Metaphysics. Theophrastus. Leipzig. 1862.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
[3] εἰ μὲν γὰρ ἐν τοῖς μαθηματικοῖς μόνοις τὰ νοητὰ καθάπερ τινές φασιν, οὔτ᾽ ἄγαν εὔσημος ἡ συναφὴ τοῖς αἰσθητοῖς, οὔθ᾽ ὅλως ἀξιοχρέα φαίνεται παντός· οἷον γὰρ μεμηχανημένα δοκεῖ δι᾽ ἡμῶν εἶναι σχήματά τε καὶ μορφὰς καὶ λόγους περιτιθέντων, αὐτὰ δὲ δι᾽ αὐτῶν οὐδεμίαν ἔχειν φύσιν. εἰ δὲ μὴ οὐχ ὥστε συνάπτειν τοῖς τῆς φύσεως ὥστ᾽ ἐμποιῆσαι καθάπερ ζωὴν καὶ κίνησιν αὐτοῖς. οὐδὲ γὰρ αὐτὸς ὁ ἀριθμὸς ὅνπερ δὴ πρῶτον καὶ κυριώτατόν τινες τιθέασιν.
Current edition First1KGreek
Ἐκ τῶν μετὰ τὰ φυσικά (Greek) (Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. III. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1862.)