1.
2.
ἀρϲενικῶν ϲχηματίζουϲι τὰ θηλυκὰ πατρωνυμικὰ οἱ περὶ Ἀπολλώνιον. Ἡρωδιανῷ δὲ τοῦτο οὐ δοκεῖ φάϲκοντι μὴ δύναϲθαι τοιοῦτον παραϲχηματιϲμὸν εἶναι διὰ τὴν κατάληξιν, διὰ τὸν χρόνον, διὰ τὴν γένεϲιν. τὰ γὰρ παρεϲχηματιϲμένα ἀρϲενικοῖϲ ἀπὸ τῆϲ γενικῆϲ κανονίζεται. ἐκ μὲν μακροκαταλήκτου γίνεται μακροκατάληκτα οἷον φίλου φίλη καὶ
1 βραχυκαταλήκτου ὁμοίωϲ μέλανοϲ μέλαινα. εἰ οὖν Πριαμίδου, πῶϲ μὴ εἰϲ η τὸ θηλυκόν, οὐ γὰρ καθαρὸν ἢ τὸ ρ ἔχει ὡϲ τὸ ῥοδιά φοβερά. πῶϲ καὶ εἰϲ ιϲ καὶ βραχύ; πῶϲ δὲ καὶ τὸ νοητὸν ἔχει; Πριαμίϲ γὰρ οὐχ ἡ Πριαμίδου. οὐκοῦν ἀπὸ γενικῆϲ τοῦ πρωτοτύπου καὶ τὸ Πριαμίδηϲ
καὶ τὸ Πριαμίϲ καὶ τὸ Θηϲηΐϲ ἡ Θηϲέωϲ θυγάτηρ.
3.
λικῶνοϲ, Βίϲτονοϲ Βιϲτονίϲ, Αὔϲονοϲ Αὐϲονίϲ. ἴϲωϲ δὲ καὶ τὸ Ἀβαντιάϲ ἀπὸ τοῦ Ἀβαντίϲ παρήχθη ὡϲ ἀπὸ τοῦ Λέϲβοϲ Λεϲβίϲ Λεϲβιάϲ, Ἀχαιΐϲ Ἀχαιιάϲ Ἀχαιιάδων εὐπέπλων» (Ε 424. φ 160). μαρτυρεῖ δὲ τῷ προτέρῳ λόγῳ ἀπὸ τοῦ Ἀβάντιοϲ Ἀβαντιάϲ τὸ Ἀβαντία θηλυκόν, ὅπερ κατὰ βαρβαρικὴν τροπὴν τοῦ β εἰϲ μ Ἀλμαντία ἐλέχθη παρὰ Ἀντιγόνῳ
ἐν Μακεδονικῇ περιηγήϲει.
4.
ϲυϲτελλόμενον καὶ ἐν παραγωγῇ Ἀφαρεύϲ. ὁ δὲ Ἡρωδιανόϲ φηϲι τὰ τοιαῦτα τῶν ὀνομάτων παρὰ τῆϲ Ἄρηϲ ϲυγκεῖϲθαι, Τυνδάρηϲ Ἀμφιάρηϲ καὶ Ἀμφιάραοϲ. γέγονεν οὖν καὶ τὸ Ἀφάρηϲ οὕτωϲ. εἶτα παρώνυμον Ἀφαρεύϲ. ὁ δὲ Κράτηϲ παρὰ τὸ ἄφαρ ἐπίρρημα.
5.
ϲ ὡϲ ἐτώϲιοϲ. ἡ δὲ τῶν Αἰολέων διὰ τοῦ ν ὡϲ Ἑλικώνιοϲ.
Περὶ παρωνύμων. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.