παρασκευῇ μὲν τοσαύτῃ καὶ μετὰ διανοίας τοιαύτης ἐπὶ τὴν Ἑλλάδα ὁ Βρέννος ἤλαυνε· τοῖς δέ γε Ἕλλησι κατεπεπτώκει μὲν ἐς ἅπαν τὰ φρονήματα, τὸ δὲ ἰσχυρὸν 0 τοῦ δείματος προῆγεν ἐς ἀνάγκην τῇ Ἑλλάδι ἀμύνειν. ἑώρων δὲ τὸν ἐν τῷ παρόντι ἀγῶνα οὐχ ὑπὲρ ἐλευθερίας γενησόμενον, καθὰ ἐπὶ τοῦ Μήδου ποτέ, οὐδὲ δοῦσιν ὕδωρ καὶ γῆν τὰ ἀπὸ τούτου σφίσιν ἄδειαν φέροντα· ἀλλὰ τά τε ἐς Μακεδόνας καὶ Θρᾷκας καὶ Παίονας τὰ ἐπὶ τῆς προτέρας καταδρομῆς τῶν Γαλατῶν ἔτι σφίσιν ἔκειτο ἐν μνήμῃ, καὶ τὰ ἐν τῷ παρόντι τὰ ἐς Θεσσαλοὺς παρανομήματα ἀπηγγέλλετο. ὡς οὖν ἀπολωλέναι δέον ἢ δʼ οὖν ἐπικρατεστέρους εἶναι, κατʼ ἄνδρα τε ἰδίᾳ καὶ αἱ πόλεις διέκειντο ἐν κοινῷ.
Description of Greece. Pausanias. ed. Friedrich Spiro. Leipzig. 1903.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.