ΗΡΩΔΙΑΝΟΥ
ΠΕΡΙ ΣΧΗΜΑΤΩΝ.
τοῦ σολοικισμοῦ, ὅτι τὸ μέν ἐστι κατόρθωμα καὶ τὴν ἐξάλλαξιν εὔλογον ἔχει, ὁ δὲ σολοικισμὸς ἁμάρτημα, μηδεμίαν αἰτίαν τῆς ἀκαταλληλίας ποιούμενος. γίνεται δὲ τὸ σχῆμα κατὰ τοσούτους τρόπους καθʼ ὅσους καὶ ὁ σολοικισμός· καὶ γὰρ εἴδη διαλλασσόμενα καὶ
γένη καὶ πτώσεις καὶ ἀριθμοὶ καὶ ἐγκλίσεις, ἔτι τε πρόσωπα καὶ χρόνοι καὶ διαθέσεις, καὶ πάντα ἁπλῶς ἃ τὴν τοῦ καταλλήλου συνάφειαν ἀπαιτεῖ, παρατραπέντα ποιεῖ τὸ σχῆμα.
τὸ σχῆμα·
κακίαν οὐκ ἐργάζεται, ὅτι γεγένηται ἐν ἀριθμητικῷ ὀνόματι, ἐν ᾧ, τῆς σημασίας μηδεμίαν διαφορὰν λαμβανούσης κατὰ τὴν τῆς φωνῆς ἐνάλλαξιν, ἡ μετάθεσις τῶν εἰδῶν ἀναμάρτητος, ἅμα δὲ σὺν τῷ τὸν ἀριθμὸν ὁρίζειν καὶ τὴν τελευταίαν δεδήλωκεν ἡμέραν.
ἰσχυρότερον γὰρ ὂν τὸ ἀρσενικὸν γένος τοῦ θηλυκοῦ
ἐπεκράτησε κατὰ τὴν ἐπιφοράν. ὁμοίως δὲ καὶ τὸ θηλυκὸν γένος ἰσχυρότερον ὂν τοῦ οὐδετέρου ἐπεκράτησε κατὰ τὴν ἐπιφοράν, οἷον
προτέραν περιγραφὴν τοῦ λόγου καταλιπὼν ἀπηρτισμένην μετὰ διαστάσεως ἐφʼ ἑτέραν ἀρχὴν τραπεὶς τῇ τῶν πτώσεων συμπλοκῇ σχηματίσῃ. τὴν μὲν οὖν τῶν πτώσεων συγγένειαν τὰ σχήματα ποιεῖν συμβέβηκεν οὕτως,
εἴρηται γὰρ δοτικὴ ἀντὶ γενικῆς Ἕκτορος, καὶ
ὡς ἀφʼ ἑτέρας γὰρ ἀρχῆς ἐπὶ τετελεσμένῳ τῷ προτέρῳ ποιησάμενος τὸν λόγον ἀπὸ ὀρθῆς ἤρξατο. τοιοῦτο δέ τι κἀκεῖνο,
κηπωροπυ, ὡς ἀφʼ ἑτέρας ἀρχῆς τὸ πυρετὸς εἶχεν αὐτὴν ἐπήνεγκεν. ὅτι γὰρ οὕτως πως ὁ ἰατρὸς εἰς τὸ τοιοῦτον σχῆμα κατῆλθε, δῆλον ἐκ τοῦ μηδέποτε λόγου τελείου ἀπὸ τοῦ δὲ συνδέσμου ἀρχομένου. ἐκεῖνος ἐν τῷ περὶ ἄρθρων ἔφη εἰσβάλλων οὕτως, ὦμονδ᾿ ἔωαρθρον,
ἕνα τρόπον οἶδα· καὶ γὰρ ἐνταῦθα ὡς ἐν ὑπομνηματισμῷ, πεπονημένων αὐτῷ καὶ ἑτέρων ἔμπροεθεν καὶ εἰς τοῦτο τὸ εἶδος, οὕτως ἤρξατο.
πληθυντικήν, μὴ πρὸς τὸν χαρακτῆρα, πρὸς δὲ
τὴν δύναμιν ἁρμοζόμενός τις πληθυντικὸν ἐπενέγκῃ μέρος λόγου, οἷον
ὑμεῖς ἀντωνυμίᾳ πληθυντικῇ ἑνικὸν ὁ ῥήτωρ ἐπήνεγκεν ὄνομα βουλὴ διὰ τὸ πολλῶν ἐξ αὐτοῦ νοεῖσθαι σύστημα, περιληπτικοῦ ὑπάρχοντος. ἢ ὁπόταν ἐπιφέρηται τοῖς οὐδετέροις τῶν γενῶν ἑνικὰ ῥήματα, οἷον γράφει τὰ παιδία, [τὰ δώματα στάξει]. οἷς διαφόρους
πληθυντικὰς συντάξεις ἐπάγουσιν οἱ Ἀττικοί, ὡς Εὔπολις
πολλάκις εἰς πληθυντικῶν παραλαμβάνεται χώραν διὰ τὴν ἐμφέρειαν τῆς φωνῆς, λέγω δὴ τὸ πεποίητο πολλάκις ἀντὶ τοῦ πεποίηντο παραλαμβάνεται·
τετελεσμένον, τελεσθῆναι δὲ αὐτὸ πάντως δέῃ. προηγήσεται δὲ μόρια τὰ καὶ τῶν ὑποτακτικῶν προτιθέμενα, ἴνα ἡ μὲν τοῦ μορίου πρόταξις τὸ μηδέπω
τούτων τετελεσμένον διὰ τοῦ δισταγμοῦ σημαίνῃ, ἡ δὲ τοῦ ὁριστικοῦ σύνταξις τὸ πάντως δεῖν γενέσθαι τὸ λεγόμενον,
οἷον
φράσιν, ἐπειδήπερ ἀμφοτέρων ὡς ἐπὶ τὸ πλεῖστον τὰ αὐτὰ προτάσσεται μόρια, ὡς τὸ ἵνα καὶ τὸ ὄφρα καὶ τὸ ὅπως.
ταχύτερον τὸ λεγόμενον· ἀλλʼ ὁπόταν μεσασθῇ,
ἤτοι ἡρωϊκῷ λόγῳ ἢ πράγματος ἑτέρου παραθέσει, κἄπειτα διάστασιν λαβούσης τῆς διηγήσεως, λεληθότως μετάβασις γίνεται. ἐσχημάτισε δὲ καὶ Ἡσίοδος ἐν προσώποις κατʼ ἐκεῖνο,
σφέτερον ἔσθʼ ὅτε καὶ τὸ ἴδιον.
λέγοι γὰρ ἂν οὕτως τὸ βεβαίως ἐσόμενον παραστῆσαι θέλων, ὡς εἴ τις εἴποι, αὔριον διαλέγομαι, οἷον πάντως
διαλέξομαι.
τῆς περικοπῆς γινομένης, ἐπεὶ καὶ ἡ τῶν Ἀττικῶν διάλεκτος χαίρει τούτοις. λαμβάνεται δὲ καὶ ὁλόκληρα παθητικὰ ἀντὶ ἐνεργητικῶν πολλάκις, ὅταν μὴ δύσφημος ἢ δυστράπελος ἡ ἐναλλαγὴ μέλλῃ γενήσεσθαι πρὸς τὸ τοῦ λέγοντος πρόσωπον· τὸ γοῦν γράφομαι
λέγεται πολλάκις ἀντὶ τοῦ γράφω, οἷον γράφομαι τόνδε παραπρεσβείας· ὅλαι δὲ λέξεις ἀντὶ ἄλλων τιθέμεναι τὴν μὲν σύνταξιν οὐ ξενίζουσιν, ἤτοι δὲ λείπειν τὴν φράσιν ποιοῦσιν ὑπονοεῖν λανθάνουσαι ἢ τὸ διανόημα ἐξαλλάσσουσι.
σημαίνει γάρ, ὡς καὶ τὸ πρότερον εἰδότων φαιάκων τὴν
χώραν, ὅπερ οὐκ ἀληθές, ἀλλὰ δεῖ τὸ πρὶν εἰδότες εἰς τὸ εἰδέναι μεταστῆσαι, ἵνα ᾖ πρὸ τοῦ εἰδέναι.
τὰ γὰρ παρά τι τῶν εἰρημένων ἐκφωνούμενα ποιητῶν ἢ διαλέκτων ἐστὶν ἰδιώματα, ἤπερ ἐμπειρίας σχηματισμοῦ. ῥητέον δὲ ἑξῆς περὶ τῶν ἐν διανοίᾳ τε καὶ λόγῳ σχημάτων.
De Figuris. Aelius Herodianus. ed. Leonhard von Spengel. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.