90 (3) ἄλλοτε δὲ ποτε παραλαμβάνει με, Ἰάκωβον καὶ
1
Πέτερον εἰς τὸ ὄρος ὅπου ἦν αὐτῷ ἔθος εὔχεσθαι, καὶ εἴδομεν αὐτῷ φῶς τοιοῦτον ὁποῖον οὐκ ἔστιν δυνατὸν ἀνθρώπῳ χρώμενον
λόγῳ φθαρτῷ ἐκφέρειν οἷον ἦν. (4) πάλιν ὁμοίως ἀνάγει ἡμᾶς τοὺς τρεῖς εἰς τὸ ὄρος λέγων· Ἔλθατε σὺν ἐμοί. Ἡμεῖς δὲ πάλιν ἐπορεύθημεν· καὶ ὁρῶμεν αὐτὸν ἀπὸ διαστήματος εὐχόμενον· ἐγὼ δὲ οὖν, ἐπειδὴ ἐφίλει με, ἠρέμα ὡς μὴ ὁρῶντες αὐτὸς αὐτοῦ ἐγγίζω αὐτῷ καὶ ἵσταμαι ἀφορῶν αὐτὸν εἰς τὰ
ὀπίσθια αὐτοῦ· καὶ ὁρῶ αὐτὸν ἱμάτια μὲν μηδὲ ὅλως ὐμφιεσμένον, γυμνὸν δὲ τοῦτον ὁρώμενον ὑφʼ ἡμῶν, ἄνθρωπον δὲ οὐδὲ ὅλως· καὶ τοὺς μὲν πόδος ποίας χιόνος λευκοτέρους, ὡς καὶ τὴν γῆν ἐκείνην καταλάμπεσθαι ὑπὸ τῶν ποδῶν· τὴν δὲ κεφαλὴν εἰς τὸν οὐρανὸν ἐρειδομένην, ὡς φοβηθέντα με
κραυγάσαι, αὐτὸν δὲ ἐπιστραφέντα μικρὸν ἄνθρωπον ὀφθῆναι καὶ κρατήσαντός μου τὸ γένειον ἀνασπάσαι καὶ εἰπεῖν μοι· Ἰωάννη μὴ γίνου ἄπιστος ἀλλὰ πιστὸς καὶ μὴ περίεργος. Καὶ εἶπον αὐτῷ· Τί γὰρ ἐποίησα κύριε; Λέγω δὲ ὑμῖν ἀδελφοί, οὕτως πεπόνεκα τὸν τόπον ἐκεῖνον ὅθεν μου τοῦ γενείου ἐλάβετο
ἡμέρας τριάκον, ὥστε με εἰπεῖν αὐτῷ· Κύριε, εἰ τὸ τίαμα σου παίζοντος τοιαύτην ἀλγηδόνα πεποίηκεν, τί εἰ ῥαπίσμασίν
2
3
μοι ἔλαβεσ; Καὶ αὐτός μοι εἶπεν· Σὸν λοιπὸν εἰ τὸν μὴ πειράζειν τὸν ἀπείραστον.