τούτων δέ εἰσιν Ἠλεῖοι πλησίον πυγμῇ παῖδας κρατήσαντες, ὁ μὲν Σθέννιδος ἔργον τοῦ Ὀλυνθίου 0 Χοιρίλος, Θεότιμος δὲ Δαιτώνδα Σικυωνίου· παῖς δὲ ὁ Θεότιμος ἦν Μοσχίωνος, Ἀλεξάνδρῳ τῷ Φιλίππου τῆς ἐπὶ Δαρεῖον καὶ Πέρσας στρατείας μετασχόντος. δύο δὲ αὖθις ἐξ Ἤλιδος, Ἀρχίδαμος τεθρίππῳ νενικηκὼς καὶ Ἐπέραστός ἐστιν ὁ Θεογόνου ὅπλου νίκην ἀνῃρημένος·
Description of Greece. Pausanias. ed. Friedrich Spiro. Leipzig. 1903.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.