IV. Περὶ τῶν κατὰ τὴν Εὐρώπην ἐθνῶν.
περιαθρῆσαι.
Πυρηναῖά ἐστιν ὄρη, ἀφαιρούμενα τὰς Γαλλίας ἀπ’ αὐτῶν. Καὶ ἔστιν ἡ μὲν Λυσιτανία πρὸς τῷ δυσμικῷ ὠκεανῷ, ἡ δὲ Βαιτικὴ κατὰ τὴν ἐντὸς θάλασσαν, ὀλίγον τι καὶ τῆς ἔξω μετὰ τὸν πορθμὸν ἐπιλαμβάνουσα· ἡ δὲ Ταρρακωνησία διήκει ἀπὸ τοῦ ὠκεανοῦ ἢ τῆς
ἐκτὸς θαλάσσης ἐπὶ τὴν ἐντὸς θάλασσαν.
ἡ μὲν Γερμανία τῷ Ῥήνῳ ποταμῷ, ὃς ὁρμηθεὶς ἀπὸ τῶν ὑπὲρ τὰς Ἄλπεις ὀρῶν εἰς τὴν ἑκτὸς ἐκδίδωσι θάλασσαν· ἡ δὲ Ἰταλία πρὸς τὴν Ναρβωνησίαν τοῖς παραλίοις Ἄλπεσιν. Αὗται δʼ ἀνιοῦσαι πρὸς ἄρκτους, εἶτα πρὸς ἀνατολὰς ἐπιστραφεῖσαι καὶ τὴν λοιπὴν
Ἰταλίαν ἀπὸ τῶν ὑπερκειμένων ἐθνῶν χωρίζουσιν.
Νωρικὸν ὑπὲρ τὰς Ἄλπεις καὶ τὴν Ἰταλίαν κείμενα, ἐκτὸς δὲ τῶν Ἄλπιων τὰς δύο Παννονίας, ὑφʼ ἃς ἥ ἐστι κατὰ τὰ ἀνατολικὰ Δαλματία καλεῖται.
πολλὰ ἔθνη καὶ τῆς ἑτέρας ἠπείρου μένουσα δέ πως ἀποτερματίζεται παρὰ Εὐρώπῃ λίμνῃ τῇ Μαιώτιδι· εἶτα μετὰ τὸν ἰσθμὸν τῆς Ταυρικῆς χερρονήσου (αὕτη δὲ ἔκκειται πορθμὸν πρὸς τὴν Ἀσίαν ποιοῦσα τὸν καλούμενον Κιμμέριον Βόσπορον) ἀπολαμβάνει τοῦ Πόντου
τὰ μέχρι Βορυσθένους ποταμοῦ.
ἡ ἄνω Μυσία, συνάπτουσα πρὸς μὲν ἀνατολὰς τῇ κάτω Μυσίᾳ, πρὸς δὲ δύσεις Δαλματίᾳ. Ἔστι δὲ καὶ ὑπὸ τὴν Δαλματίαν καὶ μέρος τῆς ἄνω Μυσίας ἡ Μακεδονία, ὑπὸ δὲ τὸ λοιπὸν ἐκείνης τε καὶ τὴν κάτω ἡ Θρᾴκη. Πρὸς ταύτῃ δέ ἐστι καὶ ἡ ἰδίως καλουμένη
Χερρόνησος. Τῆς δὲ Μακεδονίας πρὸς νότον ἐπὶ τὰς δύσεις ἡ Ἤπεριρος κεῖται, ἐπὶ δὲ τὰς ἀνατολὰς ἡ Θεσσαλία, αἷς ὑπάκειται ἡ Ἑλλὰς, κατὰ τὸν ἐν τῷ Κρισσαίῳ κόλπῳ ἰσθμὸν ποιοῦσα τὴν Πελσπόννησον.
τῇ ἐκτὸς θαλάσσῃ αἱ Βρεττανικαὶ δύο Ἰουερνία τε καὶ Ἀλουίων. Ἀλλʼ ἡ μὲν Ἰουερνία δυτικωτάτη κειμένη, ἀντιπαρεκτείνεται μέχρι τινὸς τῇ Ἱσπανίᾳ· ἡ δὲ Ἀλουίων, ἔν ᾗ καὶ τὰ στρατόπεδα ἵδροται, μεγίστη τέ ἐστι καὶ ἐπιμηκεστάτη· ἀρξαμένη γὰρ ἀπὸ ἄρκτων
ἐπὶ μὲν δύσιν μέχρι τῶν μέσων τῆς Ταρρακωνησίας πρόσεισιν, ἐπʼ ἀνατολὰς δὲ μέχρι τῶν μέσων σχεδὸν τῆς Γερμανίας, Εἴη δʼ ἂν ἀξιόλογος καὶ ἡ Θούλη, καὶ ἡ μεγάλη Σκάνδεια, ἢ κεῖται ὁπὸ τὴν Κιμβρικὴν χερρόνησον· ἔκκειται γὰρ τῆς Γερμανίας
πρὸς ἄρκτους καὶ τὸν ἐκείνης ὠκεανὸν ἐπὶ πλεῖστον.
καὶ τὴν Πελοπόννησον ἐκτεινομένη πρὸς ἀνατολὰς ἡ Κρήτη, παρὰ δὲ τὴν Ἀχαίαν ἡ Εὔβοια.
Geographiae expositio compendiaria. Anonymous. ed. Karl Müller. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.