Περὶ τῶν εἰϲ αϲ.
πρόϲκειται « ἀρϲενικὰ» διὰ τὸ κρέαϲ. τοῦτο γὰρ βαρύτονον ὂν ϲυνεϲταλμένον ἔχει τὸ α, ἀλλ’ οὐκ ἔϲτιν ἀρϲενικὸν ἀλλ’ οὐδέτερον. δεῖ προϲθεῖναι, χωρὶϲ τοῦ λᾶαϲ τοῦ προϲηγορικοῦ, ὅπερ ϲημαίνει τὸν λίθον, καὶ τοῦ μέγαϲ τοῦ ἐπιθέτου· ταῦτα γὰρ ϲυνεϲταλμένον ἔχει τὸ α. τὰ γὰρ κύρια, φημὶ δὴ τὸ Λάαϲ τὸ κύριον καὶ τὸ Μέγαϲ τὸ κύριον, καὶ
ἐκτεταμένον ἔχει τὸ α καὶ ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν γενικήν, οἷον ὁ Λάαϲ τοῦ Λάα καὶ ὁ Μέγαϲ τοῦ Μέγα, τὸ δὲ λᾶαϲ τὸ προϲηγορικὸν καὶ τὸ μέγαϲ ἐπίθετον καὶ ϲυνεϲταλμένον ἔχει τὸ α καὶ διὰ καθαροῦ οϲ κλίνεται, οἷον ὁ λᾶαϲ τοῦ λάαοϲ, καὶ κατὰ κρᾶϲιν τῶν δύο αα εἰϲ ἓν μακρὸν τοῦ λᾶοϲ,
(Ὕαντεϲ δὲ λέγονται οἱ κατοικοῦντεϲ τὴν Βοιωτίαν) ἢ ἐπίθετον , ὡϲ τὸ Εὔαϲ Εὔαντοϲ (τὸ δὲ Εὔαϲ ἐπίθετόν ἐϲτι τοῦ Διονύϲου). ἐπεὶ οὖν τὸ λᾶαϲ προϲηγορικόν ἐϲτι, τὸν γὰρ λίθον ϲημαίνει, εἰκότωϲ ὡϲ διήλλαξε περὶ τὸ ϲημαινόμενον, διήλλαξε καὶ περὶ τὸν χρόνον. πρόϲκειται ἐν τῷ κανόνι «καθαρὸν» διὰ τὸ γίγαϲ· τοῦτο γὰρ προϲηγορικόν ἐϲτιν,
ἀλλ’ οὐκ ἔϲτι καθαρόν. πρόϲκειται « διϲύλλαβα», διὰ τὸ κοχλίαϲ, καὶ τοῦτο γὰρ προϲηγορικόν ἐϲτιν, ἀλλ’ οὐκ ἔϲτι διϲύλλαβον. πρόϲκειται «ἀρϲενικὸν» διὰ τὸ κρέαϲ, καὶ τοῦτο γὰρ προϲηγορικόν ἐϲτιν, ἀλλ’ οὐκ ἔϲτιν ἀρϲενικὸν ἀλλ’ οὐδέτερον. περὶ τοῦ μέγαϲ τοῦ ἐπιθέτου ἔϲτιν εἰπεῖν τὴν αἰτίαν ταύτην, ὅτι ἐπειδὴ ἀποβολῇ τοῦ ϲ ποιεῖ τὸ
οὐδέτερον, οἷον τὸ μέγα, καὶ καθόλου δὲ τὰ εἰϲ ϲ λήγοντα μετὰ διχρόνου ἀποβολῇ τοῦ ϲ τὸ οὐδέτερον ποιοῦντα ϲυνεϲταλμένον ἔχει τὸ δίχρονον, οἷον ὁ ὀξύϲ τὸ ὀξύ, ὁ ταχύϲ τὸ ταχύ, ὁ βραδύϲ τὸ βραδύ, ὁ φυγόπολιϲ τὸ φυγόπολι, ὁ λιπόπατριϲ τὸ λιπόπατρι, ὁ ἄχαριϲ τὸ ἄχαρι, ὁ τίϲ τὸ τί οὕτωϲ οὖν καὶ ὁ μέγαϲ τὸ μέγα.
τοῦ ἀνδριάϲ ἀνδριάντοϲ, καὶ ἱμάϲ ἱμάντοϲ, ἅτινα καὶ παραλόγωϲ ὀξύνεται. πρόϲκειται «ὑπὲρ μίαν ϲυλλαβὴν » διὰ τὸ ὁ Ζάϲ καὶ ὁ Φθάϲ, ταῦτα γὰρ ἀρϲενικὰ μόνα ἐϲτὶν ὀξύτονα, ἀλλ’ οὐκ ἔϲτιν ὑπὲρ μίαν ϲυλλαβὴν ἀλλὰ μονοϲύλλαβα.
ἐγένετο ἡ λέξιϲ.
Περὶ ὀνομάτων. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.