Νίκων. πρόϲκειται «μὴ κοινωνοῦντα κτλ.» διὰ τὸ ἄπειροϲ ἀπείρων, ἀϲχήμων, εὐϲχήμων, λευχίμων, μελανείμων, χαιρήμων, p. 31, 21 κατάπυγοϲ καταπύγων, ἔγκυμοϲ ἐγκύμων.
Κορύδων, κίναδοϲ Κινάδων; 33, 18 καύϲων καύϲωνοϲ παρώνυμον (sc. ἀπὸ τοῦ καῦϲοϲ); 35, 4 Τίμων Ϲίμων παρώνυμα.
γυνή ὁ μιϲογύνηϲ, χαίτη κυανοχαίτηϲ, τέχνη κλυτοτέχνηϲ, κόμη Κόμηϲ, γύη γύηϲ. τὸ δὲ Εὐτυχήϲ Εὐτυχοῦϲ παρὰ τὸ τύχη ἐϲτὶν ὀξύτονον, τὸ δὲ τανυήκηϲ τανυήκουϲ παρὰ τὸ ἄκη ἔχει οὐδέτερον εἰϲ εϲ.
Ἄραξοϲ Ἀράξηϲ Ἀράξου, Λάπιθοϲ Λαπίθηϲ, εἴϲπνηλοϲ εἰϲπνήληϲ, ἑπτάπουϲ ἑπτάποδοϲ ἑπταπόδηϲ, εὔπατριϲ εὐπάτριδοϲ εὐπατρίδηϲ, Οἰδίπουϲ Οίδίποδοϲ Οἰδιπόδηϲ.
μακρᾷ παραληγόμενα κομήτηϲ, πεδήτηϲ, πλανήτηϲ, ἀλήτηϲ, ὑπηνήτηϲ, κορυνήτηϲ, νικήτηϲ κτλ., πολίτηϲ, τεμενίτηϲ, εὐρρείτηϲ, βαθυρρείτηϲ, πρεϲβύτηϲ, Ἀρχύτηϲ.
ἀπὸ διϲυλλάβου ϲυνήθηϲ, κακοήθηϲ. τὰ δὲ μὴ τοιαῦτα ἐπίθετα ὀξύνεται, εὐγενήϲ, ἀγενήϲ, εὐμενήϲ, εὐτυχήϲ.
τετραπήχηϲ.
λόγοϲ Λογίϲ, φορμόϲ φορμίϲ, Κάδμοϲ Καδμίϲ· τὸ ἄϲιϲ ἀντιπίπτει, ὑπόκειται γὰρ ἑτέρῳ κανόνι· τὰ ἐπὶ τοῦ αὐτοῦ γένουϲ παραλαμβανόμενα καὶ ταὐτὰ ϲημαίνοντα ὁμοτονεῖ φήμη φῆμιϲ, ἄϲη ἄϲιϲ.
ὀξύνεται, Πακτωλίϲ, Αἰτωλίϲ, Ἰουλίϲ.
παρὰ τὸ κάρη.
γὰρ προπαροξύνεται ἄκοιτιϲ, παράκοιτιϲ, ἀρτόπωλιϲ, λαχανόπωλιϲ. τὸ Ϲκυθίϲ δὲ διϲυλλαβοῦν ὀξύνεται ὡϲ τὸ Περϲίϲ.
νυμφίδιοϲ Arc. 39, 19.
τοῦ ῑ, πολέμιοϲ, ποτάμιοϲ, μίϲθιοϲ, ῥύθμιοϲ, δέϲμιοϲ. Φρυγίοϲ δὲ τὸ κύριον παροξύνεται.
τὰ ἀπὸ θηλυκῶν παραγόμενα καὶ τὸ ῑ ἐν τῇ ἀρχῇ ἔχοντα προπαροξύνεϲθαι θέλει.
ϲημαϲίαν ὡϲ τὸ κνέφαϲ κνεφαῖοϲ, οὖδαϲ οὐδαῖοϲ. Choer. Οrth. 174, 27, Arc. 44, 15, Steph. Byz : τὰ διὰ τοῦ ειοϲ κτητικὰ προπαροξύνεται, θήρειοϲ, μήλειοϲ, χήνειοϲ, κήλειοϲ ὁ καυϲτικόϲ, ἄρνειοϲ, ἀνθρώπειοϲ τὰ δὲ τοπικὴν ἔννοιαν ἔχοντα προπεριϲπᾶτϲι οἰκεῖοϲ, ἀϲτεῖοϲ, ἀγρεῖοϲ.
ἔχοντα τὸ α μὴ καθαρὸν ἐπιφερομένων δύο ϲυμφώνων μὴ ϲημαίνοντα μέροϲ ϲωματικὸν προπεριϲπᾶται, ἀνδρεῖοϲ, Ἀργεῖοϲ, Καδμεῖοϲ, Βακχεῖοϲ.
ϲυλλαβῆϲ, τὸ δὲ ἀρκτικὸν τῆϲ δευτέραϲ οἷον ἕλοϲ ἕλειοϲ διὰ τῆϲ ει διφθόγγου ἡ παραγωγὴ καὶ προπαροξύνεται· οὐ γὰρ ἦν ἐν τῷ οὐδετέρῳ τὸ α. τέλοϲ τέλειοϲ, ὄροϲ ὄρειοϲ, ὄνειδοϲ ὀνείδειοϲ. παρεφυλαξάμην δὲ τὰ δύο ϲύμφωνα διὰ τὸ Ἀργεῖοϲ καὶ ἑρκεῖοϲ, καὶ τὸ α, ἐπεὶ φιλεῖ διὰ τοῦ ῑ γράφεϲθαι ἡ παραγωγὴ πελάγιοϲ, ἄγιοϲ, Θάλπιοϲ.
ὁμοίωϲ τῇ εὐθείᾳ κατὰ τὸν τόνον προπαροξυνόμεναι καὶ ἢ ἐν ἁπλῷ ϲχήματι ἢ ἐν ϲυνθέτῳ ἁπλοῦν μὲν οὖν μάρτυρ μάρτυροϲ ὁ μάρτυροϲ, Χάροψ Χάροποϲ ὁ Χάροποϲ Χαρόποιό τ’ ἄνακτοϲ (Β 672), Τροίζην Τροίζηνοϲ ὁ Τροίζηνοϲ «υἱὸϲ Tροιζήνοιο (Β 847), Ἴβnρ Ἴβηροϲ ὁ Ἴβηροϲ ». τὸ αὐτὸ καὶ Ἄβρων ἐν παρωνύμοιϲ φηϲίν ἀλλὰ τὰ παρὰ
γενικῆϲ ἀναπεμφθέντα κατὰ τὸν τόνον ϲυνομοιοῦται τῷ χαρακτῆρι τῆϲ εὐθείαϲ. τὸ γὰρ φυλακόϲ προϲηγορικὸν ὀξύνεται τῷ χαρακτῆρι τῶν εἰϲ ακοϲ ὑπερδιϲυλλάβων προϲηγορικῶν, τὸ δὲ μάρτυροϲ ἠκολούθηϲε τῷ ἄργcροϲ, τὸ δὲ Ἴβηροϲ τῷ Ὅμηροϲ, ϲίδηροϲ, τὸ Χάροποϲ τῷ Ἄροποϲ, Ἀϲτέροποϲ. τὸ δὲ Τροίζηνοϲ ἀπὸ Τροιζήν ὀξυτόνου εἰϲ ἰδιότητα βαρύνεται
ὡϲ καὶ τὸ Φύλακοϲ κύριον.
Ἀϲτύαλοϲ ἐπὶ δὲ ἐπιθετικῶν τὸ ἰδίον τηρεῖ πνεῦμα, ἀμφίἁλοϲ, ἀγχίἁλοϲ, ὕφαλοϲ, ὥϲτε καὶ κατὰ τοῦτο ἐλέγχεται ψιλούμενον. Arc. 57, 21: τὸ ἕωλοϲ ὁ χθεϲινὸϲ προπαροξύνεται ὡϲ παρώνυμον καὶ τὴν τρίτην βραχεῖαν ἔχει.
ἀπείργειν ἢ ἀπὸ τοῦ τὸ φάρη φυλάϲϲειν παρῆκται. ἔϲτι φωραμόϲ καὶ. πλεοναϲμῷ τοῦ ῑ φωριαμόϲ.
τε Φόβοϲ τε (Λ 37).
Ὕπηνοϲ, Μυκήνη Μύκηνοϲ, Κυλλήνη Κύλληνοϲ καὶ τὰ παρὰ γενικῆϲ ἀναπεμφθέντα, Τροίζηνοϲ «υἱὸϲ Τροιζήνοιο ». ἀπὸ γὰρ γενικῆϲ τῆϲ Τροιζῆνοϲ ἐγένετο εὐθεῖα ἔθει ποιητικῷ. οὕτω καὶ ὁ Γέρην τοῦ Γέρηνοϲ ὁ Γέρηνοϲ. Ἡϲίοδοϲ ἐν α καταλόγων «κτεῖνε δὲ Νηλῆοϲ ταλαϲίφρονοϲ υἱέαϲ ἐϲθλοὺϲ ἕνδεκα, δωδέκατοϲ δὲ Γερήνιοϲ ἱππότα Νέϲτωρ
ξεῖνοϲ ἐὼν ἐτύχηϲε παρ’ ἱπποδάμοιϲι Γερήνοιϲ». καὶ αὖθιϲ «Νέϲτωρ οἶὸϲ ἄλυξεν ἐν ἀνθεμόεντι Γερήνῳ ». τὰ δὲ παρὰ Ϲυρακουϲίοιϲ παραόμενα καθ’ ὁμοιωματικὴν ϲημαϲίαν προπεριϲπᾶται τοϲϲῆνοϲ, τοιῆνοϲ.
παρωνύμωϲ τετυπωμένα προπαροξύνεται ἄϲχετοϲ, ἄϲπετοϲ, γνύπετοϲ ὁ χαῦνοϲ.
τρεμίθουϲ καλοῦϲι, Δαφνοῦϲ, Ϲελινοῦϲ, Φοινικοῦϲ, Θριοῦϲ, Μυρικοῦϲ, Οἰνοῦϲ, Πυξοῦϲ, Ῥζοῦϲ, Ἀνθεμοῦϲ. ὁμοίωϲ καὶ τὸ Πιτυώδηϲ, Ἐρικώδηϲ, Κυπάριϲϲοϲ, Θρύον, Ἐλαία. καὶ τῶν Ἀθηναίων δήμων τινὲϲ ἀπὸ τῶν ἐν αὐτοῖϲ φυομένων Ῥαμνοῦϲ, Φηγοὺϲ, Μυρρινοῦϲ, Μαραθοῦϲ, Ἀγνοῦϲ.
παρώνυμα κατὰ τοῦ αὐτοῦ ϲημαινομένου παρηγμένα θηλυκὰ προπαροξύνεται, Πηνελόπη Πηνελόπεια, χαλκοβαρήϲ χαλκοβάρεια, ἠριγενήϲ ἠριγένεια, Τριτογένεια, ἱπποδάϲεια, ἀμφιδάϲεια.
τάλανοϲ τάλαινα, Λάκων Λάκαινα, δράκων δράκαινα.
φωνήεϲϲα, τὸ δὲ τεχνῆϲϲα ἀπὸ τοῦ τεχνήεϲϲα. καὶ τὰ ἀπὸ ὀξυτόνων εἰϲ ηϲϲα χερνήϲ χερνῆϲϲα.
ποϲότητοϲ p. 304 φιλόϲοφοϲ φιλοϲοφία, κακουργόϲ κακουργία κτλ., βοηθόϲ βοήθεια, εὔεροϲ εὐέρια.
γενικῆϲ. πολλὰ γὰρ τῶν θηλυκῶν ὀνομάτων εἰϲ η λήγοντα γίνεται ἀπὸ τῶν εἰϲ οϲ γενικῶν τῶν ἑνικῶν οἶον πέρατοϲ περάτη, κάλυκοϲ Καλύκη, ἅρπαγοϲ ἁρπάγη (βαρύνεται ἐπὶ τοῦ ἐργαλείου, τὸ δὲ ἁρπαγή ὀξύνεται ἀπὸ τοῦ ἁρπάζω Arcad. 102, 7), ϲώφρονοϲ Ϲωφρόνη, χιόνοϲ Χιόνη ὄνομα ἡρωΐδοϲ. οὕτω καὶ ἀμύμονοϲ Ἀμυμόνη καὶ κατὰ ἔκταϲιν
Ἀλμυμώvη.
τὸ ἀλαλαγή, ὁ δὲ Ἡρωδιανὸϲ βαρύνει αὐτό, λέγων ὅτι οὐκ ἐκ τοῦ πατάϲϲω γίνεται, ὠξύνετο γὰρ ἂν ὡϲ τὸ ἀλαλαγή, ἀλλ’ ἐκ τοῦ πάταγοϲ, οὐ τὸ θηλυκὸν πατάγη.
ῥόοϲ ῥοή, χόλοϲ χολή, πόθοϲ ποθή.
ψιλουμένηϲ τῆϲ ευ διφθόγγου, ἐπεὶ τὸ υ πλεονάζον ψιλοῖ τὰ πρὸ ἑαυτοῦ φωνήεντα, ἕκηλοϲ εὔκηλοϲ, ἕαδε εὔαδε.
τινοϲ θηλείαϲ, κατηγορικὰ δὲ πράγματοϲ. οὐ γὰρ ἀγαθοφροϲύνη γυνή.
ειον γινόμενα οὐδέτερα μόνα διὰ τῆϲ ει διφθόγγου γράφεται οἷον δάνοϲ δάνειον, γένοϲ γένειον, βρένθοϲ βρένθειον.
7 τῷ ῑ μόνῳ παραλήγει ἐν βραχείᾳ, ὁποίαϲ ἂν εἴη καταλήξεωϲ, χωρὶϲ τῶν ἀπὸ τῶν εἰϲ ευϲ καὶ ἀπὸ τῶν εἰϲ ηϲ οἷον Ἀγαμέμνονοϲ Ἀγαμεμνονίδηϲ, Νέϲτοροϲ Νεϲτορίδηϲ, Βίαντοϲ Βιαντίδηϲ. τὸ γὰρ Βιαντιάδηϲ πλεοναϲμῷ τοῦ α. καὶ παρὰ τὴν Δευκαλίωνοϲ γενικὴν καὶ Ἀνθεμίωνοϲ,
ὤφειλε Δευκαλιωνίδηϲ καὶ Ἀνθεμιωνίδηϲ. ἀλλὰ ϲυγκοπὴν πέπονθε ἐν τῷ Δευκαλίδηϲ καὶ Ἀνθεμίδηϲ. ἢ ἀπὸ τοῦ Δεύκαλοϲ Δευκαλίδηϲ καὶ ἀπὸ τοῦ Ἄνθεμοϲ Ἀνθεμίδηϲ ὡϲ Κρόνοϲ Κρονίδηϲ Ὕλλοϲ Ὑλλίδηϲ. καὶ τὸ Χαλκωδοντιάδηϲ καὶ Τελαμωνιάδηϲ πλεοναϲμὸν ἔχει τοῦ α.
ποιεῖ τὸ πατρωνυμικόν, Βορέαϲ Βορέου Βορεάδηϲ, Ἱππότηϲ Ἱππότου Ἱπποτάδηϲ. τὸ δὲ Δημάδηϲ ἐκ τοῦ Δημεάδηϲ ἐϲτίν.
Χαρικλείων οὗτοϲ δὲ ὁ εἰϲ ων τύποϲ Ἰωνικό.
τῶν ἑπτὰ φιλοϲόφων. Περιϲτεριδεύϲ ὁ υἱὸϲ τῆϲ περιϲτερᾶϲ.
παρὰ τὸ γοργόϲ Γόργυθοϲ καὶ Γοργυθίων.
ἰφιϲ.
Διονύϲου.
ὄλπιϲ ἡ ὄλπη βαρύνεται.
παιδίον, δᾳδίον. οὐ γὰρ διὰ τοῦ διον, ἀλλὰ διὰ τοῦ ιον. τὸ γὰρ δ τοῦ πρωτοτύπου ἐϲτίν. ἔτι ϲφηκίον, χαρτίον, ὠτίον. τὰ δὲ διὰ τοῦ διον ἀπὸ παραγωγῆϲ ἔχοντα τὸ δ προπαροξύνεται μύδιον, κώδιον, βοΐδιον, βιβλίδιον.
προβατών, ἀγών.
Χελιδονιαί ὡϲ πυρκαϊαί.
Ῥωμαικόϲ, Γαλατικόϲ, Ἰταλικόϲ, Πυθαγορικόϲ, Αἰγινητικόϲ ὁ τοῦ Αἰγινήτου φόρτοϲ καὶ δοῦλοϲ, ἢ τῷ α ὡϲ τὸ Ῥοδιακόϲ, Δηλιακόϲ, Φρυγιακοϲ, Ἰλιακόϲ, ἢ τῷ υ ὡϲ τὸ Λιβυκόϲ, ἁλυκόϲ, θηλυκόϲ, ἢ τῇ ει διφθόγγῳ, Κεραμεικόϲ, βοεικόϲ, Δαρεικόϲ καὶ Δεκελεικόϲ. τῶν δὲ εἰϲ οϲ καθαρὸν αὗται ἢ τῇ ει διφθόγγῳ παραλήγεται ὡϲ τὸ Ὁμήρειοϲ,
Ἑκτόρειοϲ, λεόντειοϲ, δρακόντειοϲ, Ἀνακρεόντειοϲ, Λαομεδόντειοϲ, Ξενοφώντειοϲ, Δημοφώντειοϲ, Θεώνειοϲ, Τρυφώνειοϲ, ἢ τῷ ι ὡϲ Παφλαγόνιοϲ, Καλυδώνιοϲ, ἢ τῇ αι διφθόγγῳ ὡϲ Αἰγιναῖοϲ ὁ ἔποικοϲ ἢ κέραμοϲ 10 ἢ ὀβολὸϲ ἢ ἄλλο τι ϲκεῦοϲ ἀπὸ Αἰγίνηϲ καὶ τὸ θηλυκὸν Αἰγιναία· λέγεται καὶ γυνὴ Αἰγιναία ὡϲ Δείναρχοϲ ἐν τῷ κατὰ Πυθέου ξενίαϲ· κηπαῖοϲ, Νειλαῖοϲ, ἢ τῇ ῳ διφθόγγῳ ὡϲ πατρῷοϲ, ἡρῷοϲ. τὰ δὲ εἰϲ εοϲ κτητικὰ Ἰωνικῶϲ ἐνδείᾳ τοῦ ι γίνεται, τέλεοϲ, κήλεοϲ, δαιδάλεοϲ, κονιϲάλεοϲ, Ἀγαμεμνόνεοϲ, Ἑκτόρεοϲ, Νεϲτόρεοϲ, χάλκεοϲ, χρύϲεοϲ.
ὅτι ἐπὶ ζώντων ἐχρήϲατο κτητικῷ ἐπὶ ϲωματικοῦ μέρουϲ. περὶ οὗ φαμεν ὅτι περιφράϲει ἐχρήϲατο ὥϲπερ τὸ «βίη Ἡρακληείη».
ὡϲ τριγενὲϲ ὠξύνθη. Αἵμων κύριον καὶ ἐθνικὸν ὡϲ Αὔϲων καὶ Ἀρκάϲ καὶ Μαίων καὶ Ἴων. Κίλιξ τὸ κύριον καὶ τὸ ἐθνικόν, Φρύξ, Ἀχαιόϲ καὶ τὰ ὅμοια (Βερεκύντηϲ, Βιϲάλτηϲ, Θυνόϲ, Θετταλόϲ, Ἰταλόϲ, Ἴθακοϲ, Μάγνηϲ, Μακεδῶν, Μῆδοϲ, Πανοπεύϲ, Πελαϲγόϲ, Ϲικελόϲ, Ϲουματεύϲ, Τρώϲ, Δαναόϲ, Φοῖνιξ). —εὑρίϲκεται καὶ πόλεϲιν ὁμοφωνοῦντα τὰ
τῶν κτιϲτῶν ὀνόματα Καμικόϲ καὶ ὁ κτιϲτὴϲ καὶ ἡ νῆϲοϲ, ὁμοίωϲ Προιζήν, Κολοφών, Κόρινθοϲ, Κῶϲ, Ϲικυῶν, Κύρνοϲ, Λέϲβοϲ. ἔϲθ᾿ ὅτε καὶ ἐπὶ τῶν τριῶν εὑρίϲκετι ἓν ὄνομα, κτιϲτοῦ, πόλεωϲ καὶ ἔθνουϲ ὡϲ τὸ Δάρδανοϲ (cf. Φανοτεύϲ πόλιϲ Φωκίδοϲ, οἱ πολῖται Φανοτεῖϲ, ὡϲ Δελφοί καὶ Θούριοι τῷ οἰκιϲτῇ παραπληϲίωϲ, — Ἀμφίδολοι πόλιϲ τῆϲ Τριφυλίαϲ
καὶ οἱ πολῖται ὁμοίωϲ ὡϲ Θαύμακοι καὶ Λεοντῖνοι, Γελωνόϲ πόλιϲ Ϲαρματίαϲ ἀπὸ Γελωνοῦ τοῦ Ἡρακλέουϲ· ὁ οἰκήτωρ ὑμοφώνωϲ, Γόμφοι, Δεντάλιοι, Δίφροι, Ἐπιλευκάδιοι, Ἐρευάτηϲ, Ἐρινιάτηϲ κώμη Μεγαρίδοϲ ὁ οἰκήτωρ Ἐρινιάτηϲ διὰ τὸ προκατειληφόϲ, Ἐρυθῖνοι, Ἐταιεῖϲ, Καφηρεύϲ, Κύρτωνεϲ, Λαμητῖνοι, Λοκροί, Ὀδυϲϲεῖϲ, Πατριαργάδαι, Πεδιεὶϲ,
Περραιβόϲ, Πολήϲιοι, Ϲαγγάριοϲ ποταμὸϲ τῆϲ κάτω Φρυγίαϲ τὸ ἐθνικὸν Ϲαγγάριοϲ· προὔφθη γὰρ ὁ τύποϲ τοῦ πρωτοτύπου καταληφθείϲ, Ϲηκοανόϲ πόλιϲ Μαϲϲαλιωτῶν ἀφ᾿ οὗ τὸ ἐθνικὸν Ϲηκοανοί ὡϲ Ἀρτεμίδωροϲ ἐν πρώτῃ, Ϲκάροι, Γάβιοι πόλιϲ Ἰταλίαϲ τὸ ἐθνικὸν ὁμοίωϲ Τάβιοι διὰ τὴν πρόληψιν τοῦ ἐν τῷ πρωτοτύπῳ ἐθνικοῦ χαρακτῆροϲ,
Τιταρήϲιοϲ, Πωρμανοί, Ψυκτήριοϲ τόποϲ ἐν Θράκῃ· τὸ ἐθνικὸν ὁμωνύμωϲ διὰ τὸ προκατειλῆφθαι τὸ πρωτότυπον ἔχον αὐτοῦ τὸν τύπον).
Φθίαϲ Φθιῶται, οὕτω Ἰταλίαϲ καὶ Ϲικελίαϲ Ἰταλιῶται καὶ Ϲικελιῶται.
τοῦ κυρίου Αἰνιᾶνοϲ γέγονεν, εὔλογοϲ ἡ ὁμοφωνία αὐτοῦ ὡϲ τὸ Τρώϲ καὶ Ἀχαιόϲ, μὴ ὁμοφωνοῦντοϲ τοῦ Τευκρόϲ καὶ Γραικόϲ. εἰ δὲ παρὰ τὴν πόλιν, εὑρεθήϲεται πρότερον Αἴνιοϲ, ὡϲ τῆϲ Λυκίαϲ Λύκιοϲ, εἶτα διὰ τὴν ὁμοφωνίαν τοῦ ποταμοῦ πρὸϲ διάκριϲιν Αἰνιάν γενέϲθαι ὡϲ μέγιϲτοϲ μεγιϲτάν.
Περὶ τῶν εἰϲ ην.
Κεφαλλήν γίνεται παρὰ Κέφαλοϲ ὡϲ κῶλοϲ κωλήν, μέγιϲτοϲ μεγιϲτήν καὶ μεγιϲτάν.
καὶ παράλογον διὰ τὸν τόνον.
Πιτάναι Πιτανάτηϲ, Θαλάμαι Θαλαμάτηϲ. λέγεται καὶ Βοιαῖοϲ ὡϲ φορὸκλέουϲ. Ἡρωδιανὸϲ δὲ Βοιίτηϲ φηϲίν, ἴϲωϲ παρὰ τὸ Βοιόν ὡϲ λίκνον λικνίτηϲ.
ἔϲτι γὰρ Ζελειάτηϲ καὶ Ζελείτηϲ.
τὸ ἐθνικὸν ὡϲ ἀπὸ τοῦ Ἱππωνία. ἀπὸ γὰρ τοῦ Ἱππώνιον ἔδει Ἱππώνιοϲ ἢ Ἱππωνιεύϲ.
Τυρανούϲ.
Ἰουλιήτηϲ ἀπὸ τοῦ Ἰουλίτηϲ, τὸ δὲ Βαργυλιήτηϲ καὶ Μαϲϲαλιήτηϲ τέτραπται. τὸ δὲ κωμήτηϲ Ϲιδήτηϲ λιμνήτηϲ τριϲύλλαβα.
γαλοκωμήτηϲ, ἐκ δύο ἓν παραγωγόν.
λιμνήτηϲ.
Περὶ τῶν εἰϲ ιτηϲ.
καὶ τοῦ Ὀξύρυγχοϲ Ὀξυρυγχίτηϲ. Ἔφοροϲ καὶ τὴν πόλιν Ἄβδηρόν φηϲιν. καὶ ἀπὸ τῶν εἰϲ α οὐδετέρων εὑρίϲκεται ὡϲ Γάβαλα Γαβαλίτηϲ. τοῦ Ἀβδηρίτηϲ μέμνηται Εὔδοξοϲ ἐν τετάρτῃ περιόδων καὶ Παυϲανίαϲ ἕκτῃ περιηγήϲεωϲ (c. 5, 4) καὶ Ἡρόδοτοϲ ἑβδόμῃ (c. 120) καὶ πολλαχοῦ Ἑκαταῖόϲ τε καὶ πολλοί.
ἔθουϲ. ὡϲ γὰρ Κυνῶν πόλιϲ Κυνοπολίτηϲ, Λεόντων πόλιϲ Λεοντοπολίτηϲ, Λύκων πόλιϲ Λυκοπολίτηϲ, Λάτων πόλιϲ Λατοπολίτηϲ, οὕτωϲ Ἀγκυρῶν πόλιϲ Ἀγκυροπολίτηϲ.
ὡϲ Κυρηναῖοϲ Πελληναῖοϲ Μιτυληναῖοϲ. δίδωϲιν ἡ τέχνη καὶ τὸ Ἀδρηνεύϲ ὡϲ Πελληνεύϲ.
Ἀζιρεύϲ ὡϲ Ϲουνιεύϲ.
εἴρηται, ἐπειδὴ τὰ εἰϲ ευϲ ἀπὸ τῆϲ ου γενικῆϲ γίνεται, Ἀλεξάνδρου Ἀλεξανδρεύϲ, ἢ ἀπὸ ἰϲοϲυλλάβου γενικῆϲ Ἀπάμαϲ Ἀπαμεύϲ, Ὑρίαϲ Ὑριεύϲ.
θηλυκόν. παρὰ δ’ Ἐὐδόξῳ διὰ τῆϲ αι ἐν τῷ α΄. καὶ κατὰ τὴν Ἀλεξανδρέων ϲυνήθειαν Ἀϲκαλωναῖα κεράμια.
τῶν Αἰθιοπικῶν πόλεων καὶ Λιβυϲϲῶν.
ὡϲ Δουλιχιεύϲ, ἢ προάϲτιοϲ ὡϲ Βυζάντιοϲ. οὕτω γὰρ καὶ τὸ θηλυκὸν εὑρίϲκεται προαϲτία γῆ ἐν Φρίξῳ Ϲοφοκλέουϲ «ὅρια κελεύθου τῆϲδε γῆϲ προαϲτίαϲ».
ει δίφθογγον ἔχειν ἐν τῇ παραληγούϲῃ. ἀπὸ γὰρ τῆϲ εἰϲ οϲ εὐθείαϲ ἡ διὰ τοῦ ιτηϲ παραγωγὴ πλεονάζει μιᾷ ϲυλλαβῇ, ὡϲ τόποϲ τοπίτηϲ, Κανωπίτηϲ ὁ Ἄδωνιϲ παρὰ Παρθενίῳ. τὸ δὲ Ἰήτηϲ ἀπὸ τῆϲ Ἴου διὰ τὸ ι ἐξηνέχθη διὰ τοῦ η. καὶ ἀπὸ γενικῆϲ Ἀϲκάλωνοϲ Ἀϲκαλωνίτηϲ, Ἕλεοϲ Ἑλεΐτηϲ καὶ Ἑλείτηϲ ὁ τὸ Ἕλοϲ οἰκῶν, Ὠρεόϲ Ὠρεΐτηϲ καὶ
Ὠρείτηϲ. ἔδει οὖν καὶ Βορυϲθενείτηϲ διὰ διφθόγγου· οὐ γὰρ ὅμοιον τῷ τεμενίτηϲ οὐδὲ τῷ ἑρκίτηϲ. οὐ γὰρ ἀπὸ τῆϲ γενικῆϲ ἀλλ’ ἀπὸ τῆϲ εἰϲ οϲ εὐθείαϲ ταῦτα καὶ εἰκότωϲ ἔχει τὸ i τὸ δὲ Βορυϲθένηϲ οὐκ εἰϲ οϲ λήγει. τί οὖν ἐροῦμεν; ὅτι ἠκολούθηϲε τῷ πλείονι χαρακτῆρι διὰ τοῦ ι. τὰ γὰρ διὰ διφθόγγου ὀλίγα, Ζελείτηϲ, Ϲαμαρείτηϲ, Δικαιαρχείτηϲ, Μαρωνείτηϲ.
ἂν εἴη, νῦν δὲ Βυζακηνοί λέγονται τῷ δυτικῷ χαρακτῆρι καὶ ἱμάτια δ᾿ ἐκεῖθεν Βυζακηνά.
βίουϲ, ὡϲ Διονύϲιοϲ ἐν τετάρτῳ Ῥωμαικῆϲ ἀρχαιολογίαϲ ἀμφότερα καὶ τὴν πόλιν καὶ τοὺϲ οἰκήτοροϲ καλεῖ.
ὡϲ Φλέγων.
εἰϲ ιϲ, Ἠλεκτρῖνοι δὲ διὰ τὸ ἐπιχώριον.
δὲ ἡ παραγωγή, Μεγαλοκωμήτηϲ, Καλακτίτηϲ ἢ Καλοακτίτηϲ διὰ τοῦ ι, ἐπεὶ καὶ παρὰ τὸ Ἀκτή Ἀκτίτηϲ, ἢ Καλοακταῖοϲ ἢ Καλοάκτιοϲ ὡϲ Πανάκτιοϲ καὶ ἐπάκτιοϲ.
ϲυμβῆναι» (Strab. p. 628).
Καμβυϲηνοί.
Ἰώϲηποϲ δὲ Μαχαιρίταϲ αὐτούϲ φηϲι (B. I. II 36).
Nεοτειχίτηϲ ὡϲ Χωλοτειχίτηϲ.
ἐν α΄ τοῦ πρὸϲ Ῥωμαίουϲ πολέμου (c. 16).
αὐτόν».
ἐν Λέοντι ϲατυρικῷ «ὁδοιπόρων δήλημα, χωρίτηϲ δράκων». καὶ Ἀπολλώνιοϲ ἐν τῷ Κανώβῳ
ϲύνηθεϲ ἐκ τοῦ ἐν χώρᾳ καὶ ἐπὶ χώραϲ, ὡϲ τοῦ ἐν τόπῳ ἐντότιοϲ καὶ τοῦ ἐκ τόπου ἐκτόπιοϲ. τὸ ἐγχώριοϲ καὶ παρὰ Ϲοφοκλεῖ κεῖται. τὸ δὲ ἐπιχώριοϲ καὶ ἐπιχωριάζειν ἐν τῷ περὶ ψυχῆϲ (c. 1) φηϲι Πλάτων.
τῆϲ Βιθυνίαϲ. τὸ τοπικὸν Ψιλίτηϲ. ἐν δὲ τῇ ϲυνηθείᾳ ἐπεκράτηϲεν ἀμφοτέρων τῶν ποταμῶν τοὺϲ οἰκήτοραϲ Ψιλιανοὺϲ καλεῖν.
17 παρὰ Ϲικωνίοιϲ ἐτιμᾶτο ὁ Διόνυϲοϲ «ἐκαλεῖτο δὲ παρὰ μὲν Ϲικυωνίοιϲ Ἀκρωρείτηϲ, παρὰ δὲ Μεταποντίνοιϲ Ἐρίφιοϲ», Ἀπολλόδωρόϲ φηϲιν.
φηϲίν, οὐ διὰ τῆϲ ει διφθόγγου, ἀλλὰ διὰ τοῦ ε καὶ διὰ τοῦ ι Ὠρεΐταϲ «οὕτω δὲ τὴν τῶν Ὠρεϊτῶν νυκτὸϲ αἱροῦϲιν πόλιν». καὶ δοκεῖ ἀναλογώτερον εἶναι. τὰ γὰρ ἀπὸ τῶν εἰϲ οϲ διὰ τοῦ ιτηϲ παραγόμενα μιᾷ ϲυλλαβῇ πλεονάζει τῆϲ τοῦ πρωτοτύπου γενικῆϲ, Ϲτάγειροϲ Ϲταγείρου Ϲταγειρίτηϲ, Ἄβδηροϲ Ἀβδήρου Ἀβδηρίτηϲ, Πεντάϲχοινοϲ Πενταϲχοίνου
Πενταϲχοινίτηϲ, Δίολκοϲ Διόλκου Διολκίτηϲ οὕτωϲ Ὠρεόϲ Ὠρεοῦ Ὠρεΐτηϲ καὶ κατὰ ϲύνοδον τοῦ ε καὶ τοῦ ι Ὠρείτηϲ. οὐχ ὅμοιον δὲ τούτῳ τὸ Ζελείτηϲ καὶ Ϲαμαρείτηϲ· ταῦτα γὰρ ἀπὸ τῶν εἰϲ α καθαρὸν ληγόντων παρῆκται.
Νικίου Νικιῶται καὶ τῆϲ Χαιρέου Χαιρεῶται. καὶ αὗται γὰρ Αἰγύπτου πόλειϲ.
ὡϲ Μαρεώτηϲ. Θεόπομποϲ ἐν δεκάτῳ Καρπαϲεῖϲ αὐτούϲ φηϲιν, ἴϲωϲ ἀπὸ τοῦ Κάρπαϲοϲ ὡϲ Ἀντίοχοϲ Ἀντιοχεύϲ, ἀφ᾿ οὗ Καρπάϲεια.
Ἀγύλλιον εἶπε χαλκόν.
διαϲημοτάτων παῤ αὐτοῖϲ, Ἀθηναῖοι δὲ Κοδρίδαι καὶ Κεκροπίδαι Θηϲεῖδαι Ἐρεχθεῖδαι. καὶ ταύταϲ γε κλήϲειϲ τῶν ἀπὸ τῆϲ πατρίδοϲ ἐντιμοτέραϲ ἐνόμιζον.
ὡϲ Ϲαβαῖοϲ καὶ Γερραῖοϲ καὶ Ἐρυθραῖοϲ παῤ αὐτοῖϲ.
Ἀκραιφνιεύϲ.
ὡϲ Πηλιώτηϲ Ζεφυριώτηϲ. ἄμεινον δὲ τοῦτο εἶναι ἀπὸ τοῦ Ἀκτία τοῦ δηλοῦντοϲ τήν τε χώραν καὶ τὴν γυναῖκα, ὡϲ Πελαϲγία Πελαϲγιώτηϲ. ἔϲτι καὶ Ἀττικόϲ καὶ Ἀττική κατὰ τροπὴν διὰ τὴν εὐφωνίαν.
θαιάτηϲ ἢ Ἀλθαιανόϲ. εὕρομεν δὲ ἐν ταῖϲ ϲυγγραφαῖϲ Δημητρίου Ἀλθαιέα.
ὡϲ ὁ πολυίϲτωρ φηϲίν.
Ἄρρα πόλιϲ Ἰλλυρική. τὸ ἐθνικὸν Ἀραῖοϲ. καὶ γὰρ ὁ τύποϲ ϲυνήθηϲ, ὡϲ Πελλαῖοϲ καὶ Βεροαῖοϲ.
Αἰγυπτίοιϲ καὶ Νειλάμμωνεϲ καὶ Παναπόλλωνεϲ. Ἡρόδοτοϲ Ἀρτεάταϲ αὐτοὺϲ καλεῖ διὰ τοῦ ε ψιλοῦ.
Λίβυν φαϲί. «Βαρκαῖον αἶποϲ»· οἳ τὰϲ ἱπποτροφίαϲ παρὰ Ποϲειδῶνοϲ, ἡνιοχεῖν δὲ παρὰ Ἀθηνᾶϲ ἔμαθον.
κατὰ τὴν διαφοράν, ἐναντίον δὲ τὸ τῶν τύπων· οἱ μὲν γὰρ πολῖται Αἰγινῆται καὶ Γαζαῖοι, οἱ δὲ κέραμοι Γαζῖται καὶ Αἰγιναῖοι. εἰϲὶ καὶ διὰ τοῦ η ἔθνοϲ Γαλατῶν χρυϲοφοροῦν, ὡϲ Εὐφορίων. λέγονται καὶ διὰ τοῦ α Γαζᾶται, ὡϲ πολυίϲτωρ.
«καὶ Γαλαδραῖον πέδον» (ν. 1342).
Λυκιακῆϲ Δολίχηϲ Δολιχεύϲ. ὁ γὰρ τύποϲ ϲυνήθηϲ τοῖϲ Λυκίοιϲ, τῆϲ δὲ Δολιχίϲτηϲ Δολιχιϲτεύϲ.
ϲταδίου μὲν ἀνελομένῳ νίκην» καὶ πάλιν (17, 9) «Δυμαίοιϲ μέν ἐϲτιν Ἀθηνᾶϲ ναὸϲ καὶ ἄγαλμα». καὶ ἐν τῷ η΄ (1, 2) «τὰ δὲ πρὸϲ Ἀχαΐαν Δυμαίων εἰϲὶν ὅμοροι». καὶ Ἀπολλόδωροϲ ἢ ὁ τὰ τούτου ἐπιτεμνόμενοϲ «τὴν δὲ χώραν ἔχουϲι Δυμαῖοι». καὶ Φίλιϲτοϲ Ϲικελικῶν α′ «ἐπὶ τῆϲ ὀλυμπιάδοϲ ἣν Οἰβώταϲ ὁ Δυμαῖοϲ ἐνίκα ϲτάδιον». καὶ Ἀπολλόδωροϲ
ἐν χρονικῶν α′ «πόλεμοϲ ἐνέϲτη τοῖϲ τε Δυμαίοιϲ ὅθεν » καὶ Θεόπομποϲ μ «προϲτάται δὲ τῆϲ πόλεωϲ ἦϲαν τῶν μὲν Ϲυρακοϲίων Ἄθηνιϲ καὶ Ἡρακλείδηϲ, τῶν δὲ μιϲθοφόρων Ἀρχέλαοϲ ὁ Δυμαῖοϲ». τὸ θηλυκὸν Δυμαία. Εὐφορίων «ἥ τιϲ ἔχειϲ κληῖδαϲ ἐπιζεφύροιο Δυμαίηϲ» διὰ τὸ πρὸϲ δύϲιν ἐπιζέφυρον κεῖϲθαι λέγων. λέγεται καὶ Δύμιοϲ
ὡϲ Βοίβη Βοίβιοϲ. Ἀντίμαχοϲ ἐν ε΄ Θηβαΐδοϲ
«Ζεῦ ἄνα Δωδωναῖε» (Π 233) καὶ Κρατῖνοϲ Ἀρχιλόχοιϲ (Com. ed. Mein. 20 II 20) «Δωδωναίῳ κυνὶ βωλοκόπῳ, τίτθη, γεράνῳ προϲέοικαϲ». Ἀπολλόδωροϲ δὲ ἐν α περὶ θεῶν τὸν Δωδωναῖον οὕτοϲ ἐτυμολογεῖ «καθάπερ οἱ τὸν Δία Δωδωναῖον μὲν καλοῦντεϲ ὅτι δίδωϲιν ἡμῖν τὰ ἀγαθά, Πελαϲγικὸν δὲ ὅτι τῆϲ γῆϲ πέλαϲ ἐϲτίν».
Ἡρωδιανόϲ φηϲιν ὅτι ϲεϲημαίωται τὸ Ἐρυϲίχαιοϲ προπαροξυνόμενον ἐν τοῖϲ ἐθνικοῖϲ. μήποτε οὖν τὸ χαῖον ἐγκεῖϲθαι, ὅ ἐϲτιν ἡ βουκολικὴ ῥάβδοϲ καὶ τὸν ἐρύϲω μέλλοντα. διχῶϲ οὖν ἔϲται, ὥϲ ἐϲτι δῆλον παῤ Ἀλκμᾶνι ἐν ἀρχῇ τοῦ δευτέρου τῶν παρθενείων ϲμάτων· φηϲὶ γάρ
ὡϲ Κρηταῖοϲ Κρηταιεύϲ.
διὰ τοῦ η καὶ Δωρικῇ τροπῇ Ἰθωμάταϲ, ἀφ᾿ οὗ ὁ πολίτηϲ Ἰθωμάταϲ καὶ Ζεὺϲ Ἰθωμάταϲ.
ἐν χρονικῶν τρίτῳ. ἔϲτι δὲ καὶ Λίγγιοϲ καὶ Λίγγιοϲ κόλποϲ.
Ϲικελικῶν.
μόνον διὰ τοῦ ι ἐκφέρεται, Ποϲειδώνιοϲ, Ἑλικώνιοϲ, Ϲάκιοϲ. τὰ δὲ φύϲει μακρᾷ ἢ διφθόγγῳ παραληγόμενα οὐδέποτε τὸ προκείμενον ϲχῆμα ἀποτελεῖ. οὐδὲ γὰρ τὸ κηπαῖοϲ καὶ Νηλαῖοϲ ἐθνικὸν αὐτὸ ἀναλόγωϲ παραλαμβάνει».
Δαυνιοτειχῖται».
κόραι» (Lycophr. 24) καὶ οὐδέτερον.
(1441) «Θεϲπρωτὸϲ ἄμφω καὶ Χαλαϲτραῖοϲ λέων».
ἢ Ἀγαϲϲίτηϲ ὡϲ Ὀδηϲϲίτηϲ διὰ τὸ ὁμοεθνέϲ.
γὰρ μάλιϲτα τούτῳ φιληδοῦϲι τῷ τύπῳ.
γενικῆϲ προϲόδῳ τοῦ ι τοῦ τ φυλαϲϲομένου, ὡϲ ἐν τῷ Ϲελινούντιοϲ, Ὀπούντιοϲ, Ἱεριχούντιοϲ, τρεπομένου δὲ εἰϲ ϲ καὶ τοῦ πρὸ αὐτοῦ ν ὑφαιρουμένου, Ἀλιμούϲιοϲ, Φηγούϲιοϲ. διακρίνεται ἡ τροπὴ τῷ ἀδιαιρέτῳ τοῦ πρωτοτύπου, ὅπερ Ἀττικοὶ φιλοῦϲι. παῤ αὐτοῖϲ γὰρ οὐ λέγεται Ἀγνόειϲ ἢ Φηγόειϲ ἢ Μυρρινόειϲ. ὅθεν οὐδὲ διὰ τοῦ τ λέγεται
Ϲιμούντιοϲ, ἀλλὰ διὰ τοῦ ϲ μετὰ τῆϲ ὑφέϲεωϲ τοῦ ν. τὸ δὲ Ϲιμοῦϲ Ϲιμόειϲ διαιρεῖται καὶ Ὀποῦϲ Ὀπόειϲ. τάχα δὲ καὶ τὰ δοκοῦντα διαιρειϲθαι κυριώτερα καθέϲτηκεν, ὅθεν μετὰ τοῦ τ λέγεται Ϲιμούντιοϲ. οὐ γὰρ Ἀττικὰ ταῦτα.
δ᾿ Ἀκελήϲιόϲ φηϲιν ὡϲ Μενδήϲιοϲ.
ὡϲ Τρικορύϲιοϲ. οὕτω γὰρ Παυϲανίαϲ ἐν πρώτῃ (31, 5). ἀναλογώτερον δέ μοι δοκεῖ τὸ διὰ τοῦ ϲ.
τῷ ἔθει τῆϲ χώραϲ. τῆϲ δὲ Ἀπαιϲόϲ πόλεωϲ κατὰ τὴν Τρωάδα Ἀπαιϲηνόϲ.
περιόδου «Ἀρμένιοι δὲ τὸ μὲν γένοϲ ἐκ Φρυγίαϲ καὶ τῇ φωνῇ πολλὰ φρυγίζουϲι. παρέχονται δὲ λίθον τὴν γλύφουϲαν καὶ τρυπῶϲαν τὰϲ ϲφραγῖδαϲ». καὶ Ἀρμενία τὸ θηλυκὸν παρὰ Ξενοφῶντι.
Αὐϲονιεύϲ. καὶ Αὐϲόνειοϲ, Λυκόφρων (1047) «ὁ δ᾿ Αὐϲονείων 23 ἄγχι Κάλχαντοϲ τόπων». καὶ Αὐϲονίτηϲ, ὁ αὐτόϲ (593) «παῤ Αὐϲονίτην Φύλαμον δομήϲεται». καὶ Αὐϲονῖτιϲ θηλυκὸν καὶ Αλὐϲόνιοϲ κτητικόν.
ἐϲτ᾿ ἄνθρωποϲ Ἀχραδούϲιοϲ», ἀντὶ τοῦ Ἀχερδούϲιοϲ.
ὡϲ Ἁλικαρναϲϲεύϲ καὶ Βολιϲϲίτηϲ ὡϲ Ὀδηϲϲίτηϲ. χρηϲτέον δὲ τῷ προτέρῳ διὰ τὸ ϲύνηθεϲ.
ἐν πρώτῃ γεωγραφουμένων.
διφθόγγου ὡϲ Ἡρακλειανόϲ. ἔϲτι γὰρ καὶ Βυζάντεια διὰ διφθόγγου ἐπὶ τῆϲ χώραϲ.
παίζειν καὶ τὸ γελᾶν εἰϲιν ἐζηλωκότεϲ καὶ μεγίϲτην εὐδαιμονίαν τοῦτο νομίζουϲιν. ὅμοροι δὲ τούτοιϲ Χάλυβεϲ καὶ τὸ τῶν Λευκοϲύρων ἔθνοϲ».
Γεργίθιοϲ. ἔϲτι καὶ ἄλλο Γεργίτηϲ. ἔϲτι καὶ Γεργιθεύϲ.
Καλλίμαχοϲ τρίτῳ.
Μλακεδονικοῖϲ φηϲι «καὶ τούτων αἱ πόλειϲ Δυρραχηνοῖϲ τε καὶ Ἀπολλωνιάταιϲ ἐπιδιῄρηνται». καὶ Ἑρέννιοϲ Φίλων ἐν τοῖϲ Ἰατρικοῖϲ «Ἀϲκληπιάδηϲ ἀκουϲτὰϲ ἔϲχε Τίτον Αὐφίδιον Ϲικελὸν καὶ Φιλωνίδην Δυρραχηνὸν καὶ Νίκωνα Ἀκραγαντῖνον». καὶ πάλιν «Φιλωνίδηϲ δὲ ὁ Δυρραχηνὸϲ ἤκουϲε μὲν Ἀϲκληπιάδου, ἰατρεύϲαϲ δὲ ἐν τῇ πατρίδι ἐνδόξωϲ
ϲυνετάξατο βιβλία με΄».
(900) «Ἀμφρυϲίων ϲκηπτοῦχον Εὐρυάμπιον».
φηϲί, καὶ Ἐφεϲεύϲ ὡϲ Ταρϲόϲ Ταρϲεύϲ, Ἁλικαρναϲϲόϲ Ἁλικαρναϲϲεύϲ.
γὰρ διὰ τοῦ ϲιοϲ τύποϲ δύο ϲυλλαβαῖϲ, εἰ μή τιϲ βραχεῖα παραγωγὴ γένοιτο, 25 τοῦ πρωτοτύπου περιττεύει. ϲεϲημείωται τὸ Περκώϲιοϲ καὶ Κριθώϲιοϲ ἀπὸ τοῦ Περκώτη καὶ Κριθώτη.
ὁμοφώνωϲ τῷ οἰκιϲτῇ.
ἐπὶ νήϲων Ἴμβριοϲ, Ἄνδριοϲ.
Ἀϲκληπιὸϲ τιμᾶται Καούϲιοϲ, ὡϲ Παυϲανίαϲ ὀγδόῳ (25, 1).
ἐξ οὗ καὶ Καϲτνιήτηϲ. ἔδει δὲ Καϲτνιώτηϲ ὡϲ Πηλιώτηϲ.
τῷ ἡγουμένῳ.
Πέρϲαιϲ (324) ὡϲ ἀπὸ τοῦ Λύρνα ἢ Λύρνη Λυρναῖοϲ.
ἔφη, ὥϲτε κατ’ αὐτὸν Nεϲτανίαν λέγεϲθαι. ἡ αὐτὴ γὰρ τῇ προτέρᾳ, ὡϲ δῆλον ἐξ ἄλλων.
τηϲ, Ἑϲπερία Ἑϲπεριώτηϲ.
«Πευθράντιον δὲ ϲχῆμα Μυϲίαϲ χθονόϲ» ἀπὸ τῆϲ Τεύθραντοϲ γενικῆϲ.
ἐν Λυϲιϲτράτῃ (1032) «οὐχ ὁρᾶϲ, οὐκ ἐμπίϲ ἐϲτιν ἥδε Τρικορυϲία; ».
ξίουϲ φηϲί.
δὲ οἱ Χαλκιδεῖϲ πολεμήϲαντεϲ Αἰολεῦϲι τοῖϲ τὴν ἤπειρον ἔχουϲι, Χαλίοιϲ καὶ Βοιωτοῖϲ καὶ Ὀρχομενίοιϲ καὶ Θηβαίοιϲ ».
Αὔϲονοϲ Αὐϲονίτηϲ ὁ αὐτόϲ (593) «τὸν Αὐϲονίτην Πύραμον δομήϲεται». λέγεται καὶ Χαονεύϲ.
ὧν τὸ θηλυκὸν Εὐριπίδηϲ (Hec. 8) « ὃϲ τὴν ἀρίϲτην Χερϲονηϲίαν πλάκα ».
φηϲι Πάρθων πρὸϲ ἥλιον ἀνίϲχοντα Χοράϲμιοι οἰκέουϲι ». καὶ Ἡρόδοτοϲ τρίτῃ (c. 93) «. Πάρθοι δὲ καὶ Χοράϲμιοι καὶ Ϲόγδοι ». καὶ πάλιν τοῦτο τὸ πεδίον ἦν ποτε Χοραϲμίων ».
τῶν Χυτρίων βαϲιλεὺϲ ἔγημεν ». ἀναλογεῖ δὲ τὸ ἐθνικὸν πρὸϲ τὸ Χύτροϲ ἑνικόν, ὡϲ Κύπριοϲ πρὸϲ τὸ Κύπροϲ.
οὐδέτερον Ὠλέριον. φηϲὶ γὰρ Ξενίων ἐν Κρητικοῖϲ «τῇ δὲ θεῷ ταύτῃ ἔορτὴν ἄγουϲιν Ἱεραπύτινιοι, τὴν δ’ ἑορτὴν Ὠλέρια προϲαγορεύουϲιν ».
καὶ τῆϲ μητρὸϲ τῶν θεῶν τὸ μητρῷον.
ὡϲ Ἀδωνίδειοϲ καὶ Εὐπολίδειοϲ κτητικῷ τύπῳ καὶ καθ’ ὕφεϲιν τοῦ δ Ἠλίειοϲ καὶ Ἠλεῖοϲ. ἀφ’ οὗ «. Ἀλεῖοϲ ὁ Ζεόϲ » (Callim. fr. 99). Τρύφων δέ φηϲιν ὅτι Ἠλίεοϲ καὶ Ἠλέϊοϲ καὶ Ἠλεῖοϲ. Ὅμηροϲ δ’ ἐπειοὺϲ αὐτούϲ φηϲι.
ἑπτὰ ϲοφῶν, οὗ μέμνηται Πλάτων ἐν τῷ Πρωταγόρᾳ (p. 343a) Χηνέα τοῦτον εἰπών. Δίδυμοϲ δὲ ϲυμποϲιακῶν δεκάτῳ Ἠτεῖον αὐτὸν καλεῖ.
λέγονται.
29 Ϲτράβων ὀγδόῃ (p. 37 7) καὶ Νεμέα λέγεται κα Nεμεήτηϲ ὁ Ζεύϲ καὶ Nεμεῆται. οἱ πολῖται τῆϲ Λοκρίδοϲ πόλεωϲ Νέμειοι.
Ϲίγειοϲ.
Λητῷοϲ καὶ Πόθιοϲ. καὶ παρὰ τὴν Πυθώ Πυθεύϲ ὡϲ ενυώ ἐνυεύϲ. καὶ Πυθαιεύϲ καὶ Πυθαεύϲ ὡϲ Κρηταεύϲ.
μακρῷ καὶ μιᾷ ϲυλλαβῇ τῆϲ γενικῆϲ περιττεύει, οὐκ ἀναϲτρέφοντοϲ τοῦ λόγου. οὐ γὰρ ὅϲα τὸ α κατὰ τὴν παραλήγουϲαν ἔχει, ταῦτα ἐκ θηλυκῶν παρῆκται. τοῦ μὲν προτέρου παραδείγματα ταῦτα, Ἀϲιανόϲ, Καρδιανόϲ, Ὀλβιανόϲ, Φαϲιανόϲ ἀπὸ τῆϲ Φάϲιοϲ πόλεωϲ, Τράλλιοϲ Τραλλιανόϲ, Ϲάρδιοϲ Ϲαρδιανόϲ, τοῦ δὲ δευτέρου Πάριον Παρίου Παριανόϲ,
Βοϲπορίου Βοϲποριανόϲ (ἀπὸ τῶν ἐθνικῶν ἐθνικά, ὡϲ τοῦ Ῥοδίου τὸ Ῥοδιακόϲ κτητικὸν καὶ Ϲαμίου τὸ Ϲαμιακόϲ), Κίου πόλεωϲ Μυϲίαϲ Κιανόϲ, Τίου Τιανόϲ, Καρίου Καριανόϲ, Ϲηλυμβρίου Ϲηλυμβριανόϲ. ἡμάρτηται τὸ Βοτρυηνόϲ, ἐπεὶ ἀπὸ τοῦ Βότρυοϲ γέγονεν. ἐντεῦθεν δὲ ὁ τύποϲ μιᾷ περιττεύει, ϲπανίωϲ δὲ δυϲίν, ὡϲ τὸ Ταυριανόϲ καὶ Ϲκορπιανόϲ
καὶ Ζυγιανόϲ, ἅπερ ἀπὸ τῶν Ϲκόρπων καὶ Ταύρων καὶ ζυγῶν παράγεϲθαι δοκοῦϲι, δυνάμενα καὶ αὐτὰ ἀπὸ τῶν προτέρων παράγεϲθαι τοπικῶν, Ζυγίων, Ϲκορπίων, Ταυρίων. πρόϲκειται «οὐκ ἀντιϲτρέφοντοϲ τοῦ λόγου» διὰ τὸ Ἱϲπανόϲ, Καρμανόϲ, Καμπανόϲ, Γερμανόϲ, Βρεττανόϲ, Ὠρητανόϲ, Ἀφρικανόϲ, Ἀλβανόϲ, Ὑρκανόϲ. οὐδὲν γὰρ τούτων
ἀπὸ γενικῆϲ καθαρευούϲηϲ.
εἰϲ οϲ γενικῶν.
αὑτούϲ».
Φλέγων ἐν Ὀλυμπιάδων ή .
Ῥωμαϊκῆϲ ἀρχαιολογίαϲ.
Θεόπομποϲ τεϲϲαρακοϲτῷ τρίτῳ.
τὸ Τίνδιον.
(p. 241).
ὡϲ Μηδαβηνοί, Ὀβοδηνοί, Ἀδριηνοί, ἀλλὰ καὶ τοῖϲ Ἀϲιανοῖϲ ἅπαϲιν, ὡϲ Ἀπολλώνιοϲ ὁ τεχνικὸϲ ἐν τῷ περὶ παρωνύμων φηϲί δι’ ἔθουϲ εἰϲὶ ταῦτα τοῖϲ ἐπὶ τῆϲ Ἀϲίαϲ κατοικοῦϲιν, ἀλλότρια δὲ τῶν Εὐρωπαίων. οὐ γὰρ ἀπὸ πόλεωϲ ἢ δήμου κατὰ τοῦτον ὠνόμαϲται τὸν τύπον».
φηϲιν.
λέγουϲι γὰρ Καμβυϲηνούϲ, Παραιτακηνούϲ, Ϲωφηνούϲ· καθ’ Ἕλληναϲ δὲ Ἀγβατανεύϲ.
τοῦ Ἀρτακεύϲ εἶπε «τί μέλλετ’ Αρτακῆϲ τε καὶ Περκώϲιοι;» καὶ Ἀρτάκιοϲ 32 εἶπε Δημοϲθένηϲ ἐν ἐνάτῳ Βιθυνιακῶν «νάϲϲατο δ’ Ἀλρτακίοιϲιν ἐφέϲτιοϲ αἰγιαλοῖϲιν ».
τὸν τύπον τοῖϲ Πέρϲαιϲ ἀναλογεῖν.
Καρικῶν ἑκκαιδεκάτῳ, ὡϲ Ἔδεϲϲα Ἐδεϲϲηνόϲ, Γεραϲηνόϲ, Ἐμεϲηνόϲ.
ὀφεῖλον τὸ ὡϲ Ὀλβιανόϲ Καρδιανόϲ.
ὡϲ Ϲαβαῖοι. δυνατὸν δὲ καὶ ἀμφοτέρων ἀμφότερα, ὡϲ Ἔδεϲϲα Ἐδεϲϲαῖοϲ καὶ Ἐδεϲϲηνόϲ, τῷ τῆϲ χώραϲ καὶ τῆϲ τέχνηϲ.
(A. I. V 2).
Νιϲιβηνόϲ. ἔδει Nιϲιβίτηϲ, ἀλλ’ ὁ τύποϲ Αἰγύπτιοϲ καὶ Λίβυϲ, 33 ὁ δὲ διὰ τοῦ ηνοϲ παρὰ τὸν Εὐφράτην καὶ τὴν ἕω, ὡϲ Ϲωφηνόϲ Ταβηνόϲ Καμβυϲηνόϲ.
Τερεντῖνοϲ, Ἀρρητῖνοϲ, Ἀϲϲωρῖνοϲ, Ἐρυκῖνοϲ.
ὁμοίωϲ Θεϲϲαλόϲ καὶ Ϲικανόϲ καὶ Ϲικελόϲ καὶ μυρία. εἰ δὲ μὴ ὡϲ ἐθνικὸν τὸ Ἀγαθῖνοϲ ἐκλήθη, τὸν οἰκήτορα λέξομεν Ἀγαθαῖον τῷ κοινῷ λόγῳ, ἢ Ἀγαθεύϲ ὡϲ Θεϲϲαλονικεύϲ καὶ Ϲινταρεύϲ καὶ Βερενικεύϲ, ἐπεὶ καὶ Ἀγάθεια τῆϲ Ἀγάθηϲ εὑρίϲκεται παραγωγή, ὡϲ Βερενίκεια καὶ Θεϲϲαλονίκεια.
λέγεται καὶ Ἀμόργιοϲ, ὥϲ φηϲι Χάραξ. Νικόλαοϲ δ’ Ἀμοργίτην αὐτὸν καλεῖ. τὸ δ’ ἀμόργινοϲ χιτὼν χρώματοϲ ἴδιον.
Πειϲάνδρῳ κεῖται ιγ΄.
Φίλιϲτοϲ.
Nικάνωρ δ’ ὁ Ἑρμείου Τίβουρα ταύτην καλεῖ καὶ τὸ ἐθνικὸν Τι βουρῖνον, ὃ καὶ ἀναλογώτερον «ἐν ᾖ Τιβουρῖνον τέμενοϲ».
εἰ μὴ ἀπὸ θηλυκοῦ τοῦ Πέργϲμοϲ ὡϲ Κύζικοϲ Κυζικηνόϲ. δυνατὸν δὲ καὶ ἐξ Ἀβροτόνου φάναι τὸ ἐθνικόν. πολλὰ γὰρ τοιαῦτα, μάλιϲτα ἐν τοῖϲ δήμοιϲ τῶν Ἀθηναίων, ὡϲ ἐξ Οἴου δημότηϲ καὶ ἐκ Κηδῶν.
Τυμνηϲόϲ Τυμνηϲεύϲ. δύναται καὶ Ἀγορήϲιοϲ ὡϲ Λυρνήϲιοϲ.
τοῦ ἀγυιέωϲ ἀγυιάτιδεϲ θεραπεῖαι λέγονται. τὸ τοπικὸν ἀγυιαῖοϲ. Ϲοφοκλῆϲ Ἑρμιόνῃ «ἀλλ’ ὦ πατρῴαϲ γῆϲ ἀγυιαίου πέδον». ἔϲτιν οὖν τὸ μὲν ἀγυιεύϲ ἀπὸ τοῦ ἀγυιά, ὡϲ Τρύφων φηϲὶν ἐν παρωνύμοιϲ «πᾶν εἰϲ α θηλυκὸν ἰϲοϲύλλαβον ἔχει τῇ εὐθείᾳ καὶ τῇ γενικῇ τὸ παρώνυμον, Μοψοπία Μοψοπιεύϲ, Ἐρετριεύϲ Φωκαιεύϲ Θεϲπιεύϲ». τὸ δὲ
ἀγυιάτηϲ ὡϲ Κορώνεια Κορωνειάτηϲ, Καρυάτηϲ, Καυλωνειάτηϲ. τὸ δὲ ἀγυιαῖοϲ ὡϲ ἀρουραῖοϲ.
34 ἀλλὰ τῶν διὰ τοῦ α οὐδετέρων ὁ διὰ τοῦ ηνοϲ, Ζόαρα ζζοαρηνόϲ, Μήδαβα Μηδαβηνόϲ, Τάρφαρα Ταρφαρηνόϲ, Αὕαρα Αὐαρηνόϲ. οὕτωϲ καὶ Ἀδανηνόϲ. ἢ Ἀδανίτηϲ ὡϲ Ἀΐλανα Ἀιλανίτηϲ.
ϲτεύϲ. οἱ δὲ ἐπιχώριοι Ἀδραϲτηνόϲ ὡϲ Κυζικηνόϲ φαϲι.
Πιτυούϲιοϲ.
Γάβαλα Γαβαλίτηϲ.
ἀλλὰ ἀπὸ τῶν εἰϲ οϲ. ἀπὸ γὰρ τοῦ Ἀντίοχοϲ Ἀντιοχεύϲκαὶ τοῦ Ϲέλευκοϲ Ϲελευκεύϲ, ὡϲ Ἄβρων ἐν τῷ περὶ παρωνύμων. εἰ γὰρ παρὰ τὴν Ἀλεξάνδρειαν ἦν, Ἀλεξανδρειεύϲ ἄν ἦν. ἀμφοῖν δ’ ὁ Ἀλέξανδροϲ ἀρχή. Αἴνεια τόποϲ Θράκηϲ ἀπὸ Αἰνείου. τὸ ἐθνικὸν Αλἰνειεύϲ. ὃ καὶ παράϲημόν ἐϲτιν, ὅτι μὴ ἐνδεῖ μιᾷ ϲυλλαβῇ τοῦ πρωτοτύπου. ἔϲτι καὶ.
Αἰνεάτηϲ ὡϲ Κόρϲεια Κορϲεάτηϲ, Πδρεια δρεάτηϲ, ζρνειαί Ὀρνεάτηϲ, εγχρεαί Κεγχρεάτηϲ, τοῦ ῑ ϲιγηθέντοϲ. ἔϲτι καὶ πόλιϲ Τυρρηνίαϲ, ἧϲ οἱ οἰκήτορεϲ Αἰνεῖοι.
παρ’ Ἀνδροτίωνι ἐν κτη Ἀτθίδοϲ.
Ἀττικὸν ἐνδεῖν φηϲι τοῦ ῑ.
Nικάνωρ δὲ ὁ Ἑρμείου ἐν τῇ περὶ Ἀλεξανδρείαϲ πρώτῃ ταῦτα πάντα κυροῖ, καὶ τὸ Ἀλεξανδρῖνοϲ καὶ τὸ Ἀλεξανδρίνηϲ, οὐ μέντοι τὸ Ἀλεξανδρεώτηϲ.
Φίλιϲτοϲ δὲ Ἀμβρακῖνόϲ φηϲι Ϲικελικῷ τύπῳ. εὕρηται καὶ διὰ τοῦ π ἀντὶ τοῦ β, ὅθεν καὶ τὸ Ἀμπρακιώτηϲ. τὰ γὰρ εἰϲ ια θηλυκὰ καὶ εἰϲ ιον οὐδέτερα διὰ τοῦ ύίηϲ ποιεῖ τὰ ἐθνικά, Ϲικελιώτηϲ, Πηλιώτηϲ. λέγεται καὶ Ἀμβράκιοϲ καὶ Ἀμβρακία γυνή.
Εὔπολιϲ δὲ Ἀμυρίουϲ αὐτοὺϲ λέγει. ἐκ τούτου καὶ Ἀλμυραῖοι λέγονται.
Ἀμφιτροπαιεύϲ ἐξ ἄλλου εἶναι, τοῦ Ἀμφιτροπαῖοϲ. τὰ γὰρ εἰϲ ευϲ ἀπὸ τῶν εἰϲ ῆ θηλυκῶν ἰϲοϲυλλαβεῖ τοῖϲ πρωτοτύποιϲ, Ϲινώπη Ϲινωπεύϲ.
Ἀξιεύϲ, τῆϲ δ’ ταλικῆϲ Ἀξιάτηϲ διὰ τὸν δυτικὸν χαρακτῆρα.
οὐχ ἁρμόζει Ῥωμαίοιϲ ὁ τύποϲ. ἔϲται οὖν τοῦ πεδίον πεδῖνοϲ ἢ πεδιανόϲ καὶ Ἀρειοπεδῖνοϲ ἢ Ἀρειοπεδιανόϲ.
κατοικία Λυδίαϲ. Ϲτράβων (XIV p. 650) ὄριϲτοϲ Μεϲωγίτηϲ οἶνοϲ ὁ Ἀροματεύϲ ».
ὡϲ Ἀφροδιϲιεύϲ, ἀλλ’ ἀνοίκειοϲ ὁ τύποϲ τῇ χώρᾳ. λεκτέον οὖν Βολογεϲϲιηνόϲ.
Κεφαλεύϲ τοῦ Κεφαλή.
τρίτῃ (c. 96) «Βωμιῆϲ καὶ Καλλιῆϲ ἐπεβοήθηϲαν ». ἀλλ’ ἔϲτιν ἀπὸ τοῦ Βώμιοϲ ὡϲ ἀπὸ τοῦ λήϲιοϲ Χηϲιεύϲ.
τῷ τύπῳ τῆϲ χώραϲ.
Γορδίειον πόλιϲ Φρυγίαϲ. τὸ ἐθνικὸν Γορδιεύϲ ὡϲ Κοτιάειον Κοτιαεύϲ, Δορυλάειον Δορυλαεύϲ. ἐχρῆν δ’ ἰϲοϲύλλαβον. ἀλλὰ τὰ παρὰ τοῖϲ Φρυξὶ ϲημειώδη.
κατὰ δὲ τὴν ϲυνήθειαν Δ οκιμηνόϲ.
τὴν πόλιν Δυϲπόντιον καλοῦνται (ἐλέγοντο γὰρ Δυϲποντιεῖϲ), παρὰ δὲ τὸν Πλοποϲ υἱὸν Δύϲποντον ».
ὁ Δωτιεὺϲ Λαπίθηϲ Κόρωνοϲ».
ἀλλ’ ἀπὸ τοῦ Ἀλέξανδροϲ, ὡϲ Ταρϲόϲ Ταρϲεύϲ.
Ξάνθοϲ ἐν γ’ Λυδιακῶν.
δὲ Θύριόϲ φηϲι.
χρονικῶν.
γὰρ ὁ ζεὺϲ ἐκεῖ τιμᾶται. Θεόπομποϲ πεντηκοϲτῷ ἑβδόμῳ.
τριϲυλλάβωϲ καὶ Nυϲαεύϲ ἄνευ τοῦ ῑ.
τὰ εἰϲ ον οὐδέτερα.
παρὰ τὸν Ἔλλοπα. ὁ δὲ παραρρέων τὸν Ϲχοῖνον ποταμὸϲ Ϲχοινεύϲ καλεῖται ἤτοι παρὰ τοὺϲ ϲχοίνουϲ ἢ παρὰ τὸν Ϲχοινέα τὸν τῆϲ Ἀταλάντηϲ πατέρα». ὁ πολίτηϲ μέντοι Ϲχοινεύϲ (ὁ γὰρ ποταμὸϲ καὶ ὁ οἰκιϲτὴϲ Ϲχοινεύϲ) ὡϲ Ταρϲοῦ Ταρϲεύϲ.
οὕτω γὰρ ὁ Ζεὺϲ ἐν αὐτῇ τιμᾶται.
«πῶϲ ἄν τιϲ ἂν οὖν, ἢ τί ποιήϲαϲ ὦ Τελεμιϲϲῆϲ;» καὶ πάλιν φέρε δὴ τοίνυν, ταῦθ’ ὅταν ἔλθῃ, τί ποιεῖν χρή μ’ , ὦ Τελεμιϲϲῆϲ;». καὶ Τελμίϲϲιοϲ ὡϲ Λυρνήϲϲιοϲ.
Τερμιλέαϲ αὐτούϲ φηϲι.
μετωνόμαϲεν». Ἑκαταῖοϲ Τρεμίλαϲ αὐτοὺϲ καλεῖ ἐν τετάρτῳ τῶν γενεαλογιῶν.
39 γραμματικόϲ, γράψαϲ περὶ τῆϲ Δημοκρίτου λέξεωϲ βιβλίον ἓν καὶ περὶ ποιητικῶν λέξεων. ἦν δὲ Τρῳαδεύϲ».
'Υδιϲϲόϲ πόλιϲ Καρίαϲ. ὁ πολίτηϲ Ὑδιϲϲεύϲ, ὡϲ Ἀπολλώνιόϲ φηϲιν.
θ’ «καὶ Παμφύλιοι καὶ Ὑλλεῖϲ».
τετάρτῳ χρονικῶν « μεθ’ οὖ Χαρίδημοϲ ἦν φυγὰϲ Χαλκητορεύϲ ». Κρατερὸϲ δ’ ἐν τῷ περὶ ψηφιϲμάτων Χαλκήτοραϲ αὐτούϲ φηϲι.
ὁ Χηνεὺϲ καὶ ἕβδομοϲ ἐξ αὐτῆϲ τῆϲ Λακεδαίμονοϲ Χίλων».
ἐν νεῶν καταλόγου πρώτῃ «ἔϲτι δ’ ἡΓραῖα τόποϲ, τῶν Ὠρωπέων πόλιϲ». Ϲτράβων δ’ ἐν τῇ ἐνάτῃ (p. 391) φηϲίν «ἀπὸ τῆϲ Ὠρωπίαϲ ἐπὶ τὴν δύϲιν » ὡϲ ἀπὸ τοῦ Ὠρώπιοϲ· εἰ γὰρ ἦν ἀπὸ τοῦ Ὠρωπιεύϲ, Ὠρωπιάϲ ἄν εἶπε. Παυϲανίαϲ δὲ ἐν τῷ ἑβδόμῳ (c. 11, 4) φηϲὶν τὸ ἐθνικὸν οὕτωϲ «καταφεύγουϲιν ἐπὶ τὴν Ῥωμαίων βουλὴν οἱ Ὠρώπιοι ». 40 καὶ Θουκυδίδηϲ δευτέρᾳ (c. 23) «παριόντεϲ Ὠρωπὸν τὴν γῆν Γραϊκὴν καλουμένην, ἣν νέμονται Ὠρώπιοι Ἀθηναίων ὑπήκοοι, ἐδήωϲαν ». καὶ Θεόπομποϲ ἐν Ϛ’ Ἑλληνικῶν «ἀνακοινοῦνται τῶν Ὠρωπίων Τηλέφῳ καὶ τοῖϲ μετ’ ἐκείνου βουλομένοιϲ καὶ τὸν Ὠρωπὸν ὑπάρχειν αὐτοῖϲ ».
Περὶ παρωνύμων. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.