καὶ ἔχθρας εἴδη τρία γὰρ διὰ προαίρεσιν οὕτως ἔχουσι πρὸς ἀλλήλους ἢ διὰ χρείαν ἢ διὰ ἡδονὴν καὶ λύπην· ὅταν μὲν πάντες ἢ οἱ πλείους τῶν προειρημένων τόπων οἰκειωθῶσι πρὸς ἀλλήλους, ἐκ πάντων ἡ φιλία συνάγεται
τῶν εἰδῶν, ὥσπερ, ὅταν ἀνοικείως, ἡ ἔχθρα, ὅταν δὲ οἱ τῶν φώτων μόνον, διὰ προαίρεσιν, ἥτις ἐστὶ φιλία καὶ βελτίστη καὶ ἀσφαλεστάτη καὶ ἔχθρα χειρίστη καὶ ἄπιστος· ὁμοίως δέ, ὅταν μὲν οἶ τῶν κλήρων τῆς τύχης, 1 διὰ χρείαν, ὅταν δὲ οἱ τῶν ὡροσκόπων, δι’ ἡδονὰς ἢ λύπας.
Tetrabiblos. Claudius Ptolemaeus. ed. Franz Johannes Boll, ed. Emilie Boer. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.