μοι ἰδεῖν τέρατα καὶ σημεῖα, ὁ χαρισάμενός μοι τοῦ ὀνόματός σου κοινωνὸν γενέσθαι· ὁ ἐμφυσήσας μοι ἑαυτὸν τῇ πολυμόρφῳ σου ὄψει καὶ ἐλεήσας παντοίως· ὁ βιαζομένην με ὑπὸ τοῦ παλαιοῦ μου συμβίου Ἀνδρονίκου περισκεπάσας τῇ πολλῇ σου χρηστότητι· ὁ ἀδελφόν μοι παραδοὺς τὸν σὸν δοῦλον Ἀνδρόνικον·
ὁ φυλάξας με καθαρκὰν ἕως τοῦ νῦν τὴν σὴν δούλην· ὁ τελευτῆσάν με ὑπὸ Ἰωάννου ἀναστήσας τοῦ σοῦ θεράποντος· 1 2 3 ὁ καὶ ἐγηγερμένην με δείξας τὸν σκανδαλισθέντα ἀσκανδάλιστον· ὁ ἀναπαύσας με ἐπὶ σὲ τελείως καὶ κουφίσας τῆς ἀποκρύφου μανίας· ὃν ἐφίλησα καὶ ἠγάπησα· δέομαί σου Χριστὲ μὴ παραπέμψῃ τὴν σὴν Δρουσιανὴν αἰτουμένην σε
τὸν Φουρτουνᾶτον ἀναστῆναι, εἰ καὶ μάλιστα προδότης μου ἐπειράθη γενέσθαι.
Acta Joannis. Acta Joannis. ed. Maximilian Bonnet. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.