καὶ οὐκ ἔχει τὸ ι. οἱ δὲ λέγουϲι ϲὺν τῷ ι, ὅτι οἱ Αἰολεῖϲ θναίϲκω καὶ μναίϲκω λέγουϲι διὰ τῆϲ αι διφθόγγου· ἀλλ᾿ ἰδοὺ τὸ Ἡϲίοδοϲ καὶ ἡμίονοϲ Αἰϲίοδοϲ καὶ αἰμίονοϲ λέγουϲιν, ἀλλ᾿ ὅμωϲ οὐκ ἔχει τὸ ι. ἡ μέντοι παράδοϲιϲ ἔχει τὸ ι ἴϲωϲ ἐκ τοῦ λέγειν τοὺϲ Αἰολεῖϲ θναίϲκω καὶ μναίϲκω. ἄλλοι δὲ λέγουϲιν, ὅτι διὰ τοῦ ιϲκω γίνεται ἡ παραγωγή,
θνηΐϲκω καὶ μνηΐϲκω. οὐ καλῶϲ δὲ λέγουϲι· καὶ γὰρ τὰ τῆϲ πρώτηϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων διὰ τοῦ ιϲκω ποιοῦϲι τὴν παραγωγὴν οἷον εὑρῶ εὑρεῖϲ εὑρίϲκω, ϲτερῶ ϲτερεῖϲ ϲτερίϲκω· τὰ δὲ τῆϲ δευτέραϲ διὰ τοῦ αϲκω ἡβῶ ἡβᾷϲ ὑβάϲκω, τὰ δὲ τῆϲ τρίτηϲ διὰ τοῦ ωϲκω βιῶ βιοῖϲ βιώϲκω. εἰ οὖν ἀπὸ τοῦ θνῶ θνήϲω θνήϲκω γέγονε καὶ μνῶ μνήϲω
μνήϲκω, ταῦτα δὲ δευτέραϲ ϲυζυγίαϲ ἐϲτίν, ὤφειλε διὰ τοῦ αϲκω εἶναι ἡ παραγωγὴ καὶ οὐ διὰ τοῦ ιϲκω· ὡϲ δὲ δευτέραϲ ϲυζυγίαϲ ἐϲτί, καὶ δῆλον ἐκ τοῦ μνῶμαι ὡϲ βοῶμαι καὶ δηλοῖ τὸ τέθνημι τέθναθι γινόμενον διὰ τοῦ α ὥϲπερ ἵϲτημι ἵϲταθι. ἔχει δὲ τὸ η τὰ δύο ταῦτα.
Περὶ ὀρθογραφίας. Herodianus. ed. August Lentz. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.