τάς τε καθυπερτερήσεις καὶ τὰς τῶν ἀστέρων ἐπιθεωρήσεις· ἐφ’ ὧν μὲν γὰρ ἂν γενέσεων ἡ τοῦ σχηματισμοῦ 1 καθυπερτέρησις, — ἢ ἐὰν τὸ αὐτὸ ἢ τὸ ἔγγιστα ἦν ζῴδιον, — ἦ ἐπαναφορά, ἐκείνῃ τὸ αὐθεντικώτερον καὶ ἐπιστατικώτερον τῆς φιλίας καὶ ἔχθρας προσνεμητέον, ἐφ’ ὧν δὲ ἡ ἐπιθεώρησις τῶν ἀστέρων βελτίων πρὸς ἀγαθοποιίαν καὶ δύναμιν, ἐκείναις τό τε ἐκ τῆς φιλίας
ὠφελιμώτερον καὶ τὸ ἐκ τῆς ἔχθρας κατορθωτικώτερον ἀποδοτέον.
Tetrabiblos. Claudius Ptolemaeus. ed. Franz Johannes Boll, ed. Emilie Boer. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.