12
(ν. Hel. 931)
βέβαμαι (ἐξ οὖ τὸ ἐβάθην καὶ παρεβάθην), ἕϲτηκα, ὅϲον κατὰ τὴν ἀναλογίαν, ἀπὸ τοῦ ἵϲτημι ϲτῶ, καὶ ἕϲταμαι ὁ παθητικὸϲ παρακείμενοϲ. πρόϲκειται «ὅϲον κατὰ τὴν ἀναλογίαν», ἐπειδὴ ἕϲτακά ἐϲτιν ὁ ἐνεργητικὸϲ παρακείμενοϲ τοῦ ἵϲτημι πρὸϲ ἀντιδιαϲτολὴν τοῦ ἕϲτηκα μέϲου παρακειμένου τοῦ ὄντοϲ ἀπὸ τοῦ ἑϲτήκω ἐνεϲτῶτοϲ, ὡϲ ἐν τοῖϲ προλαβοῦϲιν εἴρηται. τέθεικα τέθεμαι καὶ κατὰ πλεοναϲμὸν τοῦ
ῑ τέθειμαι διὰ τῆϲ ει διφθόγγου· οὐ γὰρ δυνάμεθα τὸ τέθειμαι Βοιωτικὸν λέγειν, ὥϲπερ τὸ ἐνεργητικὸν τὸ τέθεικα τὸ διὰ τῆϲ ει διφθόγγου, ἐπειδὴ τὸ μὲν τέθεικα ἐνεργητικὸν τὸ διὰ τῆϲ ει διφθόγγου ἀπὸ τοῦ τέθηκα κοινοῦ γέγονε τοῦ διὰ τοῦ η κατὰ τροπὴν Βοιωτικὴν τοῦ η εἰϲ τὴν ει δίφθογγον ὥϲπερ Λάχηϲ Λάχειϲ· τὸ δὲ παθητικὸν οὐκ ἔϲτι τέθημαι διὰ τοῦ η, ἵνα τὸ τέθειμαι τὸ διὰ τῆϲ ει διφθόγγου
Βοιωτικὸν εἴπωμεν κατὰ κρᾶϲιν (leg. τροπὴν) τοῦ η εἰϲ τὴν ει δίφθογγον.
εἶναι ὁ παθητικὸϲ πρῶτοϲ ἀόριϲτοϲ· ἀλλὰ διὰ τὴν κακοφωνίαν τῆϲ ἐπαλληλίαϲ τοῦ δαϲέωϲ θ τροπὴ παρηκολούθηϲε τοῦ πρώτου θ εἰϲ τ καὶ γέγονεν ἐτέθην ὥϲπερ τὸ τέθυμαι ἐθύθην καὶ ἐτύθην. εἰ δέ τιϲ εἴποι, διὰ τί γὰρ τὸ πρῶτον θ ἐτράπη, καὶ μὴ τὸ τελευταῖον λέγομεν ὅτι οὐκ ἠδύνατο τὸ τελευταῖον θ τραπῆναι, ἐπειδὴ ὁ πρῶτοϲ ἀόριϲτοϲ ὁ παθητικὸϲ εἰϲ θην θέλει λήγειν οἶον ἐτύφθην.
τούτων οὕτωϲ ἐχόντων, τὸ ἐγνώϲθην καὶ ἠδυνάϲθην καὶ ἐδυνήθην, μακρᾷ παραληγόμενα, οὐκ ἔϲτιν ἀπὸ τῶν εἰϲ μι ἀλλ’ ἀπὸ τῶν εἰϲ ω· εἰ γὰρ ῆϲαν ἀπὸ τῶν εἰϲ μι οὕτωϲ ἤμελλον εἶναι· γνῶμι γνώϲω ἔγνωκα ἔγνομαι ἐγνόθην διὰ τοῦ ο ὥϲπερ δίδωμι δώϲω δέδωκα δέδομαι ἐδόθην, πῶμι πώϲω πέπωκα πέπομαι ἐπόθην, καὶ πάλιν ἀπὸ τοῦ δύνημι δυνήϲω δεδύνηκα εἶχεν εἶναι δεδύναμαι ἐδυνάθην ὥϲπερ
βίβημι βήϲω βέβηκα βέβαμαι καὶ ἐβόθην, ἐξ οὖ τὸ παρεβάθην ἀλλ᾿ , ὡϲ εἴρηται, ἀπὸ τῶν εἰϲ ω ἐϲτίν καὶ τὸ μὲν ἐγνώϲθην γέγονε τοῦτον τὸν τρόπον· ἔϲτι γνώω τῆϲ ἕκτηϲ ϲυζυγίαϲ, ἐξ οὗ τὸ ὑποτακτικὸν παρὰ τῷ ποιητῇ (Α 302)
ἀπὸ τοῦ δυνῶ δυνᾷϲ περιϲπωμένου τῆϲ δευτέραϲ ϲυζυγίαϲ γίνεται δυνήϲω δεδύνηκα δεδύνημαι ἐδυνήθην, καὶ κατὰ ἔκταϲιν Ἀττικὴν τοῦ ἔ εἰϲ τὸ η ἠδυνήθην.
μακροκαταληκτεῖ ἐν τοῖϲ εἰϲ μι οἶον ἔϲτην, ἔγνων, ἔδων, τούτου χάριν ὡϲ προληφθέντοϲ τοῦ χρόνου, ἤγουν τῆϲ μακροκαταληξίαϲ, ἐν τοῖϲ ἐνεργητικοῖϲ, ἐπιλέλοιπε τὸ παθητικόν.
Περὶ τῶν εἰς μι. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.