειλαν καὶ ἀποικίαν ἐς Λοκροὺς τοὺς πρὸς ἄκρᾳ Ζεφυρίῳ, καὶ ὁ πόλεμος ὁ καλούμενος Μεσσηνιακὸς Πολυδώρου βασιλεύοντος μάλιστα ἐς ἀκμὴν προῆλθε. λέγουσι δὲ οὐ τὰς αὐτὰς Λακεδαιμόνιοί τε αἰτίας καὶ Μεσσήνιοι τοῦ πολέμου.
ἐπὶ μὲν δὴ Εὐρυκράτους τοῦ Πολυδώρου βασιλεύοντος Μεσσήνιοί τε ἠνείχοντο ὑπήκοοι Λακεδαιμονίων ὄντες καὶ παρὰ τοῦ δήμου τοῦ Ἀργείων οὐδέν σφισιν ἀπήντησε νεώτερον· ἐπὶ δὲ Ἀναξάνδρου τοῦ Εὐρυκράτους—τὸ γὰρ χρεὼν ἤδη Μεσσηνίους ἤλαυνεν ἐκτὸς Πελοποννήσου πάσης—ἀφίστανται Λακεδαιμονίων οἱ Μεσσήνιοι. καὶ χρόνον μὲν ἀντέσχον πολεμοῦντες· ὑπόσπονδοι δὲ ὡς ἐκρατήθησαν ἀπῄεσαν ἐκ Πελοποννήσου, τὸ δὲ αὐτῶν ἐγκαταλειφθὲν τῇ 0 γῇ Λακεδαιμονίων ἐγένοντο οἰκέται πλὴν οἱ τὰ ἐπὶ τῇ θαλάσσῃ πολίσματα ἔχοντες.
ταῦτα μὲν δὴ ἴσμεν ἔχοντα οὕτως· Ἀναξανδρίδης δὲ ὁ Λέοντος Λακεδαιμονίων μόνος γυναῖκάς τε δύο ἅμα ἔσχε καὶ οἰκίας δύο ἅμα ᾤκησε. τὴν γάρ οἱ πρότερον συνοικοῦσαν ἀρίστην τὰ ἄλλα οὖσαν συνέβαινεν οὐ τίκτειν· ἀποπέμψασθαι δὲ αὐτὴν κελευόντων τῶν ἐφόρων τοῦτο μὲν οὐδαμῶς ἐπαγγέλλεται, τοσοῦτον δέ σφισιν εἴκει γυναῖκα ἑτέραν λαβεῖν πρὸς ταύτῃ. καὶ ἥ τε ἐπεισελθοῦσα Κλεομένην παῖδα ἔσχε καὶ ἡ προτέρα τέως οὐ σχοῦσα ἐν γαστρὶ ἐπὶ γεγονότι ἤδη Κλεομένει τίκτει Δωριέα καὶ αὖθις Λεωνίδαν, ἐπὶ δὲ αὐτοῖς Κλεόμβροτον.
Description of Greece. Pausanias. ed. Friedrich Spiro. Leipzig. 1903.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.