ἐν τῷ θεάτρῳ ὁπόσοι βούλεσθε τὴν τοῦ θεοῦ δύναμιν. Οἱ δὲ ὄχλοι τῇ ἐπαύριον ἐκ νύκτωρ ἦλθον εἰς τὸ θέατρον· ὡς καὶ τὸν ἀνθύπατον γνόντα σπεῦσαι καὶ συγκαθίσαι τῷ παντὶ ὄχλῳ. Ἀνδρόνικος δέ τις στρατηγός, πρῶτος ὢν τῶν Ἐφεσίων κατʼ ἐκεῖνο καιροῦ, ἐφήμιζεν ἀδύνατα καὶ ἄπιστα
τῷ Ἰωάννῃ ὑπεσχνεῖσθαι· Εἰ δέ τι τοιοῦτον ὁποῖον ἀκούω, ἔλεγεν, ἔχειν, τὸ δημόσιον θέατρον ἀνεῳγὸς εἰσιέτω γυμνός, μηδὲν ἐπὶ τῶν χειρῶν αὐτοῦ κρατῶν, μηδὲ τὸ μαγικὸν ἐκεῖνο ὀνομαζέτω ὄνομα ὃ ἀκήκοα αὐτοῦ λέγοντος.
Acta Joannis. Acta Joannis. ed. Maximilian Bonnet. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.