ΒΙΒΛΙΟΝ Β.
λέξεωϲ ἥτιϲ ἐϲτὶν ἐν τῇ χρήϲει τῶν παλαιῶν ἑωρᾶτο καὶ τῇ νυνὶ ϲυνηθείᾳ· νυνὶ δὲ ϲτρέψομαι καὶ ἐπὶ τὰϲ γνωριζομέναϲ μὲν ὁμοίωϲ καὶ
τῇ ἀνὰ χεῖρα ὁμιλίᾳ καὶ τῇ παλαιῶν χρήϲει, πειράϲομαι δὲ καὶ ἄλλαϲ παραθέϲθαι λέξειϲ, αἵτινεϲ οὔκ εἰϲιν ἐν τῇ νυνὶ ϲυνηθείᾳ, παρὰ μέντοι τοῖϲ παλαιοῖϲ. ἔϲτω δέ μοι ἡ παράθεϲιϲ ὁμοίωϲ ἐξ ὀνομάτων καὶ ῥημάτων
καὶ ἐπιρρημάτων. ἐπεὶ δέ τινεϲ ἐπεζήτηϲαν, εἰ δύναται τὸ τοιοῦτο
εἶδοϲ καὶ ἐν προθέϲεϲιν ὀφθῆναι, κατὰ τοῦτο ἐπειράθην ὀλίγαϲ προθέϲειϲ ἐλέγξαι ἐν εἴδει τινὶ μονήρειϲ ὑπαρχούϲαϲ.
νόημα, δόνημα, φίλημα, ἀνάθημα, φώνημα, ϲτεφάνωμα, χρύϲωμα, κώλυμα, ἔλυμα, ἔρυμα, καὶ ἄλλο μυρίον πλῆθοϲ τοιούτων ὀνομάτων ἀδιάπτωτον ποιεῖ τὸν κανόνα. δῆλον ὡϲ τὸ ὄνομα μονῆρέϲ ἐϲτι καὶ γὰρ ἥ τε τρίτη ἀπὸ τέλουϲ τὸ ο ἔχει καὶ ἡ πρὸ τέλουϲ. Αἰολεῖϲ δὲ ὄνυμα
λέγοντεϲ αὐτὸ ἀπολύουϲι τοῦ προκειμένου ἐλέγχου. πρόϲκειται τῷ
κανόνι « ἁπλοῦν», ἵνα μή τιϲ ταῦτα ϲύνθετα ὄντα ὡϲ ἀντιπίπτοντα παρατάξῃ ϲυνεχῶϲ ἐν τῇ ϲυνηθείᾳ λεγόμενα, λέγω δὲ τὸ πρόδομα ἢ πρόπομα, ὅπερ καὶ πρόπωμα λέγεται.
α, ὡϲ ἔχει τὸ ϲέβαϲ, οὖδαϲ, κνέφαϲ, ψέφοϲ, κέραϲ, τέραϲ, γῆραϲ, γέραϲ, βρέταϲ, δέπαϲ, ϲκέπαϲ, καὶ ἄλλα μυρία ἐϲτὶ τοιαῦτα μὴ ἔχοντα τὸ μ πρὸ τοῦ α τὰ δὲ ἔχοντα τὸ μ πρὸ τοῦ α παραιτεῖται τὴν εἰϲ ϲ 5κατάληξιν, ὡϲ ἔχει τὸ δόμα, θέμα, ϲτόμα, χύμα, λύμα, δῶμα, πτῶμα. πῶϲ οὖν τὸ δέμαϲ καὶ τὸ μ ἔχει πρὸ τοῦ α καὶ τὴν εἰϲ’ ἑ κατάλξιν
ὥϲτ’ ἐϲτὶν οὕτωϲ ὁρίϲαϲθαι· οὐδὲν εἰϲ μαϲ λῆγον οὐδέτερον, μονῆρεϲ ἄρα τὸ δέμαϲ,
ἤτοι καθαρεύει ἢ ἄλλο τι ϲύμφωνον ἔχει, ὡϲ δῆλον ἐκ τῶν τοιούτων· ἔαρ, κέαρ, οὖθαρ, εἶδαρ, μῶμαρ, ἧπαρ, νέκταρ. μονῆρεϲ ἄρα τὸ «πεῖραρ ἐπαλλάξαντεϲ» (Ν 359). οὐδέτερον δὲ προϲέθηκα ἐπεὶ Ἄραρ τιϲ λέγεται
ποταμόϲ, ὡϲ παρ’ Ἐρατοϲθένει (?). καὶ ἐπίγραμμα ἔχον οὕτωϲ
ἔαρ, ϲτέαρ, κέαρ, φρέαρ. τὸ τοίνυν κρέαϲ ἢ εἰϲ ρ ὤφειλε καταλήγειν ἢ εἴπερ εἰϲ ϲ καταλήγοι ὀφείλει μεταξὺ τοῦ ε καὶ α ϲύμφωνον ἔχειν, ὥϲπερ τὸ λέπαϲ, ϲκέπαϲ, κνέφαϲ, βρέταϲ. προϲέθηκα δὲ κατὰ τὴν ἑνικὴν εὐθεῖαν ἐν χρήϲει Ἑλλήνων, ἐπεὶ παρὰ Ἑκαταίῳ ἐϲτὶ « τὰ
δέατο περιτεταμένοι». ἀλλ’ οὐ ϲύνηθέϲ ἐϲτι λέγειν δέαϲ. ὅ τε Ϲοφοκλῆϲ
ἐν Κηδαλίωνι ϲατυρικῷ φηϲι.
ἀλλ’ οὐ γὰρ λέγεται ϲπέοϲ. ἡ γὰρ ἀναλογία ὡϲ ἀπὸ τοιούτων εὐθειῶν
τὰϲ κλίϲειϲ λαμβάνει, οὐκ οὐϲῶν μέντοι ἐν χρήϲει Ἑλλήνων. τὸ δὲ παρὰ τῷ ποιητῇ (α 218) κτεάτεϲϲιν
ἔχον ὑποκοριϲτικὴν ἔννοιαν, περιϲπᾶϲθαι θέλει. ϲημειῶδεϲ ἄρα ὁ ἰχθῦϲ. προϲέθηκα δὲ «μὴ ὑποκοριϲτικὴν ἔννοιαν» διὰ τὸ ἀπφῦϲ· δοκεῖ γὰρ παρὰ. τὸ ἀπφάϲ παρωνομάϲθαι. ἔϲτι δὲ καὶ τὸ Διονῦϲ παρὰ τοῖϲ κωμικοῖϲ
ἐπ τοῦ ἐκλύτου ταϲϲόμενον, παρηγμένον ἀπὸ τοῦ Διονύϲου. ὦν οὐδὲ
αἱ γενικαὶ παρόμοιαι τῷ προκειμένῳ· ἰχθύοϲ γὰρ λέγεται οὐ μεμελέτηκε δὲ ἀπφύοϲ λέγεϲθαι. μόνον δὲ διὰ δύο δαϲέων ἐκφέρεται ὁ ἰχθῦϲ, 3 4
τῶν ἄλλων εἰϲ υϲ ληγόντων οὐχ οὕτωϲ ἐχόντων. πρόϲκειτάι δὲ τῷ κανόνι «ἀρϲενικὸν» διὰ τὸ ὀφρῦϲ περιϲπώμενον θηλυκόν, ἔτι δὲ καὶ τὸ ὀϲφῦϲ. ὥϲτε εἰ περιϲπᾶται τὸ ἰχθῦϲ, ἔϲτω θηλυκόν εἰ δὲ ἀρϲενικόν ἐϲτιν, ὀφείλει ὅμοιον εἶναι τῷ ϲτάχυϲ, βότρυϲ.
ϲυνεϲταλμένον αὐτὸ ἔχει, ὡϲ τὸ ῥίζα, ϲχίζα, ϲπίζα· ἔϲτι δὲ εἶδοϲ ὀρνέου. Ϲοφοκλῆϲ ἐν Ναυπλίῳ πυρκαεῖ
Δούριζα λίμνη παρὰ τὸν Λίζαν ποταμόν. Ἑκαταῖοϲ περιηγήϲει Ἀϲίαϲ «τῇ δὲ λίμνῃ Δούριζα οὔνομα». Βόρυζα πόλιϲ Περϲική, ὡϲ Ἑκαταῖοϲ
περιηγήϲει Εὐρώπηϲ· «μετὰ δὲ Βόρυζα πόλιϲ Περϲέων, μετὰ δὲ Θυνιάϲ». Ἀράβυζα τῆϲ Καυκωνίδοϲ πόλιϲ. ἄζα, γάζα, χάλαζα. ϲημειῶδεϲ
ἄρα ἡ μᾶζα ἐκτείνουϲα τὸ πρὸ τέλουϲ α.
τὴν κλίϲιν.
γενικῇ τὸ η εἰϲ ἕ τρέπει, ποιμένοϲ, λιμένοϲ, πυθμένοϲ, ἀλλὰ μόνον τὸ Δομήν ἐφύλαξε τὸ η. Δαμῆνοϲ γὰρ ἐπιγράφεται Ἀγρολικά. ἴϲωϲ
δὲ ἐπεὶ κύριόν ἐϲτι παραλλαγὴν ἐποιήϲατο. τὸ δὲ Ἀλλαμήν παραιτοῦμαι· οὐ γὰρ γνήϲιον ὄνομα ὑπὸ Διοδώρου παραπεποιημένον.
ἀλλὰ πάντα βαρύνεϲθαι ῥήτωρ, κλήτωρ, ἵϲτωρ, Ἑκτωρ,πέλωρ, κέλωρ, ἄκτωρ, Ϲπέρχωρ, Ἀννίχωρ, ἄχωρ, (ἀναΰζωρ). ἡ δὲ ἱϲτορία τῶν ὀνομάτων εἴρηταί μοι ἐν δευτέρῳ περὶ καθολικῆϲ προϲῳδίαϲ. ϲημειῶδεϲ ἄρα τὸ ἰχώρ μόνον ὀξυνόμενον. τὸ δὲ αἴτιον εἴρηται ἐν τῷ περὶ. καθολικῆϲ προϲῳδίαϲ.
5 6
ϲυμπλοκὴν δύο ϲυμφώνων πρὸ τοῦ ω ·
ἐνθάδε, ἀλλὰ διάϲταϲιϲ· ὁ δὲ Ἴβυκοϲ ἔϲθ’ ὅτε καὶ θηλυκῶϲ προφέρεται
ἐκδεκτέον τὸ τέκμαρ. ἴϲον γὰρ ἐγένετο τῷ νέκταρ καὶ ἔχθαρ·
οὐ φιλεῖ δὲ τὰ τοιαῦτα προϋπάρχειν τῶν εἰϲ ωρ. τοῦ δὲ ϲημειοῦϲθαι τὸ τέκμωρ αἴτιον ὁ πλεοναϲμὸϲ τοῦ μ.
κύριον, Ζῆλυϲ ὁ ποταμόϲ, ἔγχελυϲ, μόλυϲ. ϲημειῶδεϲ ἄρα τὸ πολύϲ
ὀξυνόμενον. πρόϲκειται δὲ καθαρὸν διὰ τὸ ἀμβλύϲ, ϲυνεϲταλμένον δὲ. τὸ υ διὰ τὸ ἰλύϲ.
τῷ η παραλήγεται, ἀλλὰ μόνον ἐρῆμοϲ,
παραληγόμενον προπεριϲπᾶται, ἀλλὰ μόνον τὸ ἑτοῖμοϲ. καὶ τοῦτο δὲ
παρ’ Ἀττικοῖϲ τοῖϲ νεωτέροιϲ φαϲὶ προπαροξύνεϲθαι.
φηϲι, τὰϲ τῶν ξύλων ξηρὰϲ καὶ παχείαϲ ῥίζαϲ. ϲημειῶδεϲ ἄρα τὸ πλυνόϲ κατὰ χρόνον· καίτοι γε τὸ πλύνω ἐκτεινόμενον τὸ υ.
παρήχθη. ϲημειῶδεϲ ἄρα τὸ ἑνότηϲ ὄνομα.
ἀπὸ τῶν εἰϲ οϲ, ὡϲ κοῦφοϲ κουφότηϲ, ἢ ἀπὸ τῶν εἰϲ υϲ, ὡϲ ταχύϲ ταχυτήϲ, ἢ καὶ ἀπὸ ῥημάτων, ὡϲ παρὰ τὸ ἴεμαι ἰότηϲ, οὐδέποτε μέντοι ἀπὸ τῶν εἰϲ ρ ληγόντων. διὸ δὴ καὶ τὸ ἑνότηϲ παράϲημον· παρὰ
γὰρ τὴν εἰϲ ειϲ εὐθεῖαν, οὐ τὴν εἰϲ οϲ ἢ εἰϲ υϲ.
Φερνή. τὰ εἰϲ νη λήγοντα διϲύλλαβα μονογενῆ θηλυκὰ ἔχοντα πρὸ τοῦ ν ρ βαρύνεϲθαι θέλει, πέρνη, πτέρνη, Τάρνη πόλιϲ, Κέρνη ὁμοίωϲ, Ἄρνη, ἀλλὰ μόνον τὸ φερνή ὀξύνεται. Αἰολεῖϲ δὲ φέρεναν αὐτὴν λέγουϲιν ὁμοίωϲ τῇ ’Ἑλέναν.
οὐκ ἀντίκειται. ὅτι γὰρ καὶ ὁ τραγικὸϲ λέγει ϲκέπαρνοϲ ἐπ’ εὐθείαϲ ἀρϲενικῆϲ
ἐν ἑτέροιϲ ἐδήλωϲα.
ἔχοι πρὸ τέλουϲ φωνῆεν ἢ φωνήεντα, βαρύνεϲθαι θέλει, δρακοντίαϲ, ὀνοματίαϲ, κοππατίαϲ, Λοξίαϲ, Ἐρυξίαϲ, Βορέαϲ, Ἡρέαϲ, Θαρϲέαϲ, Κρατέαϲ, Μινύαϲ, Φλεγύαϲ, Ἀνδρέαϲ· μυρίον ἐϲτὶ πλῆθοϲ τοιούτων ὀνομάτων
ἀδιάπτωτον. ϲημειῶδεϲ ἄρα τὸ ἀνδριάϲ ὀξυνόμενον. οὐκ ἀγνοῶ δὲ ὅτι Ἡλιόδωροϲ ἐβούλετο αὐτὸ περιϲπᾶν· ὁμοίωϲ δὲ καὶ τὸ ἱμάϲ. τὸ
δ’ αὐτὸ ἠξίου καὶ Δράκων ὁ Ϲτρατονικεύϲ, ἔτι δὲ καὶ Τυραννίων. οὐκ ἔχει δὲ οὕτω τὰ τῆϲ ἀναγνώϲεωϲ, ὡϲ ἐν ἑτέροιϲ ἐδήλωϲα.
γουνόϲ, ὅθεν δοτκὴ ἡ
γὰρ χαρακτῆρα ἀπεδέξατο. ἔϲτι δὲ καὶ ἐπὶ παϲῶν τῶν ἠλογημένων γενικῶν τὸ τοιοῦτον ἐπιδεῖξαι, ὡϲ ὅτι παραβαίνουϲι καὶ τοὺϲ
παθοῦϲαι.
γὰρ ἐκ τοῦ δούρατοϲ·
τῆϲ ἀναλογίαϲ καὶ τῆϲ χρήϲεωϲ τῶν Ἑλλήνων. ἄμεινον οὖν ἐκδέχεϲθαι τὸ πάθοϲ. ποικίλαι δὲ αἱ φωναί. καὶ γὰρ δορὸϲ καὶ δουρὸϲ εἴρηται.ι
καὶ δόρατοϲ καὶ δούρατοϲ καὶ δόρεοϲ, ὡϲ ἐν ἑτέροιϲ ἐδήλωϲα.
παρ’ αὐτὸ γέγονε.
ἔνθεν θηλυκὸν παρὰ Ϲοφοκλεῖ ἐν Ἰνάχῳ ϲατυρικῷ
βαρυνόμενα δέ, εἰ καὶ ἀρϲενικὰ ὑπάρχοι ἢ θηλυκά, ϲυϲτέλλειν θέλει τὸ α,
Πάροϲ νῆϲοϲ, ϲπάροϲ, ϲκάροϲ. εἰ δέ τι βαρυνόμενον ἀρϲενικὸν ἔχει τὸ α ἐκτεινόμενον, πάντωϲ ἔχει κοινὸν διὰ τοῦ η, ὥϲπερ τὸ κλᾶροϲ ἐκ
τοῦ κλῆροϲ. τὸ δὲ ’Ρᾶροϲ, εἰ μή ἐϲτι Δώριον βαρυνόμενον, ϲυϲτελλέϲθω
κατὰ τὴν παραλήγουϲαν· εἰ δὲ ἐκτείνεται ὑγιῶϲ ἡ παραλήγουϲα, ὀξυνέϲθω, ἵνα μιμήϲηται τὸ ψαρόϲ, ναρόϲ, λαρόϲ. ἢ πεμὶ τόνον ἄρα ϲημειῶδεϲ ἢ περὶ χρόνον. ἀλλὰ δῆλον ὅτι περὶ χρόνον. τὰ γὰρ ὀξυνόμενα ἐπιθετικὰ ὑπῆρχον, τοῦτο δὲ κύριον ὄνομα βαρύτονον. ἀλλ’
οὖν γε ἔχομεν καὶ τὸ βᾶροϲ ὁμοίωϲ Ἀττικὸν ὑπάρχον καὶ ἐκεινόμενον τὸ α πρὸϲ ἀντέμφαϲιν τοῦ οὐδετέρου.
τὸ α παραδείγματα πάθοϲ, τάφοϲ. ὅπερ καὶ ἀρϲενικόν ἐϲτι,
ἀλλ’ ἴϲωϲ τοῦτο ἀμφίβολον. ὁ μέντοι Ἴβυκοϲ διέϲτειλε τὸ γένοϲ ἐν τῷ πρώτῳ, ϲχεδὸν τὸν Ὁμηρικὸν μεταλαβών· φηϲὶ γὰρ
θάλοϲ, δάοϲ, φάοϲ, πάθοϲ, μάθοϲ, Ἀλκαῖοϲ
τὸ α· 12 13 14
ἀλλὰ κατὰ ϲυϲτολὴν παρὰ Ϲοφοκλεῖ ἐν Τηρεῖ·
πάλιν ἐν διαψόρῳ ϲημαινομένῳ τὰ τρία γένη ὥϲπερ καὶ τὸ τάφοϲ. ἔϲτι γὰρ ἀρϲενικόν· οὕτω γὰρ ὁ Μενελάου ἐκαλεῖτο πρωρεύϲ. ἀλλὰ καὶ τὸ θηλυκὸν ἐπὶ τῆϲ νήϲου ἀπ’ αὐτοῦ τὸ ὄνομα λαβούϲηϲ, ὥϲ φηϲιν
Ἑκαταῖοϲ. καὶ οὐδέτερον, ὁπότε ϲημαντικὸν τοῦ ἱματίου ἢ καὶ τοῦ ἀρότρου, ὡϲ κοὶ παρ’ Ἀλκμᾶνι· ἀλλὰ καὶ παρ’ Ἀντιμάχῳ
πάϲϲων
τὸ α,
δέρτρον.
πλῆκτρον, καὶ ἄλλο πλῆθοϲ τῶν τοιούτων ὀνομάτων ἀδιάπτωτον. ἀλλὰ μόνον τὸ λουτρὸν ὀξύνεται· ὅπερ καὶ τριϲύλλαβον λέγεται λοετρόν,
δύο ϲυλλαβὰϲ τῷ ἔ παρεδρευόμενον παροξύνεται, ἀλλὰ μόνον τὸ ὀϲτέον. αἴτιοϲ δὲ ὁ πλεοναϲμόϲ. τὰ δὲ τοιαῦτα ἤτοι ὀξύνεται, ὡϲ ἔχει τὸ κολεόν,
ϲτελεόν, ἐλεόν
προπαροξύνεται, ὁπότε μὴ τὸ λ πρὸ τοῦ ἑ ἐϲτίν, ὄρνεον, κάνεον,
ὄϲτρεον. δῆλον οὖν ὡϲ καὶ τὸ ὄϲτεον ἐχρῆν λέγειν. διὸ μονῆρεϲ κατὰ τὸν τόνον φαμὲν εἶναι αὐτό. οὐκ ἀγνοῶ δὲ ὡϲ καὶ ὀϲτοῦν λέγεται, ὡϲ καὶ παρὰ Κρατίνῳ ἐν Πυτίνῃ
ϲυντίθεϲθαι, μόνῳ δὲ παρηκολούθηϲεν ἐν ἐπιρρήματι τῷ ἶφι τὸ τοιοῦτο, Ἰφιγένεια, Ἰικλῆϲ, Ἰφιάναϲϲα καὶ ὅϲα ἄλλα ἐϲτὶ τοιαῦτα. πεπλάνηται οὖν Ἴβυκοϲ εἰπὼν Λιβυαφιγενήϲ.
τῷ ω τριγενῆ ὑπάρχοντα ὀξύνεϲθαι θέλει, γνωτόϲ, τρωτόϲ, πλωτόϲ, πτωτόϲ, ἀλλὰ καὶ ὁ πρωτόϲ τὸ δὲ πρῶτοϲ τοῦ ἀριθμοῦ τὸ ὄνομα βαρύνεται. οὐκ ἀγνοῶ δὲ ὅτι κανόνεϲ κατέϲχον τέϲϲαρεϲ τὴν βαρεῖαν ταύτην.
εἰ παραλήγοιτο τῷ υ, ἢ κύρια θέλει εἶναι ἢ ἐπίθετα, οὐ μὴν προϲηγορικά. 17 κύρια μὲν οὖν ἐϲτι τοιϲῦτα· Βρυϲόϲ, πολὺϲ γὰρ ὁ ϲοϲ χαρακτὴρ ἐπὶ πόλεων, ὡϲ καὶ τὰ τοιαῦτα· Λιϲόϲ πολίχνιον Κρήτηϲ, Παιϲόϲ,
οὔτε ἐπιθετικόν ἐϲτι.
παραλήγοιτο τῷ υ, ὀξύνεϲθαι θέλει, ξυρόν, ϲφυρόν, πυρόν. ϲημειῶδεϲ ἄρα τὸ μύρον βαρυνόμενον. τὸ γὰρ ψόρον ἢ Ϲτύρον ἢ Μύρον, κύρια ὄντα, ὑγιῶϲ βαρύνεται.
θέλει, χωρὶϲ εἰ μὴ ϲυναληλιμμένα εἴη, Μυκάλη, φιάλη, ξυάλη,
Μυρτάλη, Πετάλη, ἀγκάλη, δαμάλη. ϲημειῶδεϲ ἄρα τὸ κεφαλή ὀξυνόμενον ἐπὶ τοῦ μερικοῦ εἶτε ἐπὶ τοῦ κυρίου. τὸ γὰρ ἀλαλή οὐ φύϲει τριϲύλλαβον,
καὶ περιϲπώμενον. κέχρηται δὲ τῷ ὀνόματι Κηφιϲόδωροϲ ἐν Ὑΐ
18 19 χνοῦ, ᾧ καὶ πρὸϲ τὰϲ τύλαϲ ἐχρῶντο, ὥϲπερ καὶ νῦν. μέμνηται δὲ αὐτοῦ τοῦ ἐμβαλλομένου Πλάτων ὁ κωμικὸϲ ἐν Πειϲάνδρῳ
ὥϲτε καὶ ἀντίθεϲιϲ ἐγένετο τοῦ α εἰϲ ἕ ἐπεὶ παρὰ τὸ κνάφοϲ ἐγένετο. εἰϲί μέντοι οἳ καὶ διὰ τοῦ γ γράφουϲιν. ἔν τιϲιν ἐν Μαλθακοῖϲ Κρατίνου
παρεφύλαξε Ϲύμμαχο.
καὶ
ὀξυνόμενον.
τὸ γὰρ κρίνοϲ ἐκ τοῦ κρίνον μεταπεποίηται.
οὐ γὰρ πρόδηλον ἔχει ὄνομα, παρ’ ὃ γέγονεν, ἀλλὰ ῥῆμα. τὸ μέντοι παρὰ Ϲοφοκλεῖ ἐν Λακαίναιϲ δανότηϲ εἰρημένον
τὸ η, ἀλλὰ μόνον τὸ ἥϲϲων.
ἀλλὰ μόνον τὸ χείρων. αἴτιον δὲ τὸ πάθοϲ καὶ ἐπὶ τοῦ προκειμένου.
τὸ υ. ϲημειῶδεϲ ἄρα τὸ παρὰ Ξενοφάνει γλύϲϲων·
τὸ μείζων. διϲύλλαβον δὲ προϲέθηκα διὰ τὸ ὀλίζων.
21 τὸ ϲτρυφνόϲ ἐκτεῖνον τὸ υ. οὕτω γὰρ ἀνέγνωμεν παρ’ Ἀριϲτοφάνει ἐν Ϲφηξί (877)
προϲέθηκα δὲ θηλυκόν, ἵνα μή τιϲ τὸ Ταῦξ ἀντιθῇ. ἱϲτορεῖται γὰρ οὗτοϲ ποταμὸϲ περὶ Ϲικελίαν.
τὸ ἀϲκόϲ διϲύλλαβον ὑπάρχον.
φύϲει μακρᾷ βαρύνεϲθαι θέλει, κῶθοϲ, οὕτωϲ ὁ κωβίοϲ κωμικόϲ, μῦθοϲ, Zῆθοϲ, Ϲῆθοϲ ποταμὸϲ Ϲκυθίαϲ ὡϲ Φιλοϲτέφανοϲ, Ξοῦθοϲ τὸ κύριον,
Βοῦθοϲ Πόθια νικήϲαϲ· παροιμία « Βοῦθοϲ περιφοιτᾷ», Κρατῖνοϲ Χείρωϲι·
τάττεται δὲ ἐπὶ τῶν εὐηθῶν καὶ παχυρίνων Νοῦθοϲ κύριον, καὶ ψόφοϲ, ἣν οἶδεν Ἡϲίοδοϲ ἐν τρίτῳ
ϲημειῶδεϲ ἄρα τὸ ϲτρουθόϲ ὀξυνόμενον. Χαῖριϲ δέ φηϲιν Ἀττικοὺϲ βαρύνειν 22 23 τὸ ὄνομα, ὡϲ καὶ Τρύφων μέμνηται ἐν δευτέρῳ περὶ Ἀττικῆϲ προϲῳδίαϲ. ἴϲωϲ μέντοι παρήλλαξε τῶν προκειμένων ἐπεὶ καὶ ἀρϲενικῶϲ λέγεται
παρὰ Ϲοφοκλεῖ
ἐϲτὶν ἐν ~ρχῇ, οἷον ἅμα, ἄμυϲτιϲ, ἀμύϲϲω, ἄμεινον, ἅμιλλα, ἀμίϲ, ἀμύνω, ἄμαθοϲ. τὸ τοίνυν ἀμῶ ῥῆμα ϲημειῶδεϲ,
χρῆϲιν καὶ τῶν πεζῶν ἔχει τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ ρ καταλλήγουϲαν, ἀλλὰ μόνον τὸ ἔρρω,
τὸ γὰρ ἔκηα οὐ πάντωϲ ἐνεϲτῶτα τὸν κήω αἰτήϲει, ὡϲ ἀπαιτεῖ Φιλόξενοϲ. ἡ δὲ τοιαύτη παράληξιϲ ἢ περιϲπωμένη ἐϲτίν, ὥϲπερ τὸ θηῶ, νηῶ, ἢ εἴπερ βαρυνόμενα εἴη, πάντωϲ κατὰ διάλεκτον, ὡϲ τὸ παίω πηῷ λεγόμενον παρὰ Βοιωτοῖϲ, τὸ παλαίω παλήω, καὶ παρ’ Αἰολεῦϲιν
ἐπὶ τῶν ὑπὲρ δύο ϲυλλαβὰϲ ἀδικήω, ποθήω, τό τε κλῄω ἐκ τοῦ κλείω γενόμενον.
ἐϲθίω βαρύνεται, τὸ γὰρ δείδιε οὐχ’ ὥϲ τινεϲ οἴονται, ἀπαιτεῖ θέμα τὸ δειδίω· εἰ δὲ καὶ ἀπαιτήϲῃ, ἐκ παρακειμένου ἂν εἴη γενόμενον.
οὐδέποτε τῷ ε παραλήγεϲθαι θέλει, εὐάζω, ϲκεδάζω, ϲκεπάζω, ἁρπάζω, λυρίζω, ϲαλπίζω, βαύζω, χαιτίζω, κιθαρίζω, ἑρπύζω. ϲημειῶδεϲ ἄρα
παρ’ Ἀττικοῖϲ καὶ τοῖϲ Ἴωϲι λεγόμενον διὰ τοῦ ε τὸ πιέζω, ὥϲπερ καὶ παρὰ τῷ ποιητῇ. προϲέθηκα δὲ καὶ τὰϲ διαλέκτουϲ, ἐπεὶ παρ’ Ἀλοκαίῳ
διχῶϲ λέγεται, παρὰ δὲ Ἀλκμᾶνι διὰ τοῦ α,
τὸ εἴϲ
αἴτιον δὲ τὸ πάθοϲ.
αὐτὸν χρόνον ὁρᾶται πρῶτον πρόϲωπον ἑνικοῦ καὶ τρίτον ἑνικοῦ καὶ πρῶτον καὶ τρίτον πληθυντικοῦ, ὅτι μὴ μόνον τὸ ἦν. ἦν γὰρ ἐγὼ
Ἀττικοὶ λέγουϲι καὶ ἦν ἐκεῖνοϲ· καὶ πληθυντικῶϲ Ϲιμωνίδηϲ ἐπὶ πρώτου προϲώπου, ὡϲ καὶ ἐν ἐπιγράμμαϲιν·
ἀντὶ γὰρ τοῦ ἦμεν ἦν.
ἀποβολῇ τοῦ ϲ τρίτον ἐδάμη. τὸ δὲ σἴτιον λέγεται ἐν τοῖϲ περὶ ῥημάτων.
πρὸ τοῦ τέλουϲ ϲυλλαβὴν διὰ τοῦ ξα, ἀλλὰ μόνον τὸ εἴξαϲι·
τῷ η, θέλει βαρύνεϲθαι, θήγω, λήγω, τμήγω· τὸ δὲ ἡγῶ περιϲπᾶται· ἔνθεν τὸ ἡγοῦμαι. τὸ δὲ σἴτιον πρόδηλον.
μόνον τὸ ἀμφί· λέγεται δ’ ἔϲθ’ ὅτε καὶ ἀμπί ἐν ϲυνθέϲει διὰ τοῦ π, καὶ ἴϲωϲ ἀναλογώτερον.
τὰ δὲ εὑρεθέντα ὑπὲρ μίαν ϲυλλαβὴν εὑρέθη, ὡϲ τὸ πάλιν, πέρυϲιν, τὸ ἀεὶ παρ’ Ἀττικοῖϲ αἰὲν παρὰ Δωριεῦϲιν, αἶιν παρ’ Αἰολεῦϲι· λέγεται ταῦτα καὶ ἄνευ τοῦ ν.
τὸ υ· μονῆρεϲ ἄρα τὸ βοτρυδόν·
ἔδωκε πρὸ τέλουϲ τὸ υ, ἀλλὰ τὸ η,
ἐν Ποιμέϲι εἴρηται τὸ ψό.
τέθειται, ἀλλὰ μόνον τὸ
γὰρ ἐπίρρημα.
Δάματερ κλητική, ὡϲ τὸ Ἥρακλεϲ.
ἀπὸ ὀνομάτων μετατεθειμένα. πρόϲκειται δὲ «κοινὸν» διὰ τὸ ἀέϲ Δώριον.
αὐταὶ ὀλίγαι οὖϲαι ὁμοιότητα ἔϲχον.
30
Περὶ μονήρους λέξεως. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.