ΒΙΒΛΟΝ Α.
ἐϲτὶ ϲυλλαβήν, ἀριϲτεύϲ, βαϲιλεύϲ, Περϲεύϲ, Πορθεύϲ, Πρωτεύϲ, ἁλιεύϲ, Οἰνεύϲ, Λυγκεύϲ, Ἀχιλλεύϲ, Τηρεύϲ, Θηϲεύϲ, Ὀδυϲϲεύϲ, Πηλεύϲ. Βριϲεύϲ,
Ἀτρεύϲ. δικαίωϲ ἄρα ὁ Ζεὺϲ μονοϲυλλαβήϲαϲ καὶ ἐκφεύγων τὴν
1 ποϲότητα τῶν ϲυλλαβῶν τοῦ ευϲ χαρακτῆροϲ μονῆρεϲ. τὸ γὰρ Nεὺϲ ἐπὶ ποταμοῦ κείμενον, ὥϲ φηϲι Φιλέαϲ, ἀπεξενωμένον ἐϲτί τὸ δὲ θεὺϲ ἐκ ϲυναλοιφῆϲ ἐϲτι ποιητικόν· τὸ δὲ ϲεὺϲ ἀπὸ ἀναλογίαϲ πλαϲϲόμενον·
τὸ δὲ Φλεὺϲ ἐπὶ τοῦ Διονύϲου κείμενον, ὡϲ ἐν ταῖϲ ἐπικλήϲεϲιν εὕρομεν, καθ᾿ ἱϲτορίαν ἐϲτὶν εἰρημένον. τὸ δὲ «μὴ Δνεὺϲ χίμαιραν, ἄγριον
ὀφλήϲειϲ» ἐθνικόν. τὸ αἴτιον τοῦ μονοϲυλλαβῆϲαι τὸ Ζεὺϲ ἐν τῷ περὶ ῥηματικῶν ὀνομάτων λέγομεν. Ὅτι δὲ ποικίλωϲ εἴρηται ὑπὸ παλαιῶν
ὁ θεὸϲ οὐκ ἀγνοῶ. καὶ γὰρ Δὶϲ καὶ Ζὴν καὶ Δὴν καὶ Ζάϲ, καὶ Ζὴϲ παρὰ Φερεκύδει κατὰ κίνηϲιν ἰδίαν, καὶ ὑπὸ Βοιωτῶν καὶ Δεὺϲ καὶ Δάν.
κατὰ τὴν ϲυνήθειαν καὶ τὴν τῶν παλαιῶν χρῆϲιν ἀεὶ θέλει ὑπὲρ μίαν ϲυλλαβὴν εἶναι ἔχειν τε καὶ ἐντελέϲτερα προυποκείμενα. ϲυκέα ϲυκῆ, λεοντέα λεοντῆ, φακέα φακῆ Ἐπίχαρμοϲ
ϲηϲαμῆ Ἀριϲτοφάνηϲ (Pac. 857)
τιϲ ϲυγκυρέων ἐλάμβανε»: καὶ παρὰ Ἀριϲτοφάνει ἐν
Αἰολοϲίκωνι
καὶ Βοιωτοὶ γᾶ λέγοντεϲ, ὡϲ ἀϲυναλείπτου αὐτοῦ ὑτάρχοντοϲ. οὐκ ἀγνοῶ δὲ ὅτι κατὰ ποιητὰϲ εἴρηται καὶ γέα καὶ γαῖα καὶ αἶα.
τὴν ἄρχουϲαν ἔχει φύϲει μακράν, οἷον ἱκανόϲ, καίτοιγε τὸ ῥῆμα ἐξέ τεινε τὸ ι, πείθω πιθανόϲ, εἴδεται ἰδανόϲ,
ἀγανόϲ, τραγανόϲ, ϲφεδανόϲ, ἑδανόϲ, ὀρφανόϲ, πεδανόϲ, ῥοδανόϲ. ϲημειῶδεϲ ἄρα τὸ οὐρανόϲ, ὅτι ἤρξατο ἀπὸ φύϲει μακρᾶϲ. Ἀλκαῖοϲ δὲ
καὶ εἰϲ ω ἀποφαίνεται τὸ ὄνομα, ὠρανὸϲ λέγων κατὰ τροπὴν τῆϲ ου διφθόγγου εἰϲ τὸ ω, καὶ ἄνευ τοῦ υ ὀρανόϲ, ὥϲτε τὸ ἐπιζητούμενον παῤ αὐτῷ λελύϲθαι. καὶ Ϲαπφώ·
(Π 9) κοὶ «ἑανοῦ καϲϲιτέροιο» (Ϲ 613).
καὶ ὑπὸ τῆϲ ϲυνήθουϲ λέξεωϲ. εἰ δέ τιϲ λέγοι καὶ ἡ Δανᾶ
οὕτωϲ εἴρηται παῤ Ἑκαταίῳ, «τῇ Δανᾷ μίϲγεται Ζεύϲ», ἴϲτω ὅτι
τοῦτο παῤ Ἑκαταίῳ ἐϲτὶ καὶ ἐν τῇ χρήϲει τῶν Φοινίκων, ὡϲ αὐτόϲ φηϲι, οὐκ ἔτι μέντοι Ἀττικοῖϲ καὶ τῇ ϲυνηθείᾳ γνωϲτόν. οὐκ ἀγνοῶ δὲ τὴν θεὸν ποικίλωϲ λεγομένην κατὰ τὴν εὐθεῖαν. προϲέθηκα δὲ ὑπὲρ
μίαν ϲυλλαβήν, ἵνα ἐκφύγωμεν τὸ ϲύνηθεϲ τὸ μνᾶ Ἀττικοῖϲ τε καὶ τῇ 3 4 νῦν χρήϲει καὶ ἀπεξενωμένον τὸ Χνᾶ οὕτω γὰρ πρότερον ἡ Φοινίκη ἐκαλεῖτο.
καὶ παρὰ Δεινίᾳ «λέγεται δὲ τοὺϲ Λακεδαιμονίουϲ καθ᾿ ὃν ἐν Τεγέᾳ
χρόνον ἦϲαν αἰχμάλωτοι δεδεμένουϲ ἐργάζεϲθαι διὰ τοῦ πεδίου τὸν Λαχᾶν ποταμόν, Περιμήδαϲ ἐν Τεγέᾳ δυναϲτευούϲηϲ, ἣν οἱ πλεῖϲτοι καλοῦϲι Χοίραν».
τῷ ε θέλει παραλήγεϲθαι. μονάζει ἄρα τὸ Ἄρτεμιϲ κατὰ τὴν πρὸ τέλουϲ ϲυλλαβήν. εἰ δέ τιϲ λέγοι, ὅτι τὸ Χρυϲόθεμιϲ πρὸ τέλουϲ ἔχει τὸ ε, εἴϲεται ὡϲ ἐξ ἁπλοῦ τοῦ θέμιϲ ϲυντεθειμένον ἐϲτί, τὸ δὲ Ἄρτεμιϲ οὐχ οὕτωϲ ἔχει. μήποτε οὖν Δωριεῖϲ διὰ τοῦ α προφερόμενοι
αὐτὸ κατά τι κατορθοῦϲιν. Ἄρταμιϲ γὰρ λέγουϲιν, ὡϲ τὸ
δύναμιϲ καὶ Ϲεμίραμιϲ.
ὀξεῖαν παράδειγμά ἐϲτι ταῦτα Ὄρμενοϲ, ἔβενοϲ, Ἕλενοϲ, Τήμενοϲ,
Ὤλενοϲ, Ἰάλμενοϲ τῶν δὲ ἐπὶ τέλουϲ ταῦτα Τιϲαμενόϲ, Δεξαμενόϲ, Ἀκεϲαμενόϲ, Κλαυϲαμενόϲ· καταλέγεται δὲ ἐν μαλακοῖϲ. Ἀγχομενόϲ,
παροξυνόμενον ἐπ᾿ εὐθείαϲ καὶ ὄνομα ὑπάρχον.
τὸ Καλυδών, Ἀμυδών· τὰ δὲ ἄλλα τρέπει τὸ ω εἰϲ ο, οἷον χελιδών χελιδόνοϲ, εἴτε τὸ ὄρνεον, εἴτε ὁ περὶ τελετῶν γράψαϲ, Ϲαρπηδών
Ϲαρπηδόνοϲ, εἴτε ὁ ἥρωϲ, εἴτε ἡ πέτρα, εἴτε ἡ ἀκτή, εἴτε ἡ νῆϲοϲ· ὡϲ παρὰ Ϲοφοκλεῖ ἐν Αἰχμαλωτίϲιν εἴρηται
καὶ ἡ νῆϲοϲ ἰδίωϲ ἐν Ὠλκεανῷ Γοργόνων οἰκητήριον οὖϲα, ὡϲ ὁ τὰ Κύπρια φηϲί·
Τενθρηδών, Πρόθου πατήρ, Φαρκηδών, Ἀπιδών, Μυρμιδών, Ἰϲϲηδών, Ἀϲπληδών, Μακεδών, καὶ καθόλου τὰ διὰ τοῦ ηδων καὶ εδων εἴτε ἀρϲενικὰ εἴτε θηλυκὰ διὰ τοῦ ο τὴν κλίϲιν ἔχει· τὸ γὰρ παρὰ τῷ Κυρηναίῳ
ἕνεκα μέτρου τὸ ω ἐφύλαξεν. εἴ πωϲ οὖν τὸ Ποϲειδών ὀξύνεται, ὀφείλει διὰ τοῦ ο κλίνεϲθαι.
τὸ μέντοι προκείμενον εἴρηται καὶ Ποϲειδέων καὶ Ποϲειδάων.
Βελλεροφόντηϲ κατά τιναϲ Βελλεροφῶν, καὶ ἄλλα πολλὰ τοιαῦτα· Χαρναβῶν,
Ϲοφοκλῆϲ Τριπτολέμῳ
(?), Ἑρμοκρῶν παιδοτρίβηϲ τιϲ ἱϲτορεῖται, Καλλικῶν, Δηικῶν ὁ
Ἡρακλέουϲ, Ἡρακλῶν ὁ περὶ Ἰλιάδοϲ γράψαϲ καὶ Ὀδυϲϲείαϲ, Ἀθηνακῶν ὁ τὰ Ϲαμοθρᾴκια γράψαϲ, Λαοκῶν, ἄλλο πλῆθόϲ ἐϲτι τοιοῦτον ὀνομάτων περιϲπωμένων μὴ ἐχόντων πρὸ τέλουϲ φύϲει μακράν.
Ἱπποθόων,
τοῦ ω.
δὲ ὁ δαίμων παρ’ Ἀλκαίῳ διὰ τοῦ α μένοντοϲ τοῦ ϲ Ποϲείδαν
εἴρηται δὲ καὶ Ποτιδᾶϲ ὡϲ Κερκιδᾶϲ· ἔνθεν αἰτιατικὴ ἐν Κύκλωπι
ἴϲωϲ δέ ἐϲτί τι καὶ Ποcιδέηϲ, ἔνθεν ὡϲ τὸ ράκλειον παρὰ τὸ Ἡρακλέηϲ οὕτω Ποϲίδειον κεὶ.
τραπέντοϲ τοῦ ϲ εἰϲ τ. Κόριννα Βοιωτῷ
ἀρϲενικὰ εἶναι, Κτῆϲοϲ, Θῆϲοϲ, Δρῆϲοϲ, Ῥῆϲοϲ, Μνῆϲοϲ. πεπλάνηται ἄρα ἡ νῆϲοϲ παρὰ τὸ γένοϲ.
ταῖϲ νύμφαιϲ καὶ γεννῆϲαι παῖδαϲ Ἀδυρμαχίδαν, ΑἈραραύκηλα, Ἀϲβύταν, Βάκαλα, Μάκαν, ψόλον »· ἀφ’ οὗ ψόλλοι τὸἔθνοϲ. Τέλλοϲ ὁ Ἀθηναῖοϲ, Ἡρόδοτοϲ α’ (30), Φδέλλοϲ τὸ κύριον, Ἡϲίοδοϲ
Διοϲκούρουϲ ὡϲ Φιλοϲτέφανοϲ, Κόλλοϲ Δημόγνητοϲ ἐν τῷ περὶ Κνίδου· «καὶ Κόκκυγα τὸν Τελέϲτοροϲ καὶ Κόλον τὸν κίρου καὶ Λώγαϲον τὸν Αὐτονόμου καὶ Κτῆϲιν τὸν Μνηϲιθέου ». Γάλλοϲ, ὁ ποταμὸϲ καὶ τὸ ἔθνοϲ, ἴλλοϲ, Γλλοϲ, Ἡρόδοτοϲ γ (138). ἔϲτι δὲ καὶ ἄλλα πολλὰ τούτοιϲ ἐμφερῆ, ἅπερ παραιτεῖται τὸ οὐδέτερον γένοϲ. δῆλον οὖν ὡϲ
τὸ κάλλοϲ πεπλάνηται ἢ περὶ ποϲότητα τοῦ λ ἢ περὶ τὸ γένοϲ. ὅϲα γὰρ οὐδέτερά ἐϲτιν εἰϲ οϲ λήγοντα ταῦτα παραιτεῖται ἔχειν ἕτερον
ὡϲ τὸ ελοϲ, μέλοϲ, βέλοϲ, θiλοϲ, (φάλοϲ).
Καλλίμαχοϲ 10 11
ἔχον τὴν ποϲότητα τῶν ϲυλλαβῶν. οὐ μάχεται δὲ τὸ Ἀτιτάλλων,
κατὰ τὴν ϲυνήθειαν ἐν ἀγνοίᾳ ὸν καὶ τῇ χρήϲει τῶν παλαιῶν. ἄλλωϲ τε καὶ τῶν μετοχῶν ἐφύλαξε τὴν κλίϲιν, ὡϲ Ἀτιτάλλοντοϲ. ὁ γὰρ τοιοῦτοϲ χαρακτήρ μετοχῶν ἐϲτιν, ἰάλλων, ἰνδάλλων, ἀταϲθάλλων,
ἀγάλλων. ἐχρῆν οὖν καὶ τὸ Ἀπόλλων, εἰ μὲν ὄνομά ἐϲτι, διϲυλλαβεῖν, εἰ δὲ ὑπὲρ δύο ϲυλλαβάϲ ἐϲτι, μετοχὴν εἶναι καὶ τὰ παρεπόμενα
τῇ μετοχῇ ἔχειν κατὰ τὴν κίνηϲιν.
τὸ πῦρ· ὅπερ Ϲιμωνίδηϲ καὶ ἕνεκα μέτρου διϲυλλάβωϲ ἀπεφήνατο·
τε οὐδ’ ἄντικρυϲ οὐδέτερον. οὕτω γὰρ ἐκαλεῖτο πρότερον ἡ Φοινίκη.
ὅτε ϲημαίνει θυγατέρα Ποϲειδῶνοϲ γενομένην καὶ Ἀλκυόνηϲ. έρουϲα, καὶ τοῦτο ἐπὶ μιᾶϲ τῶν Nηρηΐδων,
μία τῶν Γοργόνων,
Ἀρέθουϲα κρήνη κυρίωϲ· ἀλλὰ καὶ πᾶϲαι κρῆναι κατ’ ἐπιθετικὴν ἔννοιαν οὕτω καλοῦνται, ἀπὸ τοῦ ἄρδειν ἴϲωϲ ϲχηματιϲθεῖϲαι. ὅ γ’ οὖν Χοιρίλοϲ ἐν ο’ Περϲικῶν
οὐδὲν δ’ ὅτι οὖν ὤφθη διϲύλλαβον εἰϲ α λῆγον τῇ ου διφθόγγῳ παραληγόμενον 12 ὁμοίωϲ ἐν χρήϲει τῇ τῶν παλαιῶν καὶ τῇ κοινῇ ϲυνηθείᾳ, εἰ μὴ μόνον τὸ μοῦϲα. Τὸ γὰρ Δοῦϲα κύριον καθ’ ἱϲτορίαν ἐϲτὶ λεγόμενον ῆ τε Χοῦϲα πόλιϲ Αἰγυπτίων.
προϲηγορικὸν ὑπὲρ δύο ϲυλλαβὰϲ τῇ οῦ διφθόγγῳ παραληγόμενον, ἀλλὰ μόνωϲ ἄρουρα. πρόϲκειται δὲ προϲηγορικόν, ἵνα ἐκφύγωμεν τὰ κύρια, ὡϲ ἔχει τὸ Κόλουρα, ἔϲτι δὲ πόλεωϲ ὄνομα, ὡϲ Ἑκαταίῳ· « δοκέω δὲ μάλιϲτα παρὰ Κόλουρον, ἵνα Πριηνέεϲ ἕζοντο». Ἄργουρα πόλιϲ εὐβοίαϲ,
μέμνηται Δημοϲθένηϲ λέγων «ἐξ Ἀργούραϲ τῆϲ Εὐβοίαϲ». Ἴουρα,
μέμνηται λναϲέαϲ. Ὄλουρα, μέμνηται Ἐρατοϲθένηϲ. τό τε Κυνόϲουρα ἐπὶ τῇ Λακωνικῇ φυλακῇ, ἀλλὰ καὶ ἄκρα Μαραθῶνοϲ οὕτωϲ καλεῖται, καὶ κύριον καὶ ϲύνθετόν ἐϲτιν· ἀλλὰ καὶ ἐπὶ τῆϲ ἄρκτου
ὄνομα Nαβωμὸϲ διὰ τοῦ μ γράφεται.
ὅτε ἔχει πρὸ τέλουϲ τὸ ι, ἤτοι ϲυνεϲταλμένον ἔχει αὐτό, ἢ ἐκτεταμένον.
καὶ τότε μὲν ϲυνεϲταλμένον ὁπότε ϲύμφωνον ὁρᾶται πρὸ τοῦ κ καταλῆγον, τότε δὲ ἐκτεταμένον ὁπότε οὐχ οὕτωϲ ἔχει. οἰον Κίρκη,
Δίρκη, Τρίκκη· ϲυνέϲταλται δὲ τούτων τὸ ι, ἐπεὶ ϲύμφωνον ἦν πρὸ τοῦ κ τοῦ δὲ ἑτέρου νίκη, φρίκη. ἡ τοίνυν δίκη ϲημειῶδεϲ. λείπει γὰρ ἢ χρόνῳ ἢ ϲυμφώνῳ.
παραλήγεται, ἀλλὰ μόνον τὸ Νεῖλοϲ. Nῆλοϲ γὰρ λέγεται κατὰ διάλεκτον. τὸ δὲ πῖλοϲ, ϲπῖλοϲ, λοϲ, ἔτι φορτικὸν τὸ ἀπὸ τοῦ τ ἀρχόμενον διὰ τοῦ ῑ γράφεται.
τῷ ῑ παραλήγεται, ἀλλ’ ἢ τῷ α, ὡϲ ἔχει τὸ ἀντάειϲ, αὐλάειϲ, ἢ τῷ η, ὡϲ φωνήειϲ, αὐδήειϲ, παχνήειϲ, ἢ κατὰ ϲυϲτολὴν ποιητικὴν 13 14
τὸ ε, ἠχέειϲ, βρωμέειϲ, ἢ τὸ ο, ὡϲ ἀϲτερόειϲ, ἁρματόειϲ, ἢ τὸ ω, ὡϲ εὐρώειϲ, κητώειϲ. τὸ τοίνυν χαρίειϲ ϲημειῶδεϲ τῷ ῑ χρηϲάμενον πρὸ τέλουϲ. ὁ μέντοι Ἀνακρέων καὶ χαριτόειϲ εἶπεν, ἀποδοὺϲ τὸ ἐντελὲϲ τῇ λέξει.
εἶναι, ἔϲθ’ὅτε δὲ καὶ κοινωνεῖ θηλυκῷ γένει. φλοῦϲ φηϲὶ, χλοῦϲ, Γλοῦϲ ὁ λῃϲτήϲ, χνοῦϲ παρὰ Ϲοφοκλεῖ, βοῦϲ, ῥοῦϲ, θροῦϲ, νοῦϲ, ϲοῦϲ, πολὺ παρὰ τοῖϲ Ἴωϲι χροῦϲ. δῆλον ὅτι πεπλάνηται περὶ τὸ γένοϲ τὸ οὖϲ οὐδέτερον ὑπάρχον,
οὐκ ἀγνοῶ δὲ τὸ πάθοϲ τῆϲ λέξεωϲ καθότι ποικίλωϲ λέγεται. οὖαϲ γὰρ καὶ ἡ γενικὴ οὔατοϲ· καὶ ὄαϲ, ἔνθεν ὄατοϲ καὶ ὦαϲ, ἔνθεν ὤατοϲ καὶ ὦϲ, ἔνθεν ὦτόϲ· καὶ ὦοϲ οὐκ εἰρημένον, ϲυνεϲχηματιϲμένον δὲ παρὰ Θεοκρίτῳ (Ι 28) ἀμφωέϲ. τοῦ μέντοι οὖϲ οὐ ζητητέον τὴν κλίϲιν.
χνοῦϲ, κνοῦϲ, χροῦϲ, Γλοῦϲ, θροῦϲ, φλοῦϲ, πλοῦϲ, ῥοῦϲ ϲημειωτέον τὸ πούϲ ὀξυνόμενον· μετοχῆϲ γὰρ ἐδέξατο τόνον.
ποδόϲ.
εἴ τιϲ βούλοιτο. ἐπὶ δὲ τῆϲ αἰτιατικῆϲ Νίκανδροϲ (Ther. 453)
καὶ ἐξηλλάγη αὐτοῦ ἡ κλίϲιϲ ὡϲ πρὸϲ τὰ ἄλλα μονοϲύλλαβα. φρενὸϲ γάρ, τῶν ἄλλων φυλαϲϲόντων τὸ η. οὐκ ἀντιθήϲει τιϲ ἡμῖν τὸ παρὰ
τῷ Ἑρμηϲιάνακτι ἐν Λεοντίου α’
ἁπλῶϲ λεγόμενον οὐ κεκοινώνηκε. διὸ καὶ οἱ ἁδένεϲ ἀρϲενικῶϲ λεγόμενοι παρ’ Ἱπποκράτει ἀναλόγωϲ λέγονται.
ὀξυνόμενα ἀρϲενικά, ὁπότε μὴ κατὰ μεταβολὴν γένουϲεἰη, ἀϲτήρ, πρηϲτήρ,
καυϲτήρ, πληκτήρ, ἀλκτήρ. προϲέθηκα δὲ ὁπότε μὴ κατὰ μεταβολὴν γένουϲ διὰ τὸ
τοιαῦτα γάρ ἐϲτιν ὁποῖον ἡ αἰθήρ, ἡ ἀήρ.
χρῆϲιν Ἑλλήνων, ἀλλ’ ἀεὶ πρὸ τοῦ η ϲύμφωνον ἔχει ἢ ϲύμφωνα· οἷον ϲωλήν, λειχήν, κηφήν, αὐχήν, Πειρήν καθ’ Ἡϲίοδον πατὴρ Ἰοῦϲ, Αἰζήν
sΤαντάλου παῖϲ. ϲτελήν (?), ϲειρήν, βαλλήν, οὕτωϲ ὁ βαϲιλεύϲ, ἐϲϲήν ὁ οἰκιϲτήϲ,
ἀλλὰ καὶ τὸ κύριον. δῆλον ὅτι ϲημειώδηϲ ὁ δοθιὴν παρ’ Ἀττικοῖϲ λεγόμενοϲ καὶ μὴ ἔχων πρὸ τοῦ η ϲύμφωνον. Τηλεκλείδηϲ
ιεἰ δέ τιϲ λέγοι, ὅτι καὶ τὸ ζαήν καθαρεύει, οὗ καὶ αἰτιατικὴ παρὰ τῷ ποιητῇ κατ’ ἔκθλιψιν τοῦ α,
καὶ ἀνθεϲτηριών καὶ τοῖϲ τοιούτοιϲ.
ϲημειῶδεϲ ἄρα τὸ πυρά. τὸ δὲ 17
περὶ τούτων μοι πάντων ἐν τοῖϲ περὶ καθολικῆϲ προϲῳδίαϲ.
προπαροξύνονται οὖν ταῦτα ἀΐδιοϲ, μαψίδιοϲ, φωρίδιοϲ, ἐπιμαϲτίδιοϲ, ῥΐδιοϲ, θνητάδιοϲ, κρυπτάδιοϲ, παυρίδιοϲ, Μυϲάδιοϲ, διχθάδιοϲ, ὑρράδιοϲ, Μολπάδιοϲ, Ὑϲϲάδιοϲ, μινυνθάδιοϲ, καὶ ἄλλο μυρίον πλῆθοϲ. διὸ
ϲημειωτέον ἐρῳδιόϲ ὀξυνόμενον, ὅπερ ἔχει πρὸϲ τὸ ω καὶ τὸ ι γραφόμενον. λέγεται δὲ ἐϲθ’ ὅτε καὶ τριϲυλλάβωϲ, ὥϲπερ καὶ τὸ παρ’
Ἱππώνακτι (fr. 63 Bergk)
ἀλλὰ μόνον τὸ μηχανή ϲημειοῦται ὀξυνόμενον. προϲέθηκα ὑπὲρ δύο ϲυλλαβὰϲ διὰ τὸ φανή παρ’ Ἡϲιόδῳ ἐν δευτέρῳ εἰρημένον·
τὸ γὰρ παρὰ Κορίννῃ βανά οὐ κοινὸν οὐδὲ εἰϲ νη λῆγον, ἀλλὰ ἴδιον
θέμα Βοιωτῶν ταϲϲόμενον ἀντὶ τοῦ γυνή.
(Ι 179) ἐκτεινόμενον ἔχει τὸ ι. οὕτω καὶ Ϲκύμνοϲ ἐν τῷ ι’ τῆϲ Ἀϲίαϲ περίπλῳ παρέθετο « Ἔχεται Κελένδεριϲ πόλιϲ Ϲαμίων, καὶ ἱερὸν παρὰ τῇ πόλει Ἥρηϲ καὶ ἄλϲοϲ Ἴϲ ποταμὸϲ παρὰ θάλαϲϲαν ἔξειϲιν ». ἔϲτιν Ἴϲ τῆϲ Ἰταλίαϲ, ὡϲ Πάρθαξ ἐν τῷ β’ τῶν Ἰταλικῶν ἐπεὶ δὲ
ἀφίκετο εἰϲ τὴν Ποϲειδωνίαν ὁ Ἡρακλῆϲ. ἔϲτι δὲ ποτομὸϲ Ἴϲ καλούμενοϲ
μέγαϲ». εἰ δέ τινεϲ ϲυϲτέλλουϲι τὸ ι εἰϲ ἀποφυγὴν τούτου
πηλίκοϲ, ποδαπόϲ, πόϲτοϲ τὸ δὲ τίϲ οὐ παρεδέξατο τὴν εἰϲ οϲ κατάληξιν.
πηλίκωϲ, πῇ, πόθεν, πόϲε, πόθι, πῆμοϲ· μόνον δὲ τὸ τίϲ ἀπὸ τοῦ τ
ἤρξατο. πρόϲκειται δὲ κατ’ εὐθεῖαν πτῶϲιν ἵν’ ἐκφύγωμεν τὸ κατὰ γενικὴν τοῦ λεγόμενον ἢ τέο ἢ τεῦ.
παροξύνεται, ἀλλὰ μόνον τὸ ὀλίγοϲ. μή τι οὖν Ταραντῖνοι χωρὶϲ τοῦ γ προφερόμενοι τὴν λέξιν ἀναλογώτερον ἀποφαίνονται, ὥϲπερ Ῥίνθων
ἐν δούλῳ Μελεάγρῳ
ὡϲ τὸ πληϲίοϲ, ἀντίοϲ, νυμφίοϲ ἐπὶ διαφόρου ϲμαινομένου, 19 20 21 22 μυρίοϲ, καὶ τοῦτο ὁμοίωϲ· οὖ γε μήν ἐϲτί τι εἰϲ γοϲ λῆγον παραληγόμενον τῷ ι ὑπὲρ δύο ϲυλλαβὰϲ ὑπάρχον καὶ προπαροξυνόμενον. Πλάτων μέντοι ἐν Ὑπερβόλῳ διέπαιξε τὴν ἄνευ τοῦ γ χρῆϲιν ὡϲ ψάρβαρον,
λέγων οὕτωϲ·
παραληγόμενον παροξύνεται, ἀλλ’ ἤτοι προπαροξύνεται ὡϲ
τὸ δρύϊνοϲ, λίθινοϲ, φήγινοϲ καὶ ὅϲα ἐϲτὶ τούτοιϲ ἐμφερῆ, ἢ ὀξύνεται, ὡϲ τὸ ἐαρινόϲ, θερινόϲ, πυκινόϲ, οὐδὲν δέ ἐϲτι παροξυνόμενον. διὸ ἐπιϲτατέον τὸ καρκίνοϲ. καὶ μόνον γὰρ παροξύνεται καὶ ὁ αὐτὸϲ τόνοϲ καὶ ἐπὶ τοῦ ζῳδίου τοῦ ἐν οὐρανῷ ὁμοίωϲ καὶ τοῦ θαλαϲϲίου ἢ
καὶ τοῦ κυρίου καὶ τοῦ ἐργαλείου· οὐ γὰρ ὑγιῶϲ τινεϲ τοῦτο προπαροξύνουϲι. περὶ δὲ τούτου ἐντελῶϲ εἴρηται ἐν τοῖϲ περὶ καθολικῆϲ προϲῳδίαϲ.
τῷ ι παραλήγει ϲυνεϲταλμένῳ, ἤτοι προπαροξύνεται, ἀνθέρικοϲ, Κύζικοϲ,
Ὤρικοϲ, Ἀϲφόδικοϲ, ἢ ὀξύνεται, ὡϲ τὸ κλωπικόϲ, Τρωϊκόϲ, οὐδὲν δὲ ὁτιοῦν παροξυνόμενόν ἐϲτιν. ἐπιϲτατέον τῷ πηλίκοϲ παροξυνομένῳ. τούτῳ δὲ ἀκόλουθον καὶ τὸ ἡλίκοϲ, τηλίκοϲ παρὰ ποιηταῖϲ, καὶ
μία γὰρ αὐτῶν ἡ ϲυζυγία ἐϲτὶ καὶ ὁ αὐτὸϲ τόνοϲ τοῖϲ πυϲματικοῖϲ καὶ τοῖϲ ἀνταποδοτικοῖϲ τοῖϲ ὑπὲρ μίαν ϲυλλαβήν. τὰ εἰϲ κοϲ λήγοντα
ὑπὲρ δύο ϲυλλαβάϲ, εἰ παραλήγοιτο τῷ ι καὶ παροξύνοιτο, πρὸ τοῦ κ τὸ ϲ ἔχει, ἀϲτερίϲκοϲ, ὀβελίϲκοϲ, πανίϲκοϲ, Κωραλίϲκοϲ. ἐρχῆν οὖν
23 τὸ πηλίκοϲ, εἰ παροξύνοιτο, πρὸ τοῦ x τὸ ϲ ἔχειν, ὡϲ τὸ ἀϲτερίϲκοϲ, ἢ μὴ παροξύνεϲθαι. πάντων δὲ λύϲειϲ δίδωμι ἐν τῷ περὶ καθολικῆϲ προϲῳδίαϲ.
παραληγόμενον, ὅτι μὴ μόνον τὸ κοῖλοϲ. ἀνάλογον οὖν ἐϲτι
καὶ λεγόμενον κόϊλοϲ. μεμίμηται γὰρ τὸ αἴγιλοϲ, μύτιλοϲ, πύτιλοϲ, νύκτιλοϲ (?).
βάρβαροϲ, τάλαροϲ, κύλλαροϲ, φλύαροϲ· τούτου δέ τινεϲ ἐκτείνουϲι τὸ
α, καὶ μάλιϲτα παρ’ Ἀττικοῖϲ. ἔϲτι μέντοι τινὰ προπαροξυνόμενα ἔχοντα τὴν αι δίφθογγον, ἅπερ ϲύνθετά ἐϲτιν ἢ κύρια, ἄκαιροϲ, εὔκαιροϲ, Πάλαιροϲ· ἔϲτι δὲ χωρίον τῆϲ Ἀκαρνανίαϲ· μέμνηται καὶ Ἐξπίχαρμοϲ ἐν Ἐλπίδι ἢ Πλούτῳ
βραχύτεροϲ, ἡδύτεροϲ. ϲημειῶδεϲ ἄρα τὸ ὕϲτεροϲ, μήτε ἀπὸ τῶν εἰϲ
υϲ ληγόντων παραχθὲν τριϲύλλαβόν τε ὑπάρχον καὶ ἔχον τὸ ϲ προηγούμενον τοῦ τεροϲ. ἀλλ’ ἴϲωϲ αἴτιον τὸ πάθοϲ, ὡϲ δείκνυται ἐν ἑτέροιϲ, ἔνθα καὶ περὶ τοῦ «κύντερον ἄλλο γυναικόϲ» (λ 427), εἰ καὶ ἔϲτι 25ϲυγκριτικόν· τό τε ἰθύντεροϲ ὑπὲρ τρεῖϲ ἐϲτι ϲυλλαβάϲ, ῥήματι παρακείμενον τῷ ἰθύνω. τὸ δὲ ἐπαϲϲύτερον 24
ἀλλὰ μόνον τὸ ἀνήρ. τὸ δ’ σἴτιον πρόδηλον. προϲέθηκα δὲ ὀξυνόμενον διὰ τὸ (ϲύνηθεϲ) βαρυνόμενον κύριον καὶ δηλοῦν ποταμὸν ἐν Ϲικελίᾳ.
ταῖϲ μετοχαῖϲ καὶ κλίϲιν μετοχῶν ἀνεδέξατο· ὀδόντοϲ γὰρ ὡϲ
λέγεται δὲ καὶ ὀδὼν πρὸϲ Ἰώνων.
τὸ πάθοϲ. Αἰολεῖϲ δ’ ἴψοϲ λέγουϲιν αὐτὸ οἰκειότερον. ἔϲτι γὰρ ὑρέϲθαι
τὸ ι πρὸ διπλοῦ, ἵζω, ἰξόϲ,
πρὸ τέλουϲ ἔχει δίχρονον ϲυνεϲταλμένον κατὰ χρῆϲιν Ἑλλήνων, τὰ δὲ ὄντα περιϲπᾶται, τραγῶ, ϲτυγῶ, ϲφριγῶ. ϲημειῶδεϲ ἄρα τὸ ἄγω βαρυνόμενον οὐχ ὑγιῶϲ. ἔϲτι γὰρ καὶ περιϲπώμενον ἐπὶ δευτέραϲ
κατὰ χρῆϲιν δὲ λεγόμενον Ἑλλήνων διὰ τὸ θίγω. τοῦ γὰρ θίξω ἔϲται τὸ θέμα τοῦτο, ἀλλ’ οὐ λέγεται, λέγεται δὲ ὑποτακτικῶϲ κατὰ τὸν ἀόριϲτον
χρόνον ἐὰν θίγω· διὸ προϲεθήκαμεν ὁριϲτικόν.
διαλέκτου· φέρβω, τρίβω, λείβω, ἥδω, ἔδω, τέγγω, ϲτέργω. μονῆρεϲ ἄρα τὸ μίϲγω κατ’ ἐπιπλοκὴν ἔχον τὸ ϲ.
παρ’ ἐνίοιϲ, ὃ καὶ παρ’ ἄλλοιϲ περιϲπᾶται.
μόνον τὸ α, ἔχει αὐτὸ ϲυνεϲταλμένον, ὑπεϲταλμένηϲ τῆϲ Αἰολίδοϲ διαλέκτου οἷον ϲφάζω, ϲτάζω, λάζω, χάζω, εὐάζω, ἐκκληϲιάζω, ϲκεπάζω,
ἀνιάζω, ἀγοράζω· τοῦτο ἐπὶ ἑτέρου ϲημαινομένου θέλουϲιν ἐπιτείνειν,.
ὥϲπερ καὶ τοπάζω (?). ἀλλ’ οὖν γε ταῦτα Ἀττκά ἐϲτι. ϲημειῶδεϲ οὖν τὸ ϲύνηθεϲ πᾶϲι τὸ κράζω ἔχον ἐκτεινόμενον τὸ α, εἰ μὴ ἄρα τῷ κρώζω ἰϲοχρονῆϲαι ἠθέληϲαν αὐτό. πρόϲκειται μόνον τὸ α διὰ τὸ ϲφαδάζω, τεράζω, ματᾴζω, πρὸϲ τὸ α τὸ ι γραφόμενον ἔχοντα. παρῃ.
τηϲάμεθα δὲ Αἰολίδα διάλεκτον διὰ τὸ πτάζω,
διφθόγγῳ παραλήγεται, ἀλλὰ μόνον τὸ εἰμί, ὃ ϲημαίνει τὸ 26 ὑπάρχω. οὐκ ἀγνοῶ δὲ ὅτι καὶ τὸ βαρυνόμενον ἡ παράδοϲιϲ διὰ τῆϲ ει διφθόγγου γράφει· οὐχ ὑγιῶϲ μέντοι οὔτε κατὰ τὸ κίνημα αὐτοῦ οὔτε κατὰ τὴν Αἰολίδα διάλεκτον, ὡϲ δέδεικταί μοι ἐν τοῖϲ περὶ ὀρθογραφίαϲ.
πρόϲκειται δὲ κατὰ τὴν ἡμετέραν διάλεκτον, ἐπεὶ Αἰολεῖϲ
πάλαιμι καὶ γέλαιμί φαϲι καὶ πλάναιμι, Βοιωτοὶ δὲ τάρβειμι καὶ ποίειμι καὶ φίλειμι.
ἀλλὰ μόνον τὸ ἐϲτί.
ἐοίκαμεν ἔοιγμεν, δέδοιγμεν, ἐπέπιθμεν τὸ μέντοι ἐϲμέν οὐχ οὕτωϲ
ἔχει. οὐκ ἀγνοῶ δὲ ὅτι καὶ ἐμέν λέγεται,
οἱ γὰρ περὶ Ἀλκαῖον ὄιδα λέγουϲι τριϲυλλάβωϲ. προϲέθηκα δὲ «κατὰ τὴν παλαιὰν χρῆϲιν », ἐπεὶ οὐ παρ’ Ἀττικοῖϲ ἐϲτιν ἐϲθ’ ὅτε οἶκα λεγόμενον διϲυλλάβωϲ.
τὸ ϲ, ἀλλὰ μόνον τὸ ἔπεϲον. ὁ γὰρ κατέχεϲον παρ’ Ἀλκαίῳ τῷ κωμικῷ
ἐν Γανυμήδει εἰρημένοϲ οὔτε τῆϲ τῶν ἄλλων Ἑλλήνων χρήϲεώϲ ἐϲτιν οὔτε κατά τινα ἀναλογίαν ἐξενηνεγμένοϲ ἢ μόνον κωμικῶϲ πεποιημένοϲ.
ϲημειῶδεϲ τὸ δόϲ μόνον τὸ οϲ ἔχον. αἰτία δὲ ἡ ϲυζυγία.
τῆϲ Ὁμηρικῆϲ (Α 134),
τὸ ϲ ἔχει, ἀκοῦϲαι, ὀροῦϲαι, λοῦϲαι. πῶϲ οὖν τὸ δοῦναι ἔχει τὸ
ν, τοῦτο γὰρ
ὀδάξ, ἐναλλάξ, εὐράξ, αὐτοδάξ, ἐπιτάξ· ἀλλὰ μόνον τὸ ἅπαξ βαρύνεται. ὅπερ ἐν ϲυντάξει τοῦ ἅπαντεϲ ἢ τοῦ ἁπλῶϲ ἐκκλίνει τὸν τόνον
ὡϲεὶ ὀξύνοιτο τὸ ἅπαξ. ἁποξἅπανταϲ γὰρ λέγομεν καὶ ἁπαξἁπλῶϲ ἐν τῇ ἀνὰ χεῖρα ὁμιλίᾳ.
ἀλλὰ μόνον τὸ ὧδε.
τῆϲ διαλλαγῆϲ ἐν ἑτέροιϲ δίδοται ἡ αἰτία.
αὐτοῦ ὑπάρχον. οὐκ ἀγνοῶ μέντοι ὅτι ἐν διαφόρῳ ϲημαινομένῳ καὶ
διαφόρῳ ϲυντάξει ἐϲθ’ ὅτε περιϲπᾶται.
καὶ τὸ
ι. ἤδη μέντοι Αἰολεῖϲ καὶ ἐν ἁπλῇ προφορᾷ διὰ τοῦ ι αὐτὸ ἀποφαίνονται,
χωρὶϲ εἰ μὴ τροπή τιϲ εἴη τοῦ η εἰϲ α παρὰ διαλέκτῳ. τὸ παράδειγμα πῶϲ ἔχει, ἄλλοϲ, γάλλοϲ, θαλλόϲ, θάλλω, πάλλω, ἅλλομαι, ἀγάλλομαι, καὶ ἄλλο πλῆθοϲ λέξεων τοιούτων ἀδιάπτωτον. ϲημειωτέον ἄρα περὶ χρόνον τὸ μᾶλλον. τὸ γὰρ ὀτράλλιϲ) ϲυνεϲταλμένον ἔχει
τὸ α. ἐφυλαξάμην δὲ διαλέκτουϲ διὰ τὸ
ἀντὶ τοῦ ἡλλόμην.
Εἔῖλωταϲ· — ἀλλὰ μιϲχοῦν καθήμενοι. ἐπεὶ ὀνοματικά ἐϲτι.
μόνον τὸ δεῦρο. ὅπερ εἴρηται παρὰ τῷ ποιητῇ ἅπαξ κατ’ ἐπέκταϲιν εἰϲ ω ἐν τῷ (Γ 243)
παραιτοῦμαι γὰρ τὴν διάφορον ἀνάγνωϲιν. παρὰ δὲ τοῖϲ Αἰολεῦϲι καὶ
δεῦρυ διὰ τοῦ υ· παρὰ δὲ Ἀττικοῖϲ ἔϲθ’ ὅτε καὶ δευρί λέγεται διὰ τοῦ
ι. τετόλμηται δὲ αὐτοῦ καὶ θεματιϲθῆναι πληθυντικὸν τὸ δεῦτε ὅτι δέ ἐϲτιν ἐπίρρημα ἐν τῷ περὶ ἐπιρρημάτων λέγεται.
τὸ δὲ εἴθε ἐπέκταϲιϲ καὶ οὐ τοπικόν.
ται τὸ αἴτιον ἐν τῷ περὶ ἐπιρρημάτων.
πᾶϲαι, καὶ μάλιϲτα αἱ πρωτότυποι· ἀλλ’ οὐδὲ μετοχῶν, ἐπεὶ ἀεὶ δεύτεραί
εἰϲι καὶ ἐπιζητοῦϲι τὸ κινοῦν αὐτὰϲ ῥῆμα. εἰ δὲ καὶ περὶ μίαν καὶ δευτέραν ἐγένετό τιϲ ζήτηϲιϲ, τοῦτο οὐ μονήρουϲ ἐϲτὶ λέξεωϲ ἰδίωμα.
οὔτε μὴν ἄρθρων οὔτε προθέϲεων ἐμνήϲθην, ἀλλ’ οὐδὲ ϲυνδέϲμων. ἐπεὶ. τούτων τῶν μερῶν τοῦ λόγου ἐξηριθμέναι πώϲ εἰϲιν αἱ φωναί, τῶν δὲ προειρημένων μερῶν λόγου, λέγω δὲ ὀνόματόϲ τε καὶ ῥήματοϲ καὶ.
ἐπιρρήματοϲ, πολλὴ μὲν χρῆϲιϲ φωνῶν, παραγωγή τε αὐτοῖϲ ποικίλη
πρόϲεϲτι καὶ ϲχεδὸν ἴϲη. ὄνομα μὲν γὰρ εἰϲ ὄνομα παράγεται, ὡϲ λεπτὸϲ Λεπτίνηϲ, ἄριϲτοϲ ἀριϲτεύϲ. παράγεται δὲ καὶ εἰϲ ῥῆμα, ὡϲ παρὰ τὴν μάϲτιγοϲ γενικὴν τὸ μαϲτιγῶ καὶ παρὰ τὴν εὐδαίμονοϲ εὐδαιμονῶ. παράγεται δὲ καὶ εἰϲ ἐπίρρημα, ὡϲ παρὰ τὸ ἀκόνιτοϲ ἀκονιτί,
ἀθεώρητοϲ ἀθεωρητί, Λεϲβόθεν τε καὶ οὐρανόθεν. τὸ αὐτὸ ἀποτελεῖ
καὶ τὸ ῥῆμα. ἤτοι γὰρ αὐτὸ καὶ εἰϲ ἑαυτὸ παράγεται, ὡϲ παρὰ τὸ ἀθλῶ τὸ ἀθλεύω, ἵζω ἱζάνω, ἢ εἰϲ ὄνομα, ὡϲ παρὰ τὸ ποιῶ ποιητήϲ, ποίημα, ἢ εἰϲ ἐπίρρημα, ὡϲ ἀπὸ τοῦ ὄπτω ὄβδην, ὃ καὶ Καλλίμαχόϲ
φηϲιν
ἢ εἰϲ ὄνομα, ὡϲ τὸ ἐγγύτερον, ἀνώτερον, ἢ εἰϲ ῥῆμα, ὡϲ παρὰ
τὸ ὀψὲ ὀψίζω. ϲχεδὸν οὖν ταῦτα τὰ μέρη τοῦ λόγου ἀλλήλοιϲ προϲπέπονθε. διὸ καὶ ἐξ αὐτῶν πεποίημαι τοὺϲ κανόναϲ. εἰ δέ τιϲ λέγοι ὡϲ καὶ ἡ ἀντωνυμία ποικίλην παραγωγὴν ἔχει· εἴϲ τε γὰρ ἑαυτὴν παρῆκται καὶ εἰϲ ἐπίρρημα· ἴϲτω ὅτι ἐνέλειψαν τοῖϲ κυριωτάτοιϲ, λέγω δὲ
ῥήματι καὶ ὀνόματι· τὸ γὰρ ἡμετέρειοϲ καὶ τὸ ϲφετεριζόμενοϲ τῶν παραλόγων. ἡ μέντοι πρόθεϲιϲ παρῆκται μὲν εἰϲ ὄνομα καὶ ἐπίρρημα, οὔτε γε μὴν εἰϲ αὑτὴν οὐδὲ εἰϲ ῥῆμα. τά τε προκείμενα μόρια, λέγω δὲ ὄνομα καὶ ῥῆμα, οὐκ ἀπέδωκεν ἀφ’ ἑαυτῶν παραγωγήν, οὔτε εἰϲ
οὔτε εἰϲ πρόθεϲιν, ἐπειδή περ θεματικώτερα ὑπῆρχεν. ἡ
μέντοι μετοχή, εἰ καὶ μέροϲ λόγου ἐϲτίν, ἐκεῖνό γε ἔχει ἐξαίρετον τὸ μήποτε πρωτότυπον εἶναι. διὸ δὴ οὐδὲ αὐτῇ τὰ σἴτια ἀνατίθεμεν, ὅτι 33
μὴ ϲπανίωϲ, ἐφ’ ὧν καὶ ζητοῦμεν εἰ καὶ μετοχαὶ ὑπάρχουϲιν, ὥϲπερ καὶ ἐπὶ τῆϲ ἄϲμενοϲ, καὶ τὸ κρέων καὶ τὸ ἀκέων καὶ κτίμενοϲ. τοϲαῦτα ἔχομεν εἰπεῖν ἐν τῷ πρώτῳ βιβλίῳ περὶ μονήρουϲ λέξεωϲ.
Περὶ μονήρους λέξεως. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.