Θ.
δὲ ἡ μοῦϲα διὰ τῆϲ ει διφθόγγου τῶ λόγῳ τῶν διὰ τοῦ εια προπαροξυνομένων καὶ ἄλλωϲ ὡϲ παρὰ τὸ ἐνεργῶ ἐνέργεια, οὕτω καὶ παρὰ τὸ θαλῶ Θάλεια καὶ θέρω θέρεια.
καὶ πάλιν ἀπὸ τοῦ εἵλη καὶ τὸ πέδον τὸ ϲημαῖνον τὸ χαμηλὸν γέγονεν εἰλόπεδον καὶ πλεοναϲμῷ τοῦ θ θειλόπεδον.
βόϲκηϲιν.
γράφεται καὶ διὰ τοῦ ι καὶ ἐκτείνεται καὶ ϲυϲτέλλεται παρὰ Κορίννῃ κτλ. πληθυντικῶϲ δὲ Θεϲπιαί ὀξυτόνωϲ.
καὶ οὐκ ἔχει τὸ ι. οἱ δὲ λέγουϲι ϲὺν τῷ ι, ὅτι οἱ Αἰολεῖϲ θναίϲκω καὶ μναίϲκω λέγουϲι διὰ τῆϲ αι διφθόγγου· ἀλλ᾿ ἰδοὺ τὸ Ἡϲίοδοϲ καὶ ἡμίονοϲ Αἰϲίοδοϲ καὶ αἰμίονοϲ λέγουϲιν, ἀλλ᾿ ὅμωϲ οὐκ ἔχει τὸ ι. ἡ μέντοι παράδοϲιϲ ἔχει τὸ ι ἴϲωϲ ἐκ τοῦ λέγειν τοὺϲ Αἰολεῖϲ θναίϲκω καὶ μναίϲκω. ἄλλοι δὲ λέγουϲιν, ὅτι διὰ τοῦ ιϲκω γίνεται ἡ παραγωγή,
θνηΐϲκω καὶ μνηΐϲκω. οὐ καλῶϲ δὲ λέγουϲι· καὶ γὰρ τὰ τῆϲ πρώτηϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων διὰ τοῦ ιϲκω ποιοῦϲι τὴν παραγωγὴν οἷον εὑρῶ εὑρεῖϲ εὑρίϲκω, ϲτερῶ ϲτερεῖϲ ϲτερίϲκω· τὰ δὲ τῆϲ δευτέραϲ διὰ τοῦ αϲκω ἡβῶ ἡβᾷϲ ὑβάϲκω, τὰ δὲ τῆϲ τρίτηϲ διὰ τοῦ ωϲκω βιῶ βιοῖϲ βιώϲκω. εἰ οὖν ἀπὸ τοῦ θνῶ θνήϲω θνήϲκω γέγονε καὶ μνῶ μνήϲω
μνήϲκω, ταῦτα δὲ δευτέραϲ ϲυζυγίαϲ ἐϲτίν, ὤφειλε διὰ τοῦ αϲκω εἶναι ἡ παραγωγὴ καὶ οὐ διὰ τοῦ ιϲκω· ὡϲ δὲ δευτέραϲ ϲυζυγίαϲ ἐϲτί, καὶ δῆλον ἐκ τοῦ μνῶμαι ὡϲ βοῶμαι καὶ δηλοῖ τὸ τέθνημι τέθναθι γινόμενον διὰ τοῦ α ὥϲπερ ἵϲτημι ἵϲταθι. ἔχει δὲ τὸ η τὰ δύο ταῦτα.
καὶ Θουνιάτηϲ.
5
Πέλωρον. γράφεται καὶ Τρινακρία.
πᾶϲαν δίφθογγον ἀποϲτρέφεται.
γενομένηϲ καὶ μεταβολῇ ἄνευ τοῦ ἰῶτα (ἄνευ addidi et τοῦ ἰῶτα quod post γενομένηϲ positum fuit, huc retraxi). οἱ δὲ ἄλλοι πάντεϲ ϲὺν τῷ ῑ. οὕτωϲ δὲ ἔχει ἡ παράδοϲιϲ καὶ δῆλον ὅτι παρὰ τὸ θορῶ γέγονε παραγωγὸν θορίϲκω θωρίϲκω, ἐξ οὗ μεταθέϲεωϲ τοῦ ρ γενομένηϲ προϲεγράφη τὸ ῑ ἀκολούθωϲ (pro προϲεχῶϲ, quod anto γενομένηϲ
locum habet in cod. scripsi προϲεγράφη vocem post γενομένηϲ ponens et pro τοῦ ῑ exhibui τὸ ῑ). καὶ τὸ θρῳϲμόϲ ϲὺν τῷ ῑ, ὥϲπερ καὶ Ἀπολλώνιοϲ ὁ Ἀρχιβίου, ἐπεὶ παρὰ τὸ θορίϲκειν ἐϲτίν. ϲημαίνει γὰρ τόπον ὑψηλόν, ἀφ’ οὗ ἐϲτι θορεῖν «ἐπὶ θρῳϲμῷ πεδίοιο (Κ 160). θοριϲμόϲ θροιϲμόϲ θρῳϲμόϲ· γίνεται δὲ πολλάκιϲ ἔκταϲιϲ τοῦ
ο ὡϲ τὸ ὠλεϲίκαρποϲ καὶ «μήϲτωρε φόβοιο» (Ε 272) καὶ Διώνυϲοϲ καὶ «θεοὶ δωτῆρεϲ ἐάων» (θ 325).
ἐπολέμηϲαν. ἔϲτι καὶ Ἀκαρνανίαϲ Θύριον διὰ τοῦ ῑ. τὸ ἐθνικὸν Θυριεύϲ. Ἀνδροτίων δὲ Θούριόϲ φηϲιν.
Περὶ ὀρθογραφίας. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.