ἀκούσας ταῦτα αὐτῆς εἰρηκυίας ἔφη· Μή, παρακαλῶ σε Δρουσιανή ἡ γὰρ φωνὴ ἣν ἀκήκοα τούτου οὐκ ἐφρόντισεν, ἀλλὰ περὶ σοῦ μόνης ἀνήγγειλε, καὶ ἰδὼν ἐπίστευσα· εἰ φὰρ ἦν ἀγαθός, τάχα ἂν καὶ αὐτὸν ἐλεήσας ὁ θεὸς διὰ τοῦ μακαρίου Ἰωάννου ἤγειρεν· ἐπέσχετο οὖν τὸν ἄνδρα κακῶς
τεθνάναι. Καὶ ὁ Ἰωάννης αὐτῷ εἶπεν· Οὐκ ἐμάθομεν τέκνον κακὸν ἀντὶ κακοῦ ἀποδοῦνα. καὶ γὰρ ὁ θεὸς ποιησάντων ἡμᾶς εἰς αὐτὸν πολλὰ κακὰ καὶ οὐχὶ καλὰ ἀντιμισθίαν ὑμῖν οὐκ ἀπέδωκεν ἀλλὰ μετάνοιαν· καὶ ἀγνοησάντων ὑμῶν τὸ ὄνομα αὐτοῦ οὐκ ἠμέλησεν ἀλλ᾿ ἠλέησεν, καὶ βλασφημησάντων
οὐκ ἐξῆλθεν ἀλλ᾿ εὐσπλαγχνίσθη· καὶ ἀπιστησάντων ἡμῶν οὐκ ἐμνησικάκησε· καὶ διωξάντων τοὺς ἀδελφοὺς αὐτοῦ οὐκ ἀνταπέδωκεν, ἀλλὰ μετάνοιαν ὑποβαλὼν καὶ ἀποχὴν κακῶν παρεκάλεσε καὶ ἡμᾶς ἐπʼ αὐτόν, ὡς καὶ σὲ τέκνον Καλλίμαχε καὶ μὴ μνησικακήσας ἐπὶ τοῖς πρώτοις δοῦλον ἑαυτοῦ
παρέστησαν ἐπιτηροῦντα αὐτοῦ τῷ ἐλέει. ὅθεν εἰ μὴ ἐπιτρέπεις τὸν Φουρτουνᾶτον ἀναστῆνα, Δρουσιανῆς χρεία.
Acta Joannis. Acta Joannis. ed. Maximilian Bonnet. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.