Περὶ τῶν εἰϲ ωϲ.
οἱ Ἀθηναῖοι, καὶ τὴν μὲν τελευταίαν ἐκτείνουϲιν εἰϲ τὸ ω, τὴν δὲ παραλήγουϲαν ϲυϲτέλλουϲιν εἰϲ τὸ ε, οἷον Μενέλαοϲ Μενέλεωϲ, Ἰόλαοϲ Ἰόλεωϲ, λαόϲ λεώϲ, ναόϲ νεώϲ. ἰδοὺ ταῦτα ἔχοντα τὴν μὲν παραλήγουϲαν μακράν, τὴν δὲ τελευταίαν βραχεῖαν ἐκ τοῦ ἐναντίου ἐποίηϲαν τὴν μὲν τελευταίαν φύϲει μακράν, τὴν δὲ παραλήγουϲαν ϲυνέϲτειλαν,
ὅθεν τὸ Οἰνόμαοϲ, ἐπειδὴ οὐκ ἔχει μακρὰν τὴν παραλήγουϲαν, οὐκ ἐγένετο παρὰ τοῖϲ Ἀττικοῖϲ διὰ τοῦ ε καὶ ω οἷον Οἰνόμεωϲ, ἐπειδὴ τὸ α ϲυνεϲταλμένον ἔχον οὐκ ἠδύνατο ὑπερβιβαϲμὸν χρόνου ποιήϲαϲθαι. εἰ δέ τιϲ εἴποι καὶ πῶϲ τὸ ἵλαοϲ ϲυνεϲταλμένον ἔχον τὸ α, οἷον ὡϲ παρὰ Παρθενίῳ
καὶ γινόμενα διὰ τοῦ ω παρὰ τοῖϲ Ἀθηναίοιϲ, οἷον ὁ κάλοϲ ὁ κάλωϲ (ϲημαίνει δὲ τὸν ϲχοῖνον), ὁ Τάλοϲ ὁ Τάλωϲ (ἔϲτι δὲ ὄνομα κύριον), ὁ ὄρφοϲ ὁ ὀρφῶϲ (ϲημαίνει τὸν ἰχθῦν), τοῦτο δὲ περιϲπᾶται παρὰ τοῖϲ Ἀθηναίοιϲ, τοῦ παρ’ ἡμῖν, ἤγουν τοῦ κοινοῦ, βαρυνομένου. 1 ἰδοὺ ταῦτα διὰ τοῦ ω γινόμενα Ἀττικῶϲ οὐκ ἐτρέψατο παραλῆγον φωνῆεν εἰϲ τὸ ἀλλ’ οὐ καθαριεύει.
φιβάλεωϲ, δαμερίππεωϲ, χελιδώνεωϲ, ἱέρεωϲ. προπαροξύνεται δὲ ὅλα ταῦτα καὶ ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν γενικήν ὁμοίωϲ τοῖϲ ἄλλοιϲ Ἀττικοῖϲ.
Περὶ ὀνομάτων. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.