πάρεστι δέ, ὅστις ἐθέλοι καὶ ἀνταριθμῆσαι τούς τε ἐπὶ βασιλέα Ξέρξην ἐς Πύλας καὶ τοὺς τότε ἐναντία Γαλατῶν ἀθροισθέντας. ἐπὶ μέν γε τὸν Μῆδον ἀφίκοντο τοσοίδε Ἑλλήνων· Λακεδαιμόνιοι οἱ μετὰ Λεωνίδου τριακοσίων οὐ πλείονες, Τεγεᾶται πεντακόσιοι καὶ ἐκ Μαντινείας ἴσοι, παρὰ δὲ Ὀρχομενίων Ἀρκάδων εἴκοσί τε καὶ ἑκατόν, ἀπὸ δὲ τῶν ἄλλων χίλιοι τῶν ἐν Ἀρκαδίᾳ πόλεων, ὀγδοήκοντα δὲ ἐκ Μυκηνῶν καὶ ἐκ Φλιοῦντος διακόσιοι, διπλάσιοι δὲ τούτων Κορίνθιοι· παρεγένοντο δὲ καὶ Βοιωτῶν ἑπτακόσιοι ἐκ δὲ Θεσπείας καὶ ἐκ Θηβῶν τετρακόσιοι. χίλιοι δὲ Φωκέων ἐφύλασσον μὲν τὴν ἀτραπὸν ἐν τῇ Οἴτῃ, προσέστω δὲ τῷ παντὶ Ἑλληνικῷ καὶ ὁ ἀριθμὸς ὁ τούτων.
ἡγεμονίαν οὗτοι κατʼ ἀξίωμα εἶχον τὸ ἀρχαῖον. βασιλέων δὲ ξενικὰ πεντακόσιοί τε ἐκ Μακεδονίας καὶ ἐκ τῆς Ἀσίας ἴσοι σφίσιν ἀφίκοντο ἀριθμόν· ἄρχοντες δὲ τῶν μὲν παρʼ Ἀντιγόνου πεμφθέντων Ἀριστόδημος ἦν Μακεδών, τῶν δὲ παρὰ Ἀντιόχου τε καὶ ἐκ τῆς Ἀσίας Τελέσαρχος τῶν ἐπὶ Ὀρόντῃ Σύρων.
τοῖς δὲ ἐς Θερμοπύλας ἀθροισθεῖσιν Ἑλλήνων, ὡς ἐπύθοντο περί τε Μαγνησίαν καὶ γῆν τὴν Φθιῶτιν ὄντα ἤδη τῶν Γαλατῶν τὸν στρατόν, ἔδοξεν ἤδη ψιλούς τε ἐς χιλίους καὶ ἐς τὴν ἵππον ἀπολέξαντας ἀποστεῖλαι σφᾶς ἐπὶ τὸν Σπερχειόν, ἵνα μηδὲ τὸν ποταμὸν διαβῆναι τοῖς βαρβάροις ἄνευ ἀγῶνός τε καὶ κινδύνων ἐγγένηται. οἱ δὲ ἐλθόντες τὰς γεφύρας τε καταλύουσι καὶ αὐτοὶ παρὰ τὴν ὄχθην ἐστρατοπεδεύσαντο. ἦν δὲ οὐδὲ ὁ Βρέννος οὔτε πάντα ἀσύνετος οὔτε ἀπείρως εἶχεν ὡς ἄν τις βάρβαρος σοφίσματα ἐς πολεμίους ἐξευρεῖν.
ἦν δὲ καὶ τῷ Βρέννῳ τὰ μὲν Ἡρακλεωτῶν ἐλάσσονος φροντίδος, ἀγώνισμα δὲ ἐποιεῖτο ἐξελάσαι τε ἐκ τῶν στενῶν τοὺς ἀντικαθημένους καὶ παρελθεῖν ἐς τὴν ἐντὸς Θερμοπυλῶν Ἑλλάδα.
Description of Greece. Pausanias. ed. Friedrich Spiro. Leipzig. 1903.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.