ἐσθῆσι νικώμενος, εἶτα δὲ ἀπαλλασσόμενος τοῦ βίου, ταῦτα ὀφλῆσαι κἀκεῖ ὅπου πορεύῃ; ὁ δὲ φονεὺς γινωσκέτω τὴν ἀξίαν τιμωρίαν διπλῆν ἀποκεῖσθαι μετὰ τὴν ἐνθένδε λύσιν. ὁμοίως καὶ ὁ φαρμακός, ὁ περίεργος, ὁ ἅρπαξ, ὁ ἀποστερητής, ὁ ἀρσενοκοίτης, ὁ κλέπτης, καὶ ὁπόσοι τοιούτου χοροῦ ὑπάρχοντες,
τῶν ἔργων ὑμῶν καθηγουμένων ἐπὶ πῦρ ἄσβεστον καὶ σκότος μέγιστον καὶ βυθὸς κολαστηρίων καὶ ἀπειλὰς αἰωνίους καταντήσετε. ὅθεν ἄνδρες Ἐφέσιοι ἐπιστρέψατε ἑαυτούς, ἐπιστάμενοι καὶ τοῦτο ὅτι οἱ βασιλεῖς, οἱ δυνάσται, οἱ τύραννοι, οἱ ἀλαζόνες, οἱ πολέμους χειρωσάμενοι γυμνοὶ τῶν ἐνθένδε ἀπαλλασσόμενοι,
ἐν κακοῖς δὲ αἰωνίοις συγγινόμενοι ὀδυνῶνται.
Acta Joannis. Acta Joannis. ed. Maximilian Bonnet. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.