Metaphysics. Theophrastus. Leipzig. 1862.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
[17] ἐπιποθεῖ δέ τινα καὶ τὰ τοιάδε λόγον πῶς ποτὲ τῶν ὄντων ὁ μερισμὸς εἰς ὕλην καὶ μορφήν· πότερον ὡς τὸ μὲν ὂν τὸ δὲ μὴ ὂν, δυνάμει μὲν ὂν καὶ ἀγόμενον εἰς ἐνέργειαν; ἢ ὂν μὲν, ἀόριστον δὲ καθάπερ ἐν ταῖς τέχναις, ἡ δὲ γένεσις τῆς οὐσίας ἕνεκα τὸ μορφοῦσθαι κατὰ τοὺς λόγους. ἀλλ᾽ οὕτω γ᾽ εἰς μὲν τὸ βέλτιον τάχ᾽ ἂν ἡ μετάβασις εἴη, τὸ δ᾽ εἶναι οὐθὲν ἂν ἦττον ἀληθὲς ὑπάρχοι κατ᾽ αὐτὴν — οὐ γὰρ ἂν οὐδὲ γίγνοιτο μὴ ὑπαρχούσης —, ἀλλὰ τὸ μήτε τόδε μήτε ποιὸν μήτε ποσὸν, ὡς ἀόριστον τοῖς εἴδεσι δύναμιν δέ τιν᾽ ἔχον. ὅλως δὲ κατ᾽ ἀναλογίαν ληπτέον ἐπὶ τὰς τέχνας καὶ εἴ τις ὁμοιότης ἄλλη.
Current edition First1KGreek
Ἐκ τῶν μετὰ τὰ φυσικά (Greek) (Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. III. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1862.)