V. Περὶ τῶν κατὰ τὴν Λιβύην ἐθνῶν.
Τιγγιτανὴ, ἐχομένη δὲ ταύτης ἡ Καισαρηνσία· μεθʼ ἣν ἡ Ἀφρικὴ, εἶτα ἡ Κυρηναῖκὴ Πεντάπολις, εἶτα ἡ Μαρμαρικὴ, εἶτα ἡ Αἴγυπτος. Ὑπόκειται δὲ ταῖς Μαυριτανίαις ἡ Γαιτουλία, τῇ δὲ Ἀφρικῇ καὶ τῷ Πενταπόλει ἡ ἄβροχός τε καὶ δίαμμος γῆ. Ἐκτείνεται
δὲ ἡ ἔρημος αὕτη καὶ μέχρι τῆς Αἰγύπτου κειμένη ἀρχομένης.
τῶν στενῶν τοῦ Ἀραβικοῦ κόλπου καλεῖται Τρωγλοδυτική. Ταύτης δὲ ἐνδοτέρα κεῖται ἡ Ἀζανία, ἐν ᾗ παντοῖοί εἰσι ἐλέφαντες, καὶ ἡ Ἀρωματοφόρος χώρα.
πρὸς τῇ Μερόῃ νήσῳ Μέμνονες μεθʼ οὓς Ἐλεφαντοφάγοι Αἰθίοπες εἶτα Πεσενδάραι καὶ ἡ Κινναμωμοφόρος χώρα, τούτων δὲ δυτικωτέρα ἐστὶν Φαζανία. Ἀπὸ δὲ ἀνατολῶν Κολοβοὶ, Ἄττεροι, Νοῦβαι ἕτεροι, Βλέμμυες, Στρουθοφάγοι καὶ ἡ Σμυρνοφόρος χώρα. Τὴν
δὲ λοιπὴν καὶ μεσημβρινωτάτην, μεθʼ ἣν ἡ ἄγνωστός ἐστι, κατέχουσι πρὸς μὲν τῷ Αἰθιοπικῷ καλουμένῳ Ὑποδρόμῳ Ἱπποφάγοι Αἰθίοπες, ὧν μεσημβρινώτεροι οἱ κοινῶς καλούμενοι Ἑσπέριοι. Τούτων δὲ ἀνατολικώτεροι Ἀθάκαι· τὰ δὲ περὶ τὸν κόλπον τῆς Βραχείας
θαλάσσης Ἀνθρωποφάγοι Αἰθίοπες. Τούτων δὲ πρὸς ἀνατολὰς ἅμα καὶ μεσημβρίαν πλησιάζουσα τῇ ἀγνώστῳ ἐστὶ χώρα πολλήκαλουμένη Ἀγίσυμβα.
Geographiae expositio compendiaria. Anonymous. ed. Karl Müller. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.