Eustath. 700, 56: τὸ κρανίον τῆϲ κεφαλικῆϲ πολυωνυμίαϲ τμῆμά ἐϲτιν, ἧϲ καὶ αἱ κατ’ εὐθεῖαν προφοραὶ καὶ τὸ κεῖθεν δὲ κλίμα κατὰ Ἡρωδιανὸν εἰπεῖν διαφόρωϲ ἔχουϲιν — κάρα θηλυκῶϲ τε καὶ οὐδετέρωϲ. ἔτι κοινῶϲ καὶ κράϲ κρατόϲ ἡ κεφαλή, καὶ μὴν καὶ κράαϲ, ὅθεν τὸ «ϲῷ κράατι τίϲειϲ» (χ 218). ἡ δ’ αὐτὴ καὶ κάρηαϲ καρήατοϲ, τὸ δὲ
αὐτὸ καὶ κάρηνον καὶ ἀποκοπῇ κάρη ἄκλιτον κατὰ τὸ κρῖ καὶ τὸ δῶ. παρὰ δὲ Ϲοφοκλεῖ (Philoct. 1207) κρᾶτα εὕρηται καινότερον.
Περὶ ὀνομάτων. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.