τοιαῦτα μὲν ὁ Εὐφαὴς εἶπεν· ἐπεὶ δὲ ἑκατέροις ἐσήμηναν οἱ ἡγεμόνες, Μεσσήνιοι μὲν δρόμῳ τε ἐς τοὺς Λακεδαιμονίους ἐχρῶντο καὶ ἀφειδῶς αὑτῶν εἶχον 0 ἅτε ἄνθρωποι θανατῶντες ὑπὸ τοῦ θυμοῦ, καὶ αὐτὸς ἕκαστος πρῶτος ἔσπευδεν ἄρξαι μάχης· ἀντεπῄεσαν δὲ καὶ οἱ Λακεδαιμόνιοι σπουδῇ καὶ οὗτοι, πρόνοιαν δὲ ὅμως ἐποιοῦντο μὴ διαλυθῆναί σφισι τὴν τάξιν.
Description of Greece. Pausanias. ed. Friedrich Spiro. Leipzig. 1903.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.