ΠΕΡΙ ΣΚΗΜΑΤΩΝ ΔΙΑΝΟΙΑΣ.
φράσιν, ὥσπερ ὅταν ὁ Δημοσθένης λέγῃ, σὺ δὲ ὁ σεμνὸς καὶ τοὺς ἄλλους διαπτύων· μακαρίζειν γὰρ προσποιούμενος ἐκ τῶν ἐναντίων ἄσεμνόν τε καὶ δυστυχέστατον ἐκφαίνειν ἀξιοῖ. καὶ πάλιν ὁπόταν
ὁ Αἰσχίνης λέγῃ ἐν τῷ κατὰ Τιμάρχου, οὐδὲν γοῦν
θαυμαστόν· ἀναβήσεται γὰρ ἀνὴρ καλός τε κἀγαθός, καὶ μισοπόνηρος καὶ πιστεύων τῷ ἑαυτοῦ βίῳ, καὶ τὸν Λεωδάμαντα δάμαντα ὅστις ἐστὶν ἀγνοῶν.
εἰ οὕτως ἔλεγεν· οὐδὲν γοῦν θαυμαστόν· ἀναβήσεται γάρ, ὡς οἶμαι, ἄνθρωπος ἀσελγὴς τὸν βίον καὶ οὕτως; ὡς αὐτὸς πόρνος καὶ παρὰ Λεωδάμαντι ἡταιρηκώς καταφανῶς. τὸ δέ, καλός τε κἀγαθὸς, καὶ μισοπόνηρος καὶ πιστεύων τῷ ἑαυτοῦ βίῳ, καὶ τὸν Λεωδάμαντα ὅστις
ἐστὶν ἀγνοῶν, ἄγει μᾶλλον ἐπὶ τὴν ἔμφασιν τῆς ἀληθείας, ἐκ τῶν ἐναντίων προειδότας παντὸς τοῦ λόγου τὴν ὑπόθεσιν. τούτου γὰρ δεῖ τοῖς εἰρωνευομένοις, ἐπεὶ πρὸς ἀγνοοῦντας κἂν ἀληθὲς ἐγκώμιον δόξειεν ἡ μεταβολή.
ὀνομασίαι δύο, ἐπίτασις καὶ ἔκλυσις· τούτων τῇ μὲν ἐπιτάσει ὑποτάσσεται ἡ εἰρωνεία, τῇ δὲ ἐκλύσει ἡ καταβολή.
τὸ ὑποκείμενον πρᾶγμα σημαίνων, ὡς παρὰ Εὐριπίδῃ προειποῦσα ἡ Μήδεια ὅσων προϋπῆρξεν εἰς τὸν ἄνδρα εὐεργεσιῶν, ἐπιφέρει παθητικώτατα,
ἀκουόντων διανοίαις, ὡς ὁπόταν ὁ Αἰσχίνης λέγῃ, οὐ μέμνησθε αὐτοῦ τὰ μιαρὰ καὶ ἀπίθανα ῥήματα;
ταῦτα γὰρ οὐκ ἀναλογεῖ τὰ ῥήματα τῇ
τότε ὑποκειμένῃ τῶν πραγμάτων ὑποθέσει.
ἐστι λόγος ἠθικὸς μετὰ σεσηρότος τοῦ προσώπου λεγόμενος, οἷον
διασυρμὸς ἐστι λόγος εἰρωνικὸς ἐπὶ τῷ διασύρειν τοὺς πέλας λεγόμενος, οἷον
τῆς περιόδου, πρῶτον μέν, ἀνὴρ γὰρ ἰδιώτης· δεύτερον
δέ, ἐν πόλει δημοκρατουμένῃ· τρίτον, νόμῳ καὶ ψήφῳ βασιλεύει. γίνονται δὲ δίκωλοι καὶ τρίκωλοι καὶ τετράκωλοι. δίκωλοι μέν, οἷον Ἀθηναῖοι μὲν κατὰ θάλατταν ἠρίστευον, Λακεδαιμόνιοι δὲ ἐν
τοῖς πεζικοῖς κινδύνοις ἐπρώτευον. τρίκωλοι δέ, ὡς ἔθηκέ τις ἐπὶ τῶν Ἀθηνῶν, ἣ πρὸς ἁπάσας ὁρωμένη καὶ κρινομένη τὰς πόλεις πρόσωπον μὲν ἂν φαίνοιτο τῆς Ἑλλάδος διὰ τὸ κάλλος, χεῖρες δὲ διὰ τὴν ἰσχύν, ψυχὴ δὲ
διὰ τὴν φρόνησιν. νοείσθω δὲ ἡ τρίκωλος χωρὶς τῆς προεκθέσεως ἀπὸ τοῦ, πρόσωπον μὲν ἂν φαίνοιτο καὶ τὰ ἐξῆς. τετράκωλος δέ, ὡς παρʼ Ἰσοκράτει, τίς γὰρ οὐκ ἂν ἡδὲως μετάσχοι στρατείας τῆς ὑπὸ Ἀθηναίων μὲν καὶ Λακεδαιμονίων στρατηγουμένης,
ὑπὸ δὲ τῆς Ἑλλάδος ἐκπεμπομένης, ὑπὲρ δὲ τῆς τῶν συμμάχων ἐλευθερίας ἀθροιζομένης, νῆς, ἐπὶ δὲ τὴν τῶν βαρβάρων τιμωρίαν πορευομένης. νῦν δὲ ὁριστέον τὰ σχήματα.
De Figuris. Aelius Herodianus. ed. Leonhard von Spengel. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.