Metaphysics. Theophrastus. Leipzig. 1862.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
[4] εἰ δὲ ἑτέρα τις οὐσία προτέρα καὶ κρείττων ἐστὶ ταύτην πειρατέον λέγειν, πότερον μία τις κατ᾽ ἀριθμὸν ἢ κατʼ εἶδος ἢ κατὰ γένος. εὐλογώτερον δ᾽ οὖν ἀρχῆς φύσιν ἔχουσαν ἐν ὀλίγοις εἶναι καὶ περιττοῖς εἰ μὴ ἄρα καὶ πρώτοις καὶ ἐν τῷ πρώτῳ. τίς δʼ οὖν αὕτη καὶ τίνες, εἰ πλείους, πειρατέον ἐμφαίνειν ἁμωσγέπως εἴτε κατ᾽ ἀναλογίαν εἴτε κατʼ ἄλλην ὁμοίωσιν. ἀνάγκη δʼ ἴσως δυνάμει τινὶ καὶ ὑπεροχῇ τῶν ἄλλων λαμβάνειν ὥσπερ ἂν εἰ τὸν θεόν· θεία γὰρ ἡ πάντων ἀρχὴ διʼ ἧς ἅπαντα καὶ ἔστι καὶ διαμένει. τάχα μὲν οὖν ῥᾴδιον τὸ οὕτως ἀποδοῦναι, χαλεπὸν δὲ σαφεστέρως ἢ πειστικωτέρως.
Current edition First1KGreek
Ἐκ τῶν μετὰ τὰ φυσικά (Greek) (Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. III. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1862.)