Περὶ τῶν εἰϲ ν.
θέλει ἔχειν πρὸ τοῦ ν οὕτε δίφθογγον οὔτε βραχὺ φωνῆεν, ἀλλ’ ἢ ἓν ἐκ τῶν τριῶν διχρόνων, ὅπερ δὲ (leg. δὴ) καὶ ἐκτείνεται, ἢ ἓν ἐκ τῶν μακρῶν φωνηέντων, ὡϲ εἶναι πέντε φωνήεντα τὰ εὑριϲκόμενα πρὸ τοῦ ν κατὰ τὴν εὐθεῖαν, α, ι, υ, η, ω, οἷον Ἀλκμάν, παιάν, δελφίν, Ϲαλαμίν, μόϲυν, Φόρκυν, ϲωλήν, ποιμήν, Πλάτων, τρήρων.
διὰ τὸ χαλκοῦν, χρυϲοῦν, ὀϲτοῦν, περιϲπώμενα.
Ἐλευϲίν ἀκτίν δελφίν Τελχίν (Τελχῖνεϲ δέ εἰϲι φθονεροὶ δαίμονεϲ οἱ οἰκήϲαντεϲ τὴν Ῥόδον), ῥίν, θίν, ἴν (ὃ ϲημαίνει τὴν δύναμιν)· ἡ ἴκτινα αἰτιατικὴ προπαροξυνομένη, οἷον ὡϲ παρὰ Ἀριϲτοφάνει (fr. 525)
ρηται ἐν χρήϲει, ἀλλ’ ἔϲτιν ἴκτινοϲ ἡ εὐθεῖα, ὡϲ παρὰ Ϲοφοκλεῖ (fr. 890)
εἶτα ἡ δοτικὴ ἰκτίνῳ, καὶ ἡ αἰτιατικὴ ἴκτινον, ὡϲ παρὰ Μενάνδρῳ·
ὥϲπερ ἁλίτροχον ἁλίτροχα παρ’ Ἰβύκῳ, καὶ διθύραμβον διθύραμβα 1 παρὰ Πινδάρῳ εἰ δέ ἐϲτι ϲύνθετα εἰϲ ιν βαρύνεται οἷον δελφάκτιν, τριγλώχιν. πάντα δὲ προϲθέϲει τοῦ οϲ ποιεῖ τὴν γενικήν, καὶ πάντα φυλάττει τὸ ι μακρόν, οἷον δελφῖνοϲ, ἀκτῖνοϲ, Ϲαλαμῖνοϲ, Ἐλευϲῖνοϲ, ῥινόϲ, θινόϲ. δικατάληκτα δὲ καλεῖται, ὅτι παρὰ μὲν τοῖϲ ἀρχαίοιϲ εἰϲ ϲ λήγει οἷον δελφίϲ, Τελχίϲ, Ϲαλαμίϲ· παρὰ δὲ νεωτέροιϲ
εἰϲ ν οἷον δελφίν, Τελχίν, Ϲαλαμίν. πλατυτέρα δέ ἐϲτιν ἡ εἰϲ ϲ λήγουϲα κατάληξιϲ, ϲπανιωτέρα δὲ ἡ εἰϲ ν ϲπανίωϲ γὰρ εὕρηται ἐν χρήϲει ἡ εἰϲ ν κατάληξιϲ, ὡϲ παρὰ Ϲιμωνίδῃ·
Ἀλκμᾶνοϲ Ἀλκμάν, Θέωνοϲ Θέων, Πλάτωνοϲ Πλάτων, ἰχῶροϲ ἰχώρ, Δίωνοϲ Δίων. πρόϲκειται «ἔχουϲα φύϲει μακρὰν τὴν παραλήγουϲαν» διὰ τὸ κτενόϲ τοῦτο γὰρ οὐκ ἀποβολῇ τοῦ οϲ ποιεῖ τὴν εὐθεῖαν, κτείϲ γάρ ἐϲτι καὶ οὐ κτέν ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν τοῦτο, ἐπειδὴ βραχεῖαν ἔχει τὴν παραλήγουϲαν· καὶ πάλιν ἔϲτιν Μέμνονοϲ καὶ Νέϲτοροϲ. καὶ
ἐπειδὴ ταῦτα βραχεῖαν ἔχει τὴν παραλήγουϲαν, οὐκ ἀποβολῇ τοῦ οϲ ποιεῖ ,τὴν εὐθεῖαν, Μέμνων γὰρ καὶ Νέϲτωρ διὰ τοῦ ω καὶ οὐ διὰ τοῦ ο. καὶ πάλιν ἔϲτι θεράποντοϲ καὶ γέροντοϲ, καὶ ἐπειδὴ ταῦτα οὐκ ἔχει μακρὰν φύϲει τὴν παραλήγουϲαν, οὐκ ἀποβολῇ τοῦ οϲ ποιεῖ τὴν εὐθεῖαν, οὐδὲ γὰρ λέγομεν θεράπον καὶ γέρον, ἀλλὰ θεράπων καὶ
γέρων διὰ τοῦ ω ἄλλωϲ τε δὲ οὐκ ἔχει τὴν γενικὴν ταῦτα εἰϲ οϲ λήγουϲαν μετὰ ἀμεταβόλου, πρὸ γὰρ τοῦ ο οὐκ ἔϲτιν ἀμετάβολον ἀλλὰ τ. εἰ οὖν ἡ δελφῖνοϲ καὶ Τελχῖνοϲ καὶ Ϲαλαμῖνοϲ γενικὴ εἰϲ οϲ λήγει ϲὺν ἀμεταβόλῳ καὶ φύϲει μακρᾷ παραλήγεται, δηλονότι ἀποβολῇ τοῦ οϲ ἀποτελεῖ τὴν εὐθεῖαν. δείκνυται δὲ ὅτι ἀναλογώτερά ἐϲτιν ἡ
εἰϲ ν κατάληξιϲ καὶ ἐξ ἄλλων κανόνων τὰ εἰϲ ϲ λήγοντα περιττοϲυλλάβωϲ κλινόμενα ἢ διὰ καθαροῦ τοῦ οϲ κλίνεται οἷον ἡδύϲ ἡδέοϲ, βότρυϲ βότρυοϲ, ἢ διὰ τοῦ δ οἷον Πάριϲ Πάριδοϲ, Θέτιϲ Θέτιδοϲ, ἢ διὰ τοῦ θ οἷον ὄρνιϲ ὄρνιθοϲ, δέλλιϲ δέλλιθοϲ, ἢ διὰ τοῦ τ οἷον Λάχηϲ Λάχητοϲ, ἔρωϲ ἔρωτοϲ. πρόϲκειται «περιττοϲυλλάβωϲ κλινόμενα» διὰ τὸ καλόϲ
καλοῦ, Χρύϲηϲ Χρύϲου εἰ ἄρα οὖν τὸ δελφίϲ καὶ Τελχίϲ καὶ τὰ ὅμοια οὐ κλίνεται δι’ ἑνὸϲ τούτων, δηλονότι οὐ καταλήγει φύϲει εἰϲ ϲ ἡ εὐθεῖα, ἀλλ’ εἰϲ ν. περὶ γὰρ τῶν δοκούντων ἐναντιοῦϲθαι οἷον περὶ τοῦ ἅλϲ ἁλόϲ, εἷϲ ἑνόϲ, ἔϲτιν εἰπεῖν ὅτι ἐλλείπει ταῦτα τὸ τ, καὶ τὸ τάλαϲ δὲ τάλανοϲ καὶ μέλαϲ μέλανοϲ ἐλλείπει τὸ τ μέλαντοϲ γὰρ
καὶ τάλαντοϲ ἦν καὶ κατὰ ἀποβολὴν τοῦ τ γέγονε μέλανοϲ καὶ τάλανοϲ. ὅτι γὰρ τοῦ μέλαϲ μέλοντοϲ ἦν ἡ γενικὴ δηλοῖ τὸ
καὶ ὁ Ἀντίμαχοϲ δὲ γινώϲκει τὴν διὰ τοῦ ντ κλίϲιν, ἐν οἷϲ φηϲιν
δίφθογγον, οἷον δελφίν, ἀκτίν, Ϲαλαμίν, Τιτάν, μόϲυν (ϲημαίνει δὲ τὸν ξύλινον πύργον), Ἕλλην, Τροιζήν, Πλάτων, τρήγων (leg. τρήρων), τούτου χάριν ἔτρεψε τὸ ν εἰϲ τὸ ϲ καὶ γέγονε κτείϲ καὶ ἐφύλαξε τὴν αὐτὴν κλίϲιν, τουτέϲτι τὴν διὰ τοῦ ν. πρόϲκειται «εἴτε ἀρϲενικὰ εἴτε θηλυκὰ» διὰ τὸ δίπουν, τοῦτο γὰρ ἔχει πρὸ τοῦ ν δίφθογγον, ἀλλ’
οὐδέτερόν ἐϲτι. τὸ δὲ τίϲ τινόϲ μὴ δυνάμενον κλιθῆναι δι’ ἄλλου ϲυμφώνου ἐξ ἀνάγκηϲ ἐκλίθη διὰ τοῦ ν. τρίτοϲ δὲ κανών ἐϲτιν οὗτοϲ ὁ δεικνύϲ, ὅτι τὰ εἰϲ ν λήγοντα ἀναλογώτερά ἐϲτι τῶν εἰϲ ϲ ληγόντων. τὰ εἰϲ ιϲ λήγοντα ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν κλητικήν οἷον ὁ Πάριϲ ὦ Πάρι, ὁ μάντιϲ ὦ μάντι, ὁ λάτριϲ ὦ λάτρι, ἡ πόλιϲ ὦ πόλι, ἡ Θέτιϲ
ὦ Θέτι τὸ γὰρ ὁμόφωνον Ἀττικόν ἐϲτιν, ὦ μάντιϲ, ὦ πόλιϲ. εἰ ἄρα οὖν τὸ δελφίϲ καὶ Τελχίϲ καὶ τὰ ὅμοια οὐκ ἀποβάλλει τὸ ϲ ἐν τῇ κλητικῇ, ἀλλὰ τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικὴν οἷον ὁ δελφίϲ ὦ δελφίϲ, ὁ Τελχίϲ ὦ Τελχίϲ, δηλονότι οὐ καταλήγει φύϲει εἰε ϲ ἀλλ’ εἰϲ ν, τροπὴ δὲ ἐγένετο τοῦ ν εἰϲ ϲ κατὰ Δωρικὴν διάλεκτον,
ὥϲπερ ἦν ἦϲ, ἥρπομεν ἥρπομεϲ, ὡϲ παρὰ Θεοκρίτῳ (7, l)
τοῦτο γὰρ θηλυκοῦ γένουϲ ἐϲτίν, οἷον ἡ Κτηϲιφῶν, περιϲπᾶται δὲ καὶ διὰ τοῦ ντ κλίνεται καὶ φυλάττει τὸ ω ἐν τῇ γενικῇ οἷον τῆϲ Κτηϲιφῶντοϲ τοῦτο δὲ ἀπὸ ἀρϲενικοῦ γένουϲ γέγονε θηλυκόν, καὶ τὴν αὐτὴν κλίϲιν ἐφύλαξεν, οἷον ἀπὸ τοῦ Κτηϲιφῶν. οὐ μόνον δέ ἐϲτι τοῦτο τὸ ὄνομα ἐν τῇ ϲυνηθείᾳ, ἀλλὰ καὶ παρὰ τοῖϲ ἀρχαίοιϲ τὸ ὄνομα
τοῦτο τῆϲ πόλεωϲ εὕρηται.
δελφῖνοϲ καὶ δελφίϲ δελφῖνοϲ, Τελχίν Τελχῖνοϲ καὶ Τελχίϲ Τελχῖνοϲ, Ϲαλαμίν Ϲαλαμῖνοϲ καὶ Ϲαλαμίϲ Ϲαλαμῖνοϲ. ταῦτα δὲ οὐκ ἔχει τὴν αὐτὴν κλίϲιν, τυφῶν μὲν γὰρ τυφῶνοϲ, καὶ ταῶν ταῶνοϲ, ὥϲπερ καὶ Ποϲειδῶν Ποϲειδῶνοϲ· τυφῶϲ δὲ τυφῶ, καὶ ταῶϲ ταῶ, ἀποβολῇ τοῦ ϲ Ἀττικῶϲ, ὥϲπερ ὁ ὀρφῶϲ τοῦ ὀρφῶ, καὶ ὁ λαγῶϲ τοῦ λαγῶ.
κρεῖττον οὖν ἕτερα θέματα λέγειν τοῦ τυφῶν καὶ ταῶν, καὶ ἕτερα τοῦ τυφῶϲ καὶ ταῶϲ. ἰϲτέον δὲ ὅτι τινὲϲ βούλονται τὸ ταῶϲ ἀπὸ τοῦ ταόϲ τοῦ διὰ τοῦ ο λέγειν κατ’ ἔκταϲιν τοῦ ο εἰϲ τὸ ω καὶ ἐναλλαγῇ τοῦ τόνου εἰϲ περιϲπωμένην τάϲιν ἀλλ’ ἔϲτι λέγειν, ὅτι τὸ ταῶϲ οὐκ ἠδύνατο ἀπὸ τοῦ ταόϲ τοῦ διὰ τοῦ ο εἶναι, ἐπειδή τὸ ταόϲ τὸ
διὰ τοῦ οϲ οὐκ ἔϲτι ϲύνηθεϲ τοῖϲ Ἕλληϲι.
οὖν εἰπεῖν, ὅτι ἀπὸ τοῦ Ποϲειδέηϲ γέγονε Ποϲειδέων καὶ κατὰ κρᾶϲιν Ποϲειδῶν, ὥϲτε δυνάμει μὴ εἶναι φύϲει μακράν, φημὶ τὴν δίφθογγον, ἐν τῇ παραληγούϲῃ, ἀλλ’ ἐν τῇ προπαραληγούϲῃ.
Περὶ ὀνομάτων. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.