ἦλθεν οὖν ὁ Βῆρος λέγων τὸν Ἰωάννην· Τῶν ἐνθάδε οὐσῶν πρεσβυτίδων ὑπὲρ ἑξήκοντα τεσσάρων μόνον τῷ σώματι ὑγιαινούσας εὗρον, τῶν δὲ λοιπῶν τινὰς δὲ καὶ παραλυτικὰς καὶ ἄλλας νοσούσας. Ὁ δὲ Ἰωάννης ταῦτα ἀκούσας καὶ ἐπὶ πολὺ ἡσυχάσας καὶ τὸ πρόσωπον αὐτοῦ ἀποτρίβων εἶπεν· Ὢ ἀτονία
τῶν ἐν Ἐφέσῳ οἰκούντων· ὢ πράγματα ἐκλελυμένα καὶ ἀσθένεια ἡ πρὸς τὸν θεόν· χρόνῳ ἐμπαίξας Ἐφεσίων τοῖς πιστοῖς διάβολε· Ἰησοῦς μοι χάριν διδοὺς καὶ δωρεὰν ἔχειν με τῆς ἐν αὐτῷ παρρησίας λέγει μοι νῦν σιγῶν· Μετάπεμψαι τὰς νοσούσας γραίας καὶ γενοῦ ἅμα αὐταῖς ἐν τῷ θεάτρῳ καὶ
διʼ ἐμοῦ θεράπευσον αὐτάς· εἰσὶ γάρ τινες τῶν ἐρχομένων ἐπὶ τῇ θέᾳ ταύτῃ οὓς διὰ τῶν τοιούτων ἰάσεων εἴ τι χρήσιμον γενόμενος ἐπιστρέψω.
Acta Joannis. Acta Joannis. ed. Maximilian Bonnet. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.