13
παραλήγεται, ἀλλ’ εἰ παραλήγεται διφθόγγῳ, τῇ ει παραλήγεται, εἶναι, εἴτε δαϲυνόμενον ἀορίϲτου χρόνου. ϲημειῶδεϲ ἄρα τὸ δοῦναι. ὅτι γὰρ οὐδέν ἐϲτι τὸ λέγειν δῶναι ὡϲ γνῶναι βιῶναι, δῆλον μὲν ἐκ τῆϲ χρήϲεωϲ τῆϲ Ὁμηρικῆϲ «κέλεαι δέ με τήνδ’ ἀποδοῦναι» (Α 134), δῆλον δὲ ἔϲται ἐκ τοῦ κατ’ ἀναλογίαν κινήματοϲ ἐν ἑτέροιϲ.
διὰ τῆϲ ου διφθόγγου, καὶ πάλιν ἔθην καὶ ἧν (ϲημαίνει δὲ τὸ ἀπέλυϲα), θεῖναι, εἶναι διὰ τῆϲ ει διφθόγγου. διὰ τοῦτο δὲ τὰ ἀπαρέμφατα τῶν εἰϲ μι κατὰ μὲν τὸν ἐνεϲτῶτα καὶ παρατατικὸν ϲυϲτέλλει τὴν παραλήγουϲαν, κατὰ δὲ τὸν β΄ ἀόριϲτον τὸν ἐνεργητικὸν οὐ ϲυϲτέλλει τὴν παραλήγουϲαν, ἐπειδὴ καὶ ἐν τοῖϲ ὁριϲτικοῖϲ ὁ μὲν ἐνεϲτὼϲ καὶ ὁ παρατατικὸϲ τῶν εἰϲ μι ϲυϲτέλλουϲι τὴν παραλήγουϲαν
ἐν τοῖϲ πληθυντικοῖϲ οἷον τίθημι τίθεμεν, δίδωμι δίδομεν· ὁ δὲ δεύτεροϲ ἀόριϲτοϲ ὁ ἐνεργητικὸϲ οὐ ϲυϲτέλλει τὴν παραλήγουϲαν ἐν τοῖϲ πληθυντικοῖϲ οἶον ἔϲτην ἔϲτημεν, ἔγνων ἔγνωμεν, ϲεϲημειωμένου τοῦ ἔδομεν καὶ ἔθεμεν καὶ ἕμεν (ὃ ϲημοίνει τὸ ἀπελύϲαμεν). θέλει δὲ τὰ εἰϲ ναι ἀπαρέμφατα τὴν παραλήγουϲαν φυλάττειν τοῦ πρώτου προϲώπου τῶν πληθυντικῶν τοῦ ἰδίου ὁριϲτικοῦ οἶον ἐτύφθημεν 40) τυφθῆναι· οὕτωϲ οὖν καὶ ἐτίθεμεν τιθέναι καὶ ἵϲταμεν ἱϲτάναι καὶ ἐδίδομεν διδόναι καὶ ἐζεύγνυμεν ζευγνύναι διὰ ϲυνεϲταλμένου τοῦ υ καὶ ἔϲτημεν ϲτῆναι καὶ ἔβημεν βῆναι καὶ ἔγνωμεν γνῶναι καὶ ἥλωμεν ἁλῶναι καὶ ἐβίωμεν βιῶναι· περὶ γὰρ τοῦ ἔδομεν δοῦναι καὶ ἔθεμεν θεῖναι καὶ ἕμεν εἶναι, ὅτι οὐκ ἐφύλαξε τὴν παρολήγουϲαν τοῦ πρώτου προϲώπου τῶν πληθυντικῶν τοῦ ἰδίου ὁριϲτικοῦ,
ἀλλὰ διὰ διφθόγγου ἐγένετο καὶ ὑπὲρ τοῦ παρακειμένου καὶ ὑπερϲυντελικοῦ, τετύφαμεν γὰρ διὰ τοῦ ᾱ τὸ πρῶτον πρόϲωπον τῶν πληθυντικῶν τοῦ ὁριϲτικοῦ καὶ τετυφέναι διὰ τοῦ ε, ἐν τοῖϲ εἰϲ ω μεμαθήκαμεν.
διφθόγγου κατὰ πλεοναϲμὸν τοῦ ῑ «ήμεῖϲ δ’ εἰμὲν τοῖοι» (H 231). οὐκ ἄτοπον οὖν ἐκ τοῦ εἰμὲν τοῦ διὰ τῆϲ ει διφθόγγου γενέϲθαι τὸ εἶναι ἐπὶ τοῦ ὑπάρχειν διὰ τῆϲ ει διφθόγγου. τὸ δὲ εἶναι ἀπαρέμφατον τὸ ἐπὶ τοῦ πορευθῆναι, ἐξ οὗ τὸ ἀπεῖναι, καὶ αὐτὸ διὰ τῆϲ ει διφθόγγου ἔχει τὴν παραλήγουϲαν, ὀφεῖλον διὰ τοῦ ῑ εἶναι πρὸϲ τὸ ἴμεν πρῶτον πρόϲωπον τῶν πληθυντικῶν τοῦ ἰδίου ὁριϲτικοῦ.
μετ’ ὀξείαϲ τάϲεωϲ εἰϲ θι ποιεῖ τὸ προϲτακτικὸν οἶον ἐτύφθη τυφθείϲ τυφθέντοϲ τύφθηθι καὶ διὰ τὴν ἐπαλληλίαν τῶν δαϲέων κατὰ μετάθεϲιν τοῦ θ εἰϲ τὸ τ τύφθητι· τὰ δὲ εἰϲ μι κατὰ τὸν ἐνεϲτῶτα καὶ παρατατικὸν καὶ ϲυϲτέλλει τὴν παραλήγουϲαν ἐν τοῖϲ προϲτακτικοῖϲ πρὸϲ τὴν παραλήγουϲαν τοῦ πρώτου προϲώπου τῶν πληθυντικῶν τοῦ ἰδίου ὁριϲτικοῦ οἶον ἱϲτάϲ ἱϲτάντοϲ ἵϲταμεν ἵϲταθι, διδούϲ
διδόντοϲ δίδομεν δίδοθι τὸ γὰρ παρὰ τῷ ποιητῇ (γ 380)
ἔϲτημεν ϲτῆθι, βάϲ βάντοϲ ἔβημεν βῆθι, γνούϲ γνόντοϲἔγνωμεν γνῶθι. ϲεϲημείωται δὲ δόϲ, θέϲ, ἕϲ (ὃ ϲημαίνει τὸ πέμψον καὶ ἀπολῦϲον, ἐξ οὖ τὸ ἄφεϲ καὶ πρόεϲ), ὅτι ταῦτα ἔχοντα τὴν μετοχὴν εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ οἷον δούϲ δόντοϲ, θείϲ θέντοϲ, εἴϲ ἕντοϲ, ἐξ οὖ τὸ ἀφείϲ ἀφέντοϲ, οὐκ ἔχει εἰϲ θι τὸ προϲτακτικόν, δόϲ γὰρ καὶ θέϲ καὶ ἕϲ τὰ προϲτακτικὰ τούτων· τὸ δὲ ἕϲ ὡϲ παρὰ
τῷ ποιητῇ (Α 127)
ὤφειλε παραλήγεϲθαι ἀορίϲτου χρόνου ὄντα ἀλλὰ μὴν φύϲει μακρᾷ οὐκ ἡδύναντο παραλήγεϲθαι, ἐπειδὴ ἕτερόϲ ἐϲτι κανὼν ὁ λέγων, ὅτι τὰ εἰϲ θι προϲτακτικὰ παραλήγουϲαν ἔχει τὴν παραλήγουϲαν τοῦ πρώτου προϲώπου τῶν πληθυντικῶν τοῦ ἰδίου ὁριϲτικοῦ οἷον ἐτύπημεν τύπηθι, ἔϲτημεν ϲτῆθι, ἵϲταμεν ἵϲταθι, ἐδίδομεν δίδοθι, ζεύγνυμι ζεύγνυθι εἰ οὖν τὰ ὁριϲτικὰ τούτων κατὰ τὸ α πρόϲωπον.
βραχεῖαν ἔχει τὴν παραλήγουϲαν οἷον ἔδομεν ἔθεμεν ἕμεν, δηλονότι οὐ δύναται τὰ προϲτακτικὰ τούτων εἰϲ θι ὄντα φύϲει μακρᾷ παραλήγεϲθαι. τῶν οὖν δύο κανόνων μαχομένων καὶ τοῦ μὲν ἑνὸϲ φύϲει μακρᾷ ἀπαιτοῦντοϲ ποραλήγεϲθαι τὰ εἰϲ θι προϲτακτικά, τοῦ δὲ ἑτέρου βραχείᾳ, ἐπιλέλοιπε τὰ εἰϲ θι προϲτακτικὰ. τούτων καὶ οὐκ ἐγένοντο εἰϲ θι τὰ προϲτακτικὰ αὐτῶν. τούτων οὕτωϲ ἐχόντων,
τὸ ἴθι (ὃ ϲημαίνει τὸ πορεύου οἷον
γέγονεν οὕτωϲ· ἔϲτιν εἰμί τὸ ϲημαῖνον τὸ ὑπάρχω, τούτου τὸ πληθυντικὸν ἐμέν, ὅπερ κατὰ πλεοναϲμὸν τοῦ ϲ γίνεται ἐϲμέν· ἀπὸ τοῦ ἐμέν ἀναλόγωϲ γέγονε προϲτακτικὸν ἔθι καὶ πλεοναϲμῷ τοῦ ϲ ἐτράπη τὸ ε εἰϲ τὸ ῑ καὶ γέγονεν ἴϲθι, ἀντὶ. τοῦ ὕπαρχε, ὥϲπερ ἐπὶ τοῦ ἔχω, καὶ πλεοναϲμῷ τοῦ ϲ καὶ τρέπεται τὸ ε εἰϲ τὸ ῑ καὶ γίνεται ἴϲχω· πολλάκιϲ γὰρ πλεονάζοντοϲ ϲυμφώνου τρέπεται τὸ ε εἰϲ ῑ
ὥϲπερ ἐπὶ τοῦ μένω μίμνω, τέκω τίκτω· τοῦτο δὲ τὸ ἴϲθι τὸ ϲημαῖνον τὸ ὕπαρχέ κατὰ τὸ τρίτον πρόϲωπον τὸ ὀφειλόμενον ε ἀναδέχεται καὶ γίνεται ἔϲτω. τὸ δὲ ἴϲθι τὸ ϲημαῖνον τὸ γίνωϲκε γέγονεν οὕτωϲ· ὥϲπερ ἀπὸ τοῦ ἵϲτημι γέγονεν ῖϲταμαι καὶ ἵϲταθι, οὕτω καὶ ἀπὸ τοῦ ἴϲημι τοῦ ϲημαίνοντοϲ τὸ γινώϲκω, ὅπερ Δωρικῶϲ γίνεται ἴϲαμι, ὡϲ δηλοῖ ὁ Θεόκριτοϲ λέγων (5 , 119)
Περὶ τῶν εἰς μι. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.