Metaphysics. Theophrastus. Leipzig. 1862.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
[18] δόξειε δ᾽ ἂν καὶ τοῦτ᾽ ἔχειν ἀπορίαν, εἴ μὴ ἄρα περιεργίαν τοῦ ζητεῖν τί δή ποτε ἡ φύσις καὶ ἡ ὅλη δ᾽ οὐσία τοῦ παντὸς ἐν ἐναντίοις ἐστὶ, καὶ σχεδὸν ἰσομοιρεῖ τὸ χεῖρον τῷ βελτίονι, μᾶλλον δὲ καὶ πολλῷ πλέον ἐστὶν, ὥστε δοκεῖν καὶ Κύριπίδην καθόλου λέγειν ὡς οὐκ ἂν γένοιτο χωρὶς ἐσθλά. ὁ δὲ τοιοῦτος λόγος ἐγγὺς τοῦ ζητεῖν ὅτι οὐ πάντ᾽ ἀγαθὰ οὐδὲ πάντα ὅμοια· καὶ ὅτι κατὰ πάντων μὲν τὸ εἶναι λέγομεν, οὐθὲν δὲ ὅμοιον ἀλλήλοις καθάπερ τὰ λευκὰ καὶ μέλανα ἐν αὐτοῖς. ἔτι δὲ τὸ δοκοῦν παραδοξότερον ὡς οὐχ οἷόν τε τὸ ὂν ἄνευ τῶν ἐναντίων. οἱ δ᾽ ἔτι πλέονι τῷ παραδόξῳ χρώμενοι καὶ τὸ μὴ ὂν μηδὲ γεγονὸς μηδὲ μέλλον προσκαταριθμοῦσιν εἰς τὴν τοῦ παντὸς φύσιν. ἀλλ᾽ ἥδε μὲν οἷον ὑπέρβατός τις σοφία.
Current edition First1KGreek
Ἐκ τῶν μετὰ τὰ φυσικά (Greek) (Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. III. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1862.)