Ἰατρὸς καὶ νοσῶν.
ἐπεμελεῖτο πρὸς ῥῶσιν τοῦ κειμένου.
Μετὰ μικρὸν δὲ τοῦτον θανεῖν συνέβη.
Ἀλλ᾽ ἰατρὸς ἔλεγε πρὸς τοὺς παρόντας·
Εἰ οἴνου ἀπείχετο, ψυχροῖς δ᾽ ἐχρῆτο,
οὐκ ἄν γε ἀπέθανεν ὁ μακαρίτης.
Ὑπολαβὼν δέ τις τῶν ἐκεῖ παρόντων·
«Ὧ οὖτός γε, ἔφησε τῷ ἰητῆρι,
Οὐ δεῖ ταῦτα λέγειν σε τούτου θανόντος·
Τί γὰρ ὠφελεῖ ψυχρὰ τῷ τεθνηκότι;
ἀλλ᾽ ὅτε ἔζη, τότε χρῆν διαιτᾶσθαι.
Fabulae. Aesop. ed. Émile Chambry. Paris. 1925.
Funding provided by Center for Hellenic Studies.